ἐχθίστῳ Ἕκτορι παραχωρήσας τινῶν χάριν τιμῆς, ὡς προείρηται. (ῃ. 595) Τὸ δὲ «ἀποδάσομαι» τὸν ἀπόδασμον παράγει, ὥσπερ τὸν δασμὸν τὸ δάσασθαι. (ῃ. 522, 578, 597 ς.) Ὅτι μετὰ τὴν τοῦ Ἕκτορος ἐπιμέλειαν Πρίαμον μὲν ἐς θρόνον ἵζει Ἀχιλλεύς, τὸν κήρυκα δὲ ἐπὶ δίφρου ἤδη ἐκάθισαν οἱ τοῦ Ἀχιλλέως ἑταῖροι, αὐτὸς δὲ «ἕζετο ἐν κλισμῷ πολυδαιδάλῳ, ἔνθεν ἀνέστη, τοίχου τοῦ ἑτέρου», ἤγουν ἀντικρὺ κατὰ τὸν ἕτερον τοῖχον. Καὶ ὅρα ταὐτότητα, ὡς ἐν πολυωνυμίᾳ, θρόνου, δίφρου, καὶ κλισμοῦ. ἐξαίρετον δὲ τῷ τοῦ Ἀχιλλέως θρόνῳ τὸ κατὰ γλυφὴν ἢ γραφὴν πολυδαίδαλον. ὅτι δὲ καὶ θρόνος λέγεται ὁ κλισμός, αὐτὸς ὁ ποιητὴς ἐνταῦθα δηλοῖ. πρὸ ὀλίγων μὲν γὰρ ἔφη ὡς ἀπὸ θρόνου ὦρτο Ἀχιλλεύς, ἐνταῦθα δέ, ὅτι «ἕζετο ἐν κλισμῷ, ἔνθεν ἀνέστη». (ῃ. 601) Ὅτι κἀνταῦθα τὸ ἄγειν ἐπὶ νεκροῦ τοῦ Ἕκτορος ἐν τῷ «ὄψεαι αὐτὸς ἄγων», ἐρεῖ δὲ καὶ προϊὼν «Ἴλιον εἰσαγαγών», καὶ «ἡμίονοι νέκυν ἄγον», καὶ «ξύμβληντο νεκρὸν ἄγοντι», καὶ «ἐπὴν ἀγάγοιμι δόμονδε», καὶ «εἰσάγαγον κλυτὰ δώματα». φθάσας δὲ τὴν λέξιν καὶ ἐπὶ ζῶντος εἶπεν ἐν τῷ «ἐς δ' ἄγαγον κήρυκα». ἔστι δὲ τοῦτο μὲν δηλοῦν εἴσοδον τοῦ κήρυκος, ἐκεῖνα δὲ φορὰν τοῦ νεκροῦ. Ἰστέον δὲ ὅτι ἐπιδεικνύμενος Ἀχιλλεὺς κἀνταῦθα πολυπειρίαν ῥητορικήν, ἣν, ὡς εἰκός, ἀπώνατο καὶ Φοίνικος, ὃς αὐτῷ οὐ μόνον 4.959 ἔργων πρηκτὴρ ἕπεται ἀλλὰ καὶ μύθου ῥητήρ, ὥς που δεδήλωται, φθάσας μὲν φιλοσοφώτερον τὸν γέροντα τοῦ πενθεῖν ἀνεκτήσατο, ἐνταῦθα δὲ, ὀτρύνων αὐτὸν φαγεῖν, ἐξ ἱστορίας πειρᾶται πείθειν ὡς ἐν λόγῳ καὶ τοῦτο παραμυθητικῷ, ἐπεξεργαζόμενος τὸ ἱστορικὸν σιωπῶντι τῷ γέροντι, ὡς ἢ ἀγνοοῦντι τυχόν, ἢ καί, ὡς εἰκός, ὑποκρινομένῳ τὴν ἄγνοιαν πρὸς χάριν Ἀχιλλέως καὶ μείλιγμα. (ῃ. 599- 613) Ἔστι δὲ ὃ λέγει τοιοῦτον «υἱὸς μὲν δή τοι λέλυται, γέρον, ὡς ἐκέλευες, κεῖται δ' ἐν λεχέεσσ', ἅμα δ' ἠοῖ φαινομένῃφι ὄψεαι αὐτὸς ἄγων», ὡς ἐρρέθη, «νῦν δὲ μνησώμεθα δόρπου. καὶ γάρ τ' ἠΰκομος Νιόβη ἐμνήσατο σίτου, τῇ περ δώδεκα παῖδες ἐνὶ μεγάροισιν ὄλοντο, ἓξ μὲν θυγατέρες, ἓξ δ' υἱέες ἡβώωντες. τοὺς