Homilia de passione et cruce domini

 λόγου καὶ προαιρέσεως αὐτῆς φθάνει. Οὐδὲ γὰρ εἴ τίς ἐστι πένης χρημάτων, οὗτος καὶ προαιρέσεως. Ἀμέλει τὸ μέγα ὄντως καὶ θεῖον μυστήριον ἡμῶν οὐκ ἐπὶ

 ἀληθείᾳ,» δι' ἧς μόνης ἐπικαλεῖσθαι δύναται ὁ Θεός. Ὥστε τί ὀμνύουσι Θεὸν οἱ μηδὲ ἐν τοῖς μικροῖς πίστιν ἔχοντες; ἄλλως τε καὶ ὁ ὅρκος ἀληθείας ἐστὶ μ

 μετὰ τριήμερον κατασκαφῆναι τὴν Νινευΐ· ἀλλ' ὅτι τρεῖς ἡμέρας ὑμῶν ἀνέξομαι· ἵνα ἐν τῇ ἀνοχῇ τῶν τριῶν ἡμερῶν, ἐξουσίαν ἔχωσι μετα νοῆσαι, ἢ τὴν μετὰ

 τὸν Ἐμμανουήλ· αὐτὸς δὲ ἐκ Μαρίας τῆς Παρθένου γεννηθεὶς καὶ Θεὸς φαινόμε νος, ἐπλήρου προφήτου τὸν λόγον. Καὶ ὁ μὲν Μιχαίας προαπήγγειλε καὶ τὸν τόπο

 τὰ γινόμενα, ἀλλ' ὅτι γίνεσθαι μέλλει, διὰ τοῦτο καὶ προλέγουσι, καὶ ἀνάγκη μὴ ψεύδεσθαι τοὺς προφήτας, ὁρῶσι γὰρ ἀληθῶς. Εἰ γὰρ καθ' ὑπόθεσιν μὴ προα

 τυγχάνον καὶ πρὸ τούτου, κατ' ὀλίγον δὲ καὶ αὐξανόμενον, καὶ ἀφόρητον γινό μενον τοῖς ἀνθρώποις. Καὶ γὰρ καὶ ὁ θάνατος ἐπὶ πάντας καὶ κατὰ πάντων ἴσχυ

 κατάραν τεθάφθαι διαβε βαιοῦνται. Ὅπερ εἰ οὕτως ἔχει, θαυμάζω τοῦ τόπου τὴν οἰκειότητα. Ἔδει γὰρ τὸν Κύριον, ἀνανεῶσαι θέλοντα τὸν πρῶτον Ἀδὰμ, ἐν ἐκε

 αὐτῷ περιελείπετο λοιπὸν τὸ ἆθλον, πάντων γυμνωθέντι. ∆ιὸ καὶ πάντα ποιεῖ τοῦ μαθεῖν ἕνεκεν, εἰ οὗτός ἐστιν ὁ Σωτήρ· καὶ τοῦτο ἐποίει, ἵνα, ἐὰν ὄντως

 ἐσκυλεύοντο ὑπ' αὐτοῦ. Ἐπειδὴ γὰρ τῇ ἁμαρτίᾳ πεφονοκτόνητο ἡ γῆ ὑπὸ τοῦ διαβόλου, καὶ πλεῖον ὑδάτων αἵμασιν ἦν βεβαμμένη, ἐξ ἀρχῆς μὲν χάνασα καὶ δεξα

 ἐναν τίον. Ἔχων γὰρ αὐτὰς ἀπώλεσε, καὶ ᾠήθη μὴ ἔχων δύνασθαι λαβεῖν αὐτάς· ἀλλ' οὐ πρότερον εἴληφεν, εἰ μὴ τὴν καθ' ἡμῶν ἐν αὐταῖς κειμένην κατάραν ἐκ

 μελλόντων. Οὕτω γὰρ μᾶλλον εὐχερὴς ἡ κατὰ τοῦ διαβόλου καὶ πάσης ἁμαρτίας νίκη γένηται, ἢ ὅταν ἀμυνώμεθα. Ἀμυνόμενοι μὲν γὰρ καὶ ἀνταδικοῦντες τοὺς ἀν

 λὴν, καὶ δύσιν, καὶ ἄρκτον, καὶ μεσημβρίαν, ἐφόρει ταῦτα· ἅπερ θεωρήσας ὁ Ἰωάννης ἐνδεδυμένον αὐτὸν ἔλεγεν· «Ἰδὲ ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρ τί

