που ὀφθαλμοῦ ὄνομα λαλοῖτο.] ∆ιὸ οὐδ' ἐμφανίζει αὐτῷ τὸν υἱόν, μὴ καὶ ὁ ἐπὶ τῷ νεκρῷ οἶκτος τοῦ πατρὸς ἀναζωπυρήσῃ χόλον τῷ Ἀχιλλεῖ, ἅμα δὲ ἠοῖ φαινομένῃ ὄψεσθαι αὐτὸν λέγει. συνάγεται δὲ τὸ τοῦ Ἀχιλλέως ἄστατον καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ καὶ ἐν ταῖς Λιταῖς. ἡ δὲ τοῦ λέοντος παραβολὴ ἐστένωται, ὅτι μὴ ἔχει ἐνέργειαν λέοντος εὑρεῖν τοιούτῳ πράγματι πρέπουσαν, ἀλλὰ μόνην τὴν τοῦ Ἀχιλλέως ὁρμὴν εἰκάζει ἁπλῶς κινήσει λέοντος ἀπρακτοῦντος, οὗ καθ' ὁμοιότητα ὁ Ἀχιλλεὺς καὶ ἐν οἷς οἰκτίζεται, φρικτὸς φαίνεται. (ῃ. 573-8) Ὅτι πεπαιδευμένως ἅμα καὶ βιωτικῶς ἐπιμελόμενοι τῶν τοῦ Πριάμου οἱ ἀμφὶ τὸν Πηλέα, ἤγουν ἥρως Αὐτομέδων καὶ Ἄλκιμος, οἱ προρρηθέντες, «ὑπὸ ζυγόφιν λύον ἵππους ἡμιόνους τε», καὶ τὸν κήρυκα Ἰδαῖον εἰσαγαγόντες ἐπὶ δίφρου ἐκάθισαν ἐϋξέστου. (ῃ. 577) Ἰστέον δὲ ὅτι τῷ μετὰ τοῦ Πριάμου κήρυκι κύριον μὲν ὄνομα τὸ Ἰδαῖος, ἐκ Τρωϊκοῦ ὄρους τῆς Ἴδης ληφθέν, ἐπίθετα δὲ τό τε καλήτωρ, οἷον «ἐς δ' ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος», ὡς ἐκ τοῦ καλῶ καλήσω, ἐξ οὗ καὶ κύριόν που ἦν τὸ Καλήσιος, καὶ τὸ ἀστυβοώτης παρὰ τὸ κατὰ τὸ ἄστυ βοᾶν, ὥσπερ καὶ ἀπὸ τοῦ ἠπύειν, ὃ δηλοῖ τὸ φωνεῖν, ἠπύτα κῆρύξ που ὁ φωνητικός. ἐνδείκνυται δὲ κἀνταῦθα ὁ ποιητὴς εὐπορεῖν ὀνομάτων τοῖς κήρυξιν, εἰ βούλοιτο. (ῃ. 580 ς.) Ὅτι πυκάσαι κυρίως μὲν τὸ πυκνῶσαι, ἄλλως δὲ καὶ τὸ σκεπάσαι, ὅ ἐστι 4.957 καλύψαι. Φησὶ γοῦν δύο φάρεα καὶ ἐΰνητον, ὅ ἐστιν εὔνητον, εὔκλωστον, χιτῶνα καταλιπεῖν ἔξω τοὺς Ἀχιλλέως ἑτάρους, κελεύσει ἐκείνου δηλαδὴ κατὰ τὸ σιωπώμενον, «ὄφρα νέκυν πυκάσας δῴη τῷ Πριάμῳ οἶκόνδε φέρεσθαι». (ῃ. 582-6) Λούουσι δὲ καὶ δμῳαὶ τὸν Ἕκτορα, οὐ λόγῳ κηδεμονίας, ἀλλ' ἵνα μή, ὡς ἐρρέθη, ὁ γέρων, ἰδὼν καὶ χολωθείς, ὀρίνῃ τὸ τοῦ Ἀχιλλέως ἦτορ καὶ πάθοι τι κακόν. [Ἐνταῦθα δὲ κεῖται κυριολεκτικῶς καὶ ἐκκαλέσαι τὸ ἔξω καλέσαι. φησὶ γὰρ «δμῳὰς δ' ἐκκαλέσας λοῦσαι κέλετ' ἀμφί τ' ἀλεῖψαι, νόμῳ δηλαδὴ τῶν ἐν ζωῇ λουομένων». Λιβάνιος δὲ τὸ τοιοῦτον ἐκκαλέσαι παθητικῶς εἶπεν ἐν τῷ «καὶ τῶν πτερῶν ἐξεκαλεῖτο», ἤγουν ἔξω τῆς σαρκὸς ἔρριπεν, ὁ κολοιὸς δηλονότι, «ὁπόσα οἱ ὥραν οὐκ ἔφερεν». ἄλλως δὲ κοινότερον ἐκκαλεῖσθαι τί ἐστιν, οἴδασιν οἱ περὶ τὰς δίκας. ἐκεῖνο δὲ καὶ ἀσυνθέτως καλεῖσθαι λέγεται, οἷον· καλοῦμαι τὸν δεῖνα, ἤγουν ἐκκαλοῦμαι εἰς ἕτερον.] (ῃ. 587-9) Ὅτι ἐπεὶ τὸν τοῦ Ἕκτορος νεκρὸν Ἀχιλλέως κελεύσαντος δμῳαὶλοῦσαν καί, ὡς ἐρρέθη, «χρῖσαν ἐλαίῳ, ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον ἠδὲ χιτῶνα, αὐτὸς τόν γ' Ἀχιλεὺς λεχέων ἐπέθηκεν ἀείρας», ἀνατλὰς τοῦτό [γε κατά τινα τρόπον ὁσίας] διὰ τὰ ἐπὶ τῷ νεκρῷ δῶρα. Καὶ ὅρα οἷόν τι χρῆμα ἡ δωροληψία, πραΰνουσα καὶ τοὺς ἐχθίστους. ἴσως δὲ καὶ διὰ τὸ ἀνεμέσητον καὶ δέει τῶν καταχθονίων οὕτω καθυπουργεῖ Ἀχιλλεύς, ἀφοσιούμενος οἷον δούλευμά τι τῷ νεκρῷ. ἄλλως γὰρ οἱ ἑταῖροι ἐκείνου τὸ πλεῖον ἔδρασαν. (ῃ. 590) Φησὶ γὰρ «σὺν δ' ἕταροι ἤειραν ἐϋξέστην ἐπ' ἀπήνην». πέφρασται δὲ ἐϋξέστη ἀπήνη ὡς ἡ ἀσβέστη φλόξ. [(ῃ. 589) Ὅρα δὲ τὸ «αὐτὸς Ἀχιλλεύς», ὃ δηλοῖ καινόν τι δοκεῖν, εἰ τὸν νεκρὸν τοῦ Ἕκτορος ὁ Ἀχιλλεὺς τημελεῖ.] Τὸ δὲ 4.958 «λεχέων ἐπέθηκεν», ἤγουν ἐπάνω ἔθετο, οἱ μεθ' Ὅμηρον ἄλλως ἂν συντάξαιεν, [ἤγουν «λεχέεσιν ἐπέθεντο».] (ῃ. 591) Ὅτι θρηνῶδες τὸ «ᾤμωξέν τ' ἂρ ἔπειτα φίλον τ' ὀνόμηνεν ἑταῖρον». Καὶ σημείωσαι ὅτι ὀνομαίνειν μὲν τὸ πρὸς ὄνομα καλεῖν. (ῃ. 592) Ἐπάγει οὖν «μή μοι Πάτροκλε» καὶ ἑξῆς. Τὸ δὲ ἐξονομάζειν ἑτεροῖόν ἐστιν, ὡς πολλαχοῦ πέφανται. (ῃ. 592 ς.) Ὅτι ὁ παραιτούμενος νέμεσιν, ἐφ' οἷς οἰκτίζεται νεκρὸν ἐχθροῦ φίλου τεθνεῶτος, ἐρεῖ ἂν κατὰ τὸν Ἀχιλλέα μικρὸν παρῳδήσας «μή μοι, ὦ δεῖνα, σκυδμαινέμεν, αἴ κε πύθηαι εἰν Ἄϊδός περ ἐών», ὅτι ἐσπεισάμην τῷ δεῖνι. (ῃ. 594 ς.) Εἰ δὲ καὶ δῶρα ἔλαβεν, ἁρμόττει καὶ τὸ ἑξῆς «ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα, σοὶ δ' αὖ ἐγὼ καὶ τῶνδ' ἀποδάσσομαι ὅσσ' ἐπέοικε». Καὶ ὅρα ὅτι, ἅπερ εἶπεν ἀπερείσια καὶ πολλά, νῦν «οὐχὶ ἀεικέα», δηλονότι δὲ ἐοικότα, φησίν, ἅπαξ μὲν φθάσας μετρῆσαι τὰ δῶρα, ταῦτα δὲ ὡς πρὸς εἰδότας ἀορίστως δηλῶν. καινὸν δὲ οὐδέν, εἰ καὶ τῷ φιλτάτῳ Πατρόκλῳ τῶν δώρων Ἀχιλλεὺς ἀποδάσεται, ὁ καὶ τῷ