τάφον, ὃς δαῖτα ἐδήλου, εἶτα σχήματι συμπληρωτικῷ κατακλείει τὴν ποίησιν, εἰπὼν «ὣς οἵ γ' ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο», ἀμφιέπειν κἀνταῦθα εἰπὼν τὸ ἐνεργεῖν, ἢ λόγοις παρὰ τὸ ἔπω, τὸ λέγω, ἢ σωματικαῖς κινήσεσι παρὰ τὸ ἕπω, τὸ ἀκολουθῶ. 4.991 Ὅρα δὲ τὸ «συναγειρόμενοι δαίνυντο δαῖτα» ὅτι τε Ἀττικῶς πέφρασται κατὰ τὸ «βουλὴν βουλεύουσι» καὶ τὰ ὅμοια, [καὶ ὅτι μὴ συμποσίου προκειμένου, καθὰ οὐδὲ ἐν τῷ δόρπῳ τῷ ἐπὶ τοῦ Πατρόκλου, οὔτε εἰς δεκάδας ἀριθμοῦνται οἱ δαινύμενοι, ὥς που ὁ βασιλεὺς Ἀγαμέμνων διώρισεν, οὔτε μὴν εἰς μετριώτερον ἀριθμόν, ὡς ἔπαιξε συμποσιακῶς Ἀρχέστρατος ὁ Συρακούσιος, γράψας τὸ «ἐν μιᾷ πάντας δειπνεῖν ἀβρόδαιτι τραπέζῃ. ἔστωσαν δέ», φησί, «ἢ τρεῖς ἢ τέσσαρες οἱ ξύμπαντες ἢ τῶν πέντε γε μὴ πλείους. ἤδη γὰρ ἂν εἴη μισθοφόρων ἁρπαξιβίων σκηνὴ στρατιωτῶν». ἀλλ' οὐδὲ εἰς τόπους ῥητούς, ὥσπερ καὶ ἄνδρας, μετροῦνται κατὰ τὸν ἱστορήσαντα, ὡς ἡ τῶν Καρνήων παρὰ Λάκωσιν ἑορτὴ μίμημα ἦν στρατιωτικῆς ἀγωγῆς. τόποι μὲν γάρ, φησίν, ἐννέα τῷ ἀριθμῷ, σκιάδες μὲν καλούμενοι, σκηναῖς δέ τι ἔχοντες παραπλήσιον· ἐννέα δὲ καθ' ἕκαστον ἄνδρες ἐδείπνουν. φιλία ἴσως καὶ ἐκεῖ ἀριθμοῦ Ὁμήρῳ φίλου τοῦ ἐννέα. διὸ καὶ ἐπάγει ὁ τοῦθ' ἱστορήσας τὸ «γίνεται δὲ ἡ ἑορτὴ ἐφ' ἡμέρας ἐννέα». καί πως ἔοικε πρὸς ταῦτα τὸ «ἐννέα δ' ἕδραι ἦσαν. προΐσχοντο δὲ ἀφ' ἑκάστης ἐννέα ταύρους», ὅπερ ἡ Ὀδύσσεια ἱστορεῖ. καὶ οὕτω μὲν καὶ ταῦτα.] Εἰ δὲ καὶ ὁ ἀγερμὸς τῶν δαινυμένων οἷός τε καὶ ὅσος ἦν σιωπᾶται καὶ ἡ τῆς δαιτὸς ποιότης, δοτέον καὶ αὐτὸ τῇ προσημανθείσῃ ἐπιτομῇ, δι' ἣν καὶ ἀέθλων ἀγέραστος ὁ Ἕκτωρ κεῖται, οἰκτρὸς μὲν ἄλλως τά γε ἄλλα, Ὁμήρῳ δὲ οὐ τοιοῦτος, ὅτι μηδὲ Ἀχιλλεῖ τῷ φίλῳ. Τέλος τῆς Ἰλιάδος.