καὶ Ἀπόλλων, οἷς ἐγὼ σπένδω». (ῃ. 706) Τὸ δὲ «ἐχαίρετε» εἰς λύπην προκαλεῖται ἀνάλογον. εἰ γὰρ ἔχαιρον ζῶντι μάχης ἐκνοστοῦντι τῷ Ἕκτορι, δῆλον ὅτι τεθνεῶτος μεγάλα πενθήσουσιν, ἐπεὶ μέγα τότε χάρμα ἦν, ὅ ἐστιν ἡδονή, οὐ μὴν ἐπίχαρμα δυσμενέεσσι. Τὸ δὲ «πόλει παντί τε δήμῳ» ἢ ὡς ἐν σχεδιασμῷ ταὐτολογεῖ, ταὐτὸν γὰρ πόλις καὶ δῆμος, καθὰ δηλοῖ εὐθὺς ῥηθὲν τὸ «οὐδέ τις ἐν πτόλεϊ ἐλείπετο», καὶ Ἕκτωρ δέ που χολούμενος τῷ ἀδελφῷ ἔφη «πῆμα πόληΐ τε παντί τε δήμῳ», ἢ δῆμος μὲν οὐ δηλοῖ καὶ γυναῖκας, ἡ πόλις δὲ καὶ αὐτάς. (ῃ. 707) Τὸ δὲ «ἐνὶ πτόλεϊ» συνίζησιν ἔχει τῶν τελευταίων δύο φωνηέντων τοῦ ˉε καὶ τοῦ ˉι εἰς μίαν βραχεῖαν, 4.976 ὃ δὴ σπανίως γινόμενον συνέβη καὶ ἐν τῷ «ἀλλὰ τεὸν οὔποτε θυμόν» καὶ ἑξῆς, ὥς που προδεδήλωται. (ῃ. 708) Τὸ δὲ «ἀάσχετον» ἀντὶ τοῦ λίαν ἄσχετον πρὸς διαστολὴν λέγεται τοῦ μὴ λίαν ἀσχέτου, ὁποῖος καὶ ὁ γόος, οὗ αἶψα κορεννύμεθα. καὶ ἔστι καὶ ἡ τοιαύτη λέξις τρισύνθετος, εἰ καὶ μὴ κατὰ τὸ δυσαριστοτόκεια μηδὲ κατὰ τὸ πανάποτμος καὶ δυσάμμορος καὶ παναώριος, ἀλλά γε κατὰ τὸ ἀάατος. (ῃ. 710 ς.) Τὸ δὲ «πρῶται τόν γε τιλλέσθην», ἀντὶ τοῦ εἰς τοῦτον ἢ διὰ τοῦτον, τὸν φερόμενον δηλαδὴ νεκρόν. δηλοῖ δὲ ἐλλειπτικῶς τὸ τίλλεσθαι ἐνταῦθα μὲν τριχῶν πένθιμον ἔκσπασιν, ἡ δὲ παρὰ τῷ Κωμικῷ Ἀττικὴ χρῆσις οὐκ εὐσχήμονα σημασίαν δηλοῖ, δρωπακισμόν τε σημαίνουσα καί τι κακοσχημονέστερον ἕτερον. Τὸ δὲ «ἐπ' ἄμαξαν» Ἰωνικὴν ψίλωσιν τῆς ἀμάξης δηλοῖ. εἰ δέ τις ἰσχυρογνωμονεῖ, γράφων «ἐφ' ἅμαξαν», εἴη ἂν προσήκων ταῖς ἐξ ἀμάξης, ὅ φασιν, λοιδορίαις διὰ τὸ φίλερι. (ῃ. 712) Τὸ δὲ «ἁπτόμεναι κεφαλῆς» τῆς ἦν ὅτε φιλτάτης, οἴκτιστον ἐν τοῖς ῥηθεῖσι καὶ αὐτό. [Μετ' ὀλίγα οὖν καὶ ἡ φίλανδρος λευκώλενος, ὡς ἐκεῖ ὁ ποιητὴς ἐρεῖ, Ἀνδρομάχη ἐξάρχει γόου «Ἕκτορος ἀνδροφόνοιο κάρη μετὰ χερσὶν ἔχουσα».] (ῃ. 716) Ὅτι τὸ τὸν ὄχλον ὧδε καὶ ἐκεῖ χωρισθῆναι οὐ μόνον διασχεῖν λέγεται, ἀλλὰ καὶ εἴξειν καὶ διαστῆναι. φησὶ γοῦν «εἴξατέ μοι οὐρεῦσι διελθέμεν», οὓς φθάσας ἡμιόνους ἔλεγε, καὶ μετ' ὀλίγα, «οἳ δὲ διέστησαν καὶ εἶξαν ἀπήνῃ». (ῃ. 720-2) Ὅτι παρεκάθισαν τῷ τοῦ Ἕκτορος νεκρῷ ἀοιδοὺς θρήνων ἐξάρχους, οἳ δέ», ἢ «οἵ τε», «στονόεσσαν ἀοιδὴν οἳ μὲν ἂρ ἐθρήνεον, ἐπὶ δ' ἐστενάχοντο γυναῖκες», ὅπερ καὶ ἐπὶ τῆς Ἀνδρομάχης ἐρεῖ, ἐπὶ δὲ τῆς Ἑκάβης «γόον ἀλίαστον ὄρινεν», ἐπὶ δὲ Ἑλένης «ἔστενε δῆμος ἀπείρων». Βαρβαρικὸν 4.977 δὲ καὶ οἱ τῶν θρήνων ἔξαρχοι ἀοιδοί. ἦσαν γὰρ καὶ ᾠδαὶ θρηνητήριοι, ὁποῖα ὕστερον καὶ τὰ λεγόμενα μέλη Καρικά. καὶ οἱ Ἑλληνικοὶ δὲ ἔλεγοι, ὅ ἐστι θρῆνοι, οἳ μετ' αὐλοῦ, φασίν, ᾔδοντο. πένθιμος γὰρ ἦν τὸ πρῶτον, φασίν, ὁ αὐλός. Μίδας δὲ ὁ Γορδίου παραβώμιον αὐτὸν ἐποίησεν ἀποθεῶσαι τὴν μητέρα βουληθείς. (ῃ. 722) Τὸ δέ «οἳ μὲν ἄρ» περισσὸν κεῖται διὰ καινὸν σχηματισμόν. καὶ χωρὶς γὰρ αὐτοῦ ὁ λόγος εὐσύντακτος. ποιεῖ δὲ ὅμως αὐτὸ καινότητα σχήματος, ἧς αἴτιος δοκεῖ εἶναι ὁ σχεδιασμός. ἐπεὶ γὰρ ἡ στονόεσσα ἀοιδή, ὅ ἐστιν ὁ θρῆνος, οὐκ ἦν καὶ ἀνδρῶν καὶ γυναικῶν, ἀλλ' αἳ μὲν ἐστενάχοντο, οἳ δ' ἐθρήνουν, διὰ τοῦτο εἰπὼν «οἳ στονόεσσαν ἀοιδήν», ὃ οὐκ ἦν ἀμφοῖν κοινόν, ἐπαναλαβὼν καὶ μερίσας διευκρίνησεν· οἳ μὲν ἐθρήνεον διὰ τῆς εἰρημένης ἀοιδῆς, αἱ δὲ γυναῖκες ἐστέναζον, ὡς οἷον ὄργανόν τι οὖσαι βομβητικὸν αὐταὶ διὰ στεναγμοῦ ἐπὶ τῇ ἐμμελείᾳ τῆς ῥηθείσης ἀοιδῆς. (ῃ. 721) Ὅρα δὲ τὸ «θρήνων ἔξαρχοι», ὅθεν ἐπὶ μὲν Ἀνδρομάχης ἐρεῖ ἦρχε γόοιο», ἐπὶ δὲ Ἑκάβης καὶ Ἑλένης «ἐξῆρχε γόοιο». Ὅτι ἐπεὶ ἐχρῆν μὴ μόνον ἔξωτῆς πόλεως κείμενον τὸν Ἕκτορα ἐν τοῖς πρὸ τούτων μονῳδηθῆναι, ἀλλὰ καὶ μάλιστα εἰς Τροίαν ἀχθέντα, τὸν μὲν Πρίαμον οὐδέν τι πένθιμον ὁ ποιητὴς πλάττει λαλοῦντα, ἱκανῶς γὰρ ἤδη ὁ γέρων ἐπαθήνατο ἔν τε τῇ Τροίᾳ καὶ παρὰ τῷ Ἀχιλλεῖ, τὴν γυναῖκα δὲ Ἀνδρομάχην ἐπιλεξάμενος, ἣ μάλιστα καὶ ἐφίλει τὸν Ἕκτορα καὶ αὖ πάλιν ἀντεφιλεῖτο, μετὰ δέ, τὴν μητέρα, οὐδὲν ἧττον τῆς γυναικὸς διατεθειμένην περὶ τὸν κείμενον, καὶ ἐπὶ ταύταις τὴν Ἑλένην διὰ τὸ καινότερον, ξενίζει γὰρ τὸ τὴν ἔπηλυν ὑπὲρ τὰς τοῦ ἄστεος ἐπὶ τῷ κειμένῳ παθαίνεσθαι, μονῳδεῖ τεχνικῶς διὰ τῶν τριῶν τούτων προσώπων τὰ καίρια,