 πιστεύσομεν αὐτῷ.» Οὐ πιστεύειν δὲ ἤθελε τοὺς Φαρισαίους ὁ τῆς ἀπιστίας διδάσκαλος δράκων· ἀλλὰ φεύγειν ἤθελε 28.225 τὸν Κύριον τὸν θάνατον. Οὐδὲ μαθε

 πάλιν ὡς ὑποπίπτων σχηματίζεται, ἵνα προσελθόντα τὸν ἐχθρὸν τέλεον χειρώσηται. Ὁ μὲν γὰρ δράκων οὐκ ἤθελεν ἀποθνήσκειν τὸν Κύριον, οὐδὲ κρεμάμε νον ἐπ

 δάκρυον ἀπὸ παντὸς προσώπου.» Εἶτα ἐκβληθεὶς ὁ ἄθλιος ἀπὸ τοῦ ᾅδου, καθ ήμενος παρὰ τὰς πύλας, θεωρεῖ ἐξαγομένους πάντας, τοὺς πεπεδημένους, τῇ τοῦ Σω

 καταπαῖξαι, ἀλλὰ καὶ ἡμᾶς ἐπ' αὐτοῦ ἐπιθεῖναι· ἵνα μὴ μόνον ἡμᾶς τῆς δουλείας ἐλευθερώσῃ, ἀλλὰ καὶ τὸν δουλώ σαντα ἡμᾶς καταργήσῃ· μήποτε πάλιν ἰσχύσα

 οὓς ἐφοβοῦντο δαίμονας ἐν τοῖς εἰδώλοις, τούτους τὸν Κύριον ἐπιγνόντες λοιπὸν καταλείπουσι, καὶ ἀπὸ ἄλλων διώκουσι· καὶ ἣν εἰδωλολατροῦντες ἡδονὴν ἐφο

 ἡμῖν τῶν οὐρανῶν ἐχα ρίσω, κτίστα καὶ δημιουργὲ τῶν πάντων, Λόγε τοῦ Πατρός· σὺ γὰρ πάλιν ἡμᾶς ἀνέκτισας, καί σου ποιή ματά ἐσμεν, κτισθέντες ἐπὶ ἔργο

 Ἀρνούμενοι τὸν Κύριον ἔχειν βασιλέα, ἠγνόουν στερισκόμενοι τῆς ∆αβιτικῆς τιμῆς. Αὐτῷ γὰρ ἀπέκειτο τοῦ ∆αβὶδ ἡ βασιλεία, καὶ μέχρι τῆς ἐπιφανείας τοῦ Σ

 ὀνοκένταυροι· εὗρον γὰρ αὐτοῖς ἀνάπαυσιν. Ἐκεῖ ἐνόσσευσεν ἐχῖνος, καὶ ἔσωσεν ἡ γῆ τὰ πεδία αὐτῆς μετὰ ἀσφαλείας.» Ταῦτα πεπόνθασιν οἱ Ἰουδαῖοι, δοκοῦν

 ἀποδιδοὺς τῇ χήρᾳ, ὁ αὐτός ἐστι τοῖς ἐπιβουλεύσασι τῷ Κυρίῳ καὶ συκοφαντήσασιν αὐτόν. Καὶ τέλος, ὁποῖα ἄν τις εἰς τὸν πλησίον ἐργάσηται, ταῦτα εἰς τὸν

