ἡμῖν τῶν οὐρανῶν ἐχα ρίσω, κτίστα καὶ δημιουργὲ τῶν πάντων, Λόγε τοῦ Πατρός· σὺ γὰρ πάλιν ἡμᾶς ἀνέκτισας, καί σου ποιή ματά ἐσμεν, κτισθέντες ἐπὶ ἔργοις ἀγαθοῖς. Φῶς ἀλη θῶς καὶ ἀπαύγασμα τοῦ Πατρός· σὺ γὰρ ἡμᾶς ἐν σκότει κατέλαμψας, καὶ μὴ βλέποντας ἡμᾶς εἰς φῶς ἤγαγες. Μορφὴ καὶ εἰκὼν ὄντως τοῦ Πατρός· σὺ γὰρ ἡμᾶς ἀπολλυμένους ἐμόρφωσας, καὶ πάλιν ἐχα ρίσω τὸ κατ' εἰκόνα. Θεὲ Λόγε καὶ ἀληθῶς ζωή· σὺ γὰρ ἀποθανόντας ἐζωοποίησας, καὶ φθαρέντας ἀνε καίνισας, ἐνδύσας τὴν ἀφθαρσίαν. ∆ύναμις ἀληθῶς, καὶ βραχίων, καὶ δεξιὰ τοῦ Πατρός· σὺ γὰρ καὶ τὰς ὠδῖνας ἔλυσας τοῦ θανάτου, θύρας χαλκᾶς καὶ μοχλοὺς σιδηροῦς κατέαξας, ὡς ἡ Γραφὴ λέγει. Σὺ καὶ τὸν δράκοντα, τὸν ὄφιν, τὸν διάβολον, ἐν ἀνθρωπίνῳ ἀγκίστρῳ περιήγαγες ἐν τῷ τροπαίῳ τοῦ σταυροῦ. ∆ιὰ σὲ καὶ τὴν σὴν θείαν ἀνδραγαθίαν πάντες μὲν αὐτὸν πατοῦσι, πάντες δὲ αὐτοῦ καταπαίζουσι. Σοῦ γὰρ πρώτου παίξαντος εἰς αὐτὸν, γέγονε λοιπὸν ἀρχὴ πλάσματος Κυρίου, πεποιημένου εἰς τὸ καταπαίζεσθαι. Καὶ σοῦ τοῦτον καταβαλόντος, γέγονε πᾶσι θαῦμα, ὥστε καὶ λέγειν· «Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρα νοῦ ὁ Ἑωσφόρος, ὁ πρωῒ ἀνατέλλων;» Καὶ σοῦ λαβόν τος παρ' αὐτοῦ τὸ καθ' ἡμῶν χειρόγραφον, καὶ προσ ηλώσαντος αὐτὸ τῷ σταυρῷ, πάντες κατ' αὐτοῦ κα τακερτομοῦσι λέγοντες· «Πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν; καὶ ἀναπέπαυται ὁ ἐπισπουδαστής; συν έτριψεν ὁ Θεὸς τὸν ζυγὸν τῶν ἁμαρτωλῶν. Λοιπὸν γὰρ ὑποκάτω αὐτοῦ στρώννυται σῆψις, καὶ τὸ κατακάλυμ μα αὐτοῦ γίνεται σκώληξ,» καὶ πάντες οὐκέτι τὸν δράκοντα φοβοῦνται, ἀλλὰ σὲ, καὶ διὰ σοῦ τὸν Πατέρα προσκυνοῦσιν. Οὕτω μὲν οὖν ὁ Κύριος ἐξαναστὰς, ταχέως κατέ παιξε τοῦ θανάτου, καὶ ἡμᾶς ἠλευθέρωσεν ἀπ' αὐ τοῦ. Ἰουδαῖοι δὲ, οὐδὲ ταῦτα βλέποντες, ᾐσχύνοντο, ἀλλὰ καὶ ἠγνόουν τολμῶντες κατὰ τοῦ Σωτῆρος, ὅτι καθ' ἑαυτῶν ἐπεχείρουν ταῦτα. Οὐκ ἔβλεπον γὰρ παραδιδόντες τὸν Κύριον, ὅτι τὴν τῆς Ἱερουσαλὴμ παράδοσιν προκαλοῦνται, λέγοντος τοῦ προφήτου Ἱε ρεμίου· «Παραδιδομένη παραδοθήσεται Ἱερουσαλὴμ εἰς χεῖρας Ναβουχοδονόσωρ βασιλέως Βαβυλῶνος.» Καὶ οὐκ ἔβλεπον, ὅτι, μὴ θέλοντες δουλεύειν τῷ Κυ ρίῳ, ὑπέβαλλον ἑαυτοὺς τῷ διαβόλῳ δούλους, καὶ ὑπηρέτουν αὐτῷ εἰς τὴν κατὰ τοῦ Σωτῆρος ἐπιβου λήν. Ἠγνόουν γὰρ τὸν Βαραββᾶν αἰτούμενοι, καὶ τὸν Κύριον ἀποκτείνοντες, ὅτι τὸν μὲν βίον βιώσονται τοῦ Βαραββᾶ, καὶ πᾶσα στάσις καὶ φόνος παρ' αὐτοῖς αὐξήσει· ἀποβαλοῦσι δὲ ἀφ' ἑαυτῶν τὸ φῶς καὶ τὴν ἀλήθειαν, καὶ πάντα ὅσα ἐστὶν ὁ Κύριος, ὡς ὁ Ἡσαΐας λέγει· «Ἰδοὺ δὴ ὁ δεσπότης Κύριος Σαβαὼθ, ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, γίγαντα 28.241 καὶ ἰσχύοντα, καὶ ἄρχοντα πολεμιστὴν, καὶ δικαστὴν, καὶ προφήτην, καὶ στοχαστὴν, καὶ πρεσβύτερον, καὶ πεντηκόνταρχον, καὶ θαυμαστὸν σύμβουλον, καὶ σο φὸν ἀρχιτέκτονα, καὶ συνετὸν ἀκροατήν. Καὶ ἐπι στήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν.» Ἐνέπαιζον γὰρ οἱ ἄθλιοι τῷ Κυρίῳ, καὶ οὐκ ἔβλεπον, ὅτι τὸ προφητικὸν κατ' αὐ τῶν ἐπληροῦτο ῥητὸν τὸ λέγον· «Ἐμπαῖκται κυριεύ σουσιν αὐτῶν.» Τοῦτο γάρ ἐστι τὸ παράδοξον τοῦ Σωτῆρος, ὅτι σταυρούμενος ἔπασχε μὲν ὑπὲρ τῆς ἀνθρωπότητος, κατέπαιξε δὲ τοῦ θανάτου, καὶ κατὰ Ἰουδαίων ἐπληροῦτο τὰ γεγραμμένα. Ὅτι δὲ καὶ τὸ φῶς ἀφῄρηται ἀπ' αὐτῶν, γέγραπται ἐν τῷ Ἱερεμίᾳ οὕτως· «Ὁ Λόγος ὁ γενόμενος ἐπὶ Ἱερεμίαν ἐπὶ πάντα τὸν λαὸν Ἰούδα.» Εἶτα ἐπιφέρει λέγων· «Ἀφελῶ ἀπ' αὐτῶν φωνὴν εὐφροσύνης, καὶ φωνὴν χαρᾶς, φωνὴν νυμφίου καὶ φωνὴν νύμφης, ὀσμὴν μύρου καὶ φῶς λύχνου.» Ἀμέλει παρεδίδουν τοῖς ἔθνεσι τὸν Κύριον, καὶ οὐκ ᾔδεισαν, ἀλλ' ἐτύφλωτ τον, ὅτι αὐτοὶ οὐ μετὰ πολὺ μιανθήσονται ἐν τοῖς ἔθνεσι καὶ εἰς τὴν κληρονομίαν αὐτῶν εἰσελεύσονται κατ' αὐτῶν τὰ ἔθνη, καθάπερ γέγραπται· «Ὁ Θεὸς, εἰσήλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίανον τὸν ναὸν τὸν ἅγιόν σου, ἔθεντο Ἱερουσαλὴμ εἰς ὀπωρο φυλάκιον.»
19