μὲν Ἀπόλλων πέφνεν ἀπ' ἀργυρέοιο βιοῖο, χωόμενος Νιόβῃ, τὰς δ' Ἄρτεμις ἰοχέαιρα, οὕνεκ' ἄρα Λητοῖ ἰσάσκετο καλλιπαρῄῳ· φῆ δοιὼ τεκέειν, ἣ δ' αὐτὴ γείνατο πολλούς· τὼ δ' ἄρα καὶ δοιώ περ ἐόντ' ἀπὸ πάντας ὄλεσαν. οἳ μὲν ἂρ ἐννῆμαρ κέατ' ἐν φόνῳ, οὐδέ τις ἦεν κατθάψαι, λαοὺς δὲ λίθους ποίησε Κρονίων. τοὺς δ' ἄρα τῇ δεκάτῃ θάψαν θεοὶ οὐρανίωνες. ἣ δ' ἄρα σίτου μνήσατο, ἐπεὶ κάμε δακρυχέουσα». μέχρι τούτου ἡ ἱστορία. (ῃ. 614-7) Εἶτα ἐπιπλέκει καὶ μῦθον, λέγων, ὅτι «νῦν δέ που ἐν πέτρῃσιν, ἐν οὔρεσιν οἰοπόλοισιν», ὃ καὶ ἀλλαχοῦ κεῖται, «ἐν Σιπύλῳ, ὅθι φασὶ θεάων ἔμμεναι εὐνὰς νυμφάων, αἵ τ' ἀμφ' Ἀχελώϊον ἐρρώσαντο, ἔνθα, λίθος περ ἐοῦσα, θεῶν ἐκ κήδεα πέσσει». (ῃ. 618-20) Εἶτα ἐπάγει τὴν ἀξίωσιν μετὰ καὶ ἐπαίνου «ἀλλ' ἄγε δὴ καὶ νῶϊ», τουτέστιν ἡμεῖς, «μεδώμεθα, δῖε γεραιέ, σίτου, ἔπειτά κεν αὖτε φίλον παῖδα κλαίοισθα Ἴλιον εἰσαγαγών· πολυδάκρυτος δέ τοι ἔσται», εἴγε δηλαδὴ δι' αὐτὸν καὶ οὕτω κατετόλμησας καὶ τοσαῦτα λύτρα δέδωκας, καὶ ὧδε παρ' ἡμῖν τοῖς ἐχθίστοις πενθεῖς. Ὅρα δὲ ὅτι οὐδ' ἐνταῦθα κλαίειν ἀφίησιν ἄρτι τὸν Πρίαμον ὁ Ἀχιλλεὺς διὰ τὰ προειρημένα, καὶ ὅτι τὴν μυθικήν, εἴτε ἀφέλειαν εἴτε γλυκύτητα καλοῖς, ὁ ποιητὴς ἐκόσμησε σχήμασιν, ἤγουν παρίσοις, τρισὶ μὲν κατὰ πτῶσιν δοτικήν· πέτρῃσιν, οὔρεσιν, οἰοπόλοισιν, δυσὶ δὲ κατὰ γενικήν· θεάων, νυμφάων, ἔτι δὲ καὶ ἐπαναφορᾷ τῇ κατὰ πρόθεσιν· ἐν πέτραις, ἐν Σιπύλῳ. (ῃ. 602) Ἰστέον δὲ ὅτι τὴν Νιόβην οἱ μὲν Ταντάλου, οἱ δὲ Πέλοπος κατάγουσι, καὶ γυναῖκα δέ τινες μὲν Ζήθου φασίν, οἱ δὲ Ἀμφίονος, ἕτεροι δὲ Ἀλαλκομενέως. καὶ ἡ συμφορὰ δὲ αὐτῆς κατὰ μέν τινας ἐν Λυδίᾳ, κατὰ δέ τινας ἐν Θήβαις γενέσθαι λέγεται. Σοφοκλῆς δὲ τοὺς μὲν παῖδας αὐτῇ ἐν Θήβαις 4.960 ἀπολέσθαι φησίν, αὐτὴν δὲ εἰς Λυδίαν ἐλθεῖν. ὁ δὲ τῶν παίδων αὐτῇ ἀριθμὸς Ὁμήρῳ μὲν κατὰ ἑξάδα μετρεῖται θυγατέρων καὶ ἑξάδα υἱῶν, προτεθεισῶν ἐν τῷ μέτρῳ τῶν θηλειῶν, ἢ ἁπλοϊκῶς, ὡς Ὁμήρῳ ἔδοξεν, ἢ καὶ συνδιατιθεμένης τῆς ποιήσεως, ἐπεὶ προσπαθέστερον ἡ μήτηρ εἶχεν αὐταῖς.