τέως», ἤγουν ἐν τοσούτῳ, «αὐτός τε μένω καὶ λαὸν ἐρύκω», ὡς πολέμαρχος δηλαδή. καὶ οὕτω μὲν Ἀχιλλεύς. ὁ δὲ γέρων δώδεκα ἡμέρας ὁρίζει τῷ πράγματι, ὡς ῥηθήσεται. Ὅρα δὲ ὡς καθ' ὁμοιότητα τοῦ «αὐτῆμαρ» καὶ «ἐννῆμαρ» λέγει ἐνταῦθα καὶ «ποσσῆμαρ», ἤτοι πόσας ἡμέρας, καὶ ὅτι δῖον τὸν ἔχθιστον Ἕκτορα λέγει, ὡς ἤδη καταμαλαχθεὶς εἰς πρᾳότητα, δι' ἣν καὶ τὸν Πρίαμον γέροντα φίλον προσέφη, ὃς δὴ γέρων θαρρήσας ἤδη ὡς οὐ χολοῦται Ἀχιλλεύς, δῖον καὶ αὐτὸς τὸν υἱὸν καλεῖ, ὡς αὐτίκα εἰρήσεται, εὐκαιρήσας εἰς ἔπαινον τοῦ φιλτάτου παιδός. (ῃ. 660-7) Ὅτι ὁ Πρίαμος δώδεκα ἡμέρας ἐνδοθῆναι, ὡς ἐρρέθη, αὑτῷ ζητεῖ πρὸς Ἀχιλλέως, ὡς πολεμάρχου δηλαδή, εἰπὼν «εἰ μὲν δή μ' ἐθέλεις τελέσαι τάφον Ἕκτορι δίῳ, ὧδε κέ μοι ῥέξας», ἢ «ῥέζων, Ἀχιλεῦ, κεχαρισμένα θείης», ὅπερ ἐστὶ περίφρασις τοῦ χαρίσαιο, τουτέστι τὰ πρὸς χάριν ποιήσοις. «οἶσθα γὰρ ὡς κατὰ ἄστυ ἐέλμεθα», ὅ ἐστιν εἰλούμεθα, συγκλειόμεθα, «τηλόθι δ' ὕλη ἀξέμεν ἐξ ὄρεος, μάλα δὲ Τρῶες δεδίασιν. ἐννῆμαρ μὲν αὐτὸν ἐνὶ μεγάροις γοάοιμεν, τῇ δεκάτῃ δέ κε θάπτοιμεν, δαινῦτό τε λαός· ἑνδεκάτῃ δέ κε τύμβον ἐπ' αὐτῷ ποιήσαιμεν, τῇ δὲ δυωδεκάτῃ πολεμίξομεν, εἴ περ ἀνάγκη», ἀντὶ τοῦ ἐπεὶ πέπρωται οὕτως. ἀνάγκη γὰρ νῦν μάλιστα, ἡ δοξαζομένη κρείττων εἶναι καὶ 4.972 τῶν Μοιρῶν. δύναται δὲ νοηθῆναι καὶ ἀντὶ τοῦ «ἐάν περ ἀνάγκη», ὡς μὴ φύσει μηδὲ ἀναγκαίου τοῦ πολέμου ὄντος, θέσει δὲ καὶ ἐξ ἔριδος οἷα τυκτοῦ κακοῦ, ὥς που προείρηται. Καὶ ὅρα ὅπως γοργῶς διὰ τὸ μὴ εὐκαιρεῖν ἐν ὀλίγοις ἔπεσι διασκευὴν ἐνδόξου ταφῆς προεξέθετο. (ῃ. 664) Ἰστέον δὲ ὅτι βαρβαρικὸν τὸ ἐννῆμαρ κλαίειν τὸν νεκρόν, ὥσπερ καὶ αἱ μετ' ὀλίγα δηλωθησόμεναι ἀοιδοὶ θρήνων ἔξαρχοι. ὁ γάρ τοι ἄγαν φιλῶν τὸν Πάτροκλον Ἀχιλλεὺς ἄλλως ἐκεῖνον Ἑλληνικῶς ἐτίμησεν. τάχα δὲ καὶ διότι τηλόθεν ἡ ὕλη τοῖς ἄνω περὶ τὴν Τροίαν, καθάπερ ὁ γέρων λέγει, ταῖς ἡμέραις τῆς κομιδῆς ἐκείνης ὁ γόος συμμεμέτρηται. Ὅρα δὲ καὶ τὰ ἐν πενθικῷ λόγῳ πάρισα, οὐ κατ' ἐπιτήδευσιν εὑρημένα, οἴκτοις γὰρ οὐ πάνυ δοκεῖ πρέπειν τὰ τοιαῦτα, τεθειμένα δὲ κατὰ φύσιν ἀφελῶς, τὸ γοάοιμεν, θάπτοιμεν, ποιήσαιμεν, πτολεμίξομεν. [∆ῆλον δ' ὅτι καὶ ὁ γόος καὶ τὸ γοᾶν ὠνοματοπεποίηνται, ἐξ ὧν καὶ ὁ γόης, ὡς ἐν ἄλλοις δεδήλωται.] (ῃ. 662) Ὅρα δὲ καὶ ὡς ἐκ τοῦ ˉγˉαˉρ συνδέσμου κἀνταῦθα ἤρξατο, εἰπὼν «οἶσθα γάρ», καὶ ἑξῆς, ὅπερ καὶ ὁ ˉἐˉπˉεˉι σύνδεσμος ποιεῖ, φίλαρχος ὤν ποτε καὶ αὐτός. λέγει οὖν· ἐπειδὴ τὰ καὶ τὰ πάσχομεν, ἐννῆμαρ μὲν γοάοιμεν, καὶ τὰ ἑξῆς, ὡς ἐν λόγῳ συνήθους προαναφωνήσεως. (ῃ. 663) Τὸ δὲ «ἄγειν ὕλην» καὶ νῦν ἢ τὸ κλᾶν δηλοῖ, ὅθεν καὶ ἡ ἀξίνη, ἢ ἁπλῶς τὸ φέρειν. (ῃ. 665) Τὸ δὲ δαίνυσθαι ἐνταῦθα τὸν τάφον δηλοῖ, τουτέστι τὸ ἐπὶ τῷ νεκρῷ περίδειπνον, ὃ καὶ αὐτὸ δαῖτα ἔστι λέγειν γενικῶς. εἴη δὲ ἂν ἐνταῦθα τὸ «δαινῦτο» συγκοπὲν ἴσως ἐκ τοῦ δαινύοιτο, ἵνα ὁμοεγκλίτως εἴη «δάπτοιμεν δαινύοιτό τε λαός». (ῃ. 669 ς.) Ἰστέον δὲ ὅτι τοῦ γέροντος δωδεκαήμερον, ὡς εἴρηται, προθεσμίαν αἰτήσαντος, Ἀχιλλεύς φησιν «ἔσται τοι καὶ ταῦτα, γέρον Πρίαμε, ὡς σὺ 4.973 κελεύεις· σχήσω γὰρ τόσσον πόλεμον χρόνον, ὡς σὺ ἄνωγας», ἢ «ὅσσον ἄνωγας». Ἔνθα ὅρα ὅτι τε ταὐτὸν κελεύειν καὶ ἀνώγειν, καὶ ὡς τὸ πᾶν δύναται Ἀχιλλεὺς παρὰ τοῖς Ἀχαιοῖς. (ῃ. 671 ς.) Λέγει δὲ ὁ ποιητὴς καὶ ὅτι οὕτως εἰπὼν Ἀχιλλεὺς «ἐπὶ καρπῷ χεῖρα γέροντος ἔλλαβε δεξιτερήν, μή πως δείσῃ ἐνὶ θυμῷ». μέγα οὖν εἰς πίστωσιν τὸ δεξιοῦσθαι, ὅ ἐστι τῶν δεξιῶν χειρῶν ἅπτεσθαι. Ὅρα δὲ καὶ ὡς οὐ θέναρος οἱ δεξιούμενοι, ἀλλὰ καρποῦ ἥπτοντο. οὐδαμοῦ δὲ τὸ τοιοῦτον σαφέστερον ἡρμήνευσεν ὁ ποιητής. (ῃ. 675) Κεῖται δ' ἐν τούτοις πάλιν τὸ εὔπηκτον, ὡς καὶ ἐν τῇ ιʹ ῥαψῳδία ἐπὶ σκηνῆς, ὡς ἑτέρωθι ἐπὶ οἴκων τὸ τυκτόν καὶ εὔτυκτον. φησὶ γὰρ «αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης εὐπήκτοιο», ἤγουν εὐπαγοῦς. εἶπε δὲ τὸ «μυχῷ» πρὸς διαστολὴν τοῦ κατὰ τὴν αἴθουσαν προδόμου, ἔνθα καὶ κοιμήσαντο κῆρυξ καὶ Πρίαμος. (ῃ. 676) Εἶτα μέμνηται Ὅμηρος εἰς οὐδὲν ἀναγκαῖον καὶ τῆς Βρισηΐδος, ὑποκινῶν τῷ ἀκροατῇ μνήμην αὐτῆς, ὡς μυρίων περιπετειῶν αἰτίας διὰ τὴν ἐπ' αὐτὴν μῆνιν τοῦ Ἀχιλλέως. φησὶ γὰρ «τῷ δὲ Βρισηῒς