λὴν, καὶ δύσιν, καὶ ἄρκτον, καὶ μεσημβρίαν, ἐφόρει ταῦτα· ἅπερ θεωρήσας ὁ Ἰωάννης ἐνδεδυμένον αὐτὸν ἔλεγεν· «Ἰδὲ ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρ τίαν τοῦ κόσμου.» Τὸν χιτῶνα μόνον οὐκ ἠδυνήθησαν σχίσαι φόβῳ τοῦ δι' αὐτοῦ γνωριζομένου ση μείου. Καὶ τοῦτο γὰρ οὐκ αὐτῶν, ἀλλὰ τοῦ κρεμαμέ νου Σωτῆρος τὸ ἔργον. Καὶ γὰρ κρεμάμενος, ὡς ἄν θρωπος, τὰς μὲν ἀρχὰς ἐδίωκε, τὸν δὲ διάβολον κατ ελάμβανε, τοὺς δὲ δημίους ἐφόβει, μὴ σχίζειν τὸν χιτῶνα· ἵνα, τούτου μένοντος, μένῃ καὶ ὁ κατὰ Ἰου δαίων ἔλεγχος, ὁ μετ' οὐ πολὺ γενόμενος, ὅτι τὸ μὲν καταπέτασμα ἐσχίσθη, ὁ δὲ χιτὼν τοῦ Σωτῆρος οὐδὲ ὑπὸ δημίων διῃρέθη, ἀλλ' ἔμεινεν ὁλόκληρος. Μένει γὰρ τὸ Εὐαγγέλιον διὰ παντὸς ὁλόκληρον, τῶν σκιῶν διαιρουμένων. Πλὴν ὅτι ἀποδυσάμενος τὰ ἱμάτια ἔσπευδε πρὸς τὸν θάνατον, τότε πάλιν ὁ διάβο λος, ἰδὼν τὴν προθυμίαν τοῦ Σωτῆρος, καὶ ἑαυτὸν ἐξ οὐρανοῦ πεσόντα, καὶ τῆς γῆς ἐκβληθέντα, οὐκ εἶχεν ὅ τι πράξει· πάντα γὰρ ἦν αὐτῷ θορύβου καὶ ἀπορίας μεστά. Καὶ μένειν μὲν οὐκ ἠδύνατο, φεύγειν δὲ πάλιν ἐφοβεῖτο. Πλὴν ὅτι ἐνθυμηθεὶς, ὅτι τοὺς ἀπο θνήσκοντας, ἐπὶ τῆς γῆς ἀποθνήσκειν δεῖ κατὰ τὸ γεγραμμένον· «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ·» φοβη θεὶς ἐπὶ γῆς μεῖναι, μὴ ἐκεῖ καταληφθῇ, λοιπὸν εἰς 28.224 τὸν ἀέρα ἐπέτατο· τάχα κἂν οὕτως, τοῦ κυριακοῦ σώματος ἐπὶ γῆς τεθέντος, ἐλεύθερον ἔχῃ τὸν ἀέρα. Ἀλλ' ὁ Κύριος, καὶ ἐν τούτῳ φιλανθρωπευόμενος, οὐκ εἰς γῆν ἀπέθανεν, ἀλλ' εἰς τὸν ἀέρα ἀνέβη διὰ τοῦ σταυροῦ, διώκων κἀκεῖ τὸν ὄφιν· ἵνα κἀκεῖθεν τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος ἀποδιώξῃ, καὶ τὰ πνευματικὰ τῆς πονηρίας καταβάλῃ, οὐκ ἀφεὶς οὐδὲ οὕτω τὴν γῆν ἀθεράπευτον. Καὶ γὰρ κρεμάμενος ἐπὶ τοῦ σταυροῦ, τὸν μὲν ἀέρα ἐκαθάριζε τῇ ἐκτάσει τῶν χειρῶν, τὴν δὲ γῆν ἐλυτροῦτο, τῷ αἵματι καὶ τῷ ὕδατι τῆς πλευρᾶς ἀποπλύνων αὐτήν. Τί λοιπὸν ἔδει ποιεῖν παθόντα ταῦτα τὸν ἐχ θρόν; Ἐξ οὐρανοῦ ἐπεπτώκει, ἀπὸ γῆς ἐξεβλήθη, τοῦ ἀέρος ἐδιώχθη· καὶ πρὸς τούτοις ᾐσχύνετο μεγάλα ἐπαγγειλάμενος, καὶ μηδὲν ἐνεργῶν. Πανταχόθεν οὖν ἡττηθεὶς, καὶ πανταχόθεν ἀπορηθεὶς, ἔγνω κἂν τὸν ᾅδην φυλάξαι· τοῦτο γὰρ ἔτι τὸ χωρίον ὑπελείπετο τούτῳ. ∆ιὸ καὶ φοβούμενος, μὴ ἐκεῖ κατελθὼν ὁ Κύριος, ἐκεῖθεν αὐτὸν ἐκδιώξῃ, καὶ πάντας τοὺς ὑποχειρίους ἐλευθερώσῃ, πάντα ἐκύκα καὶ συνεκίνει, πάντας εἰς βοήθειαν καλῶν, καὶ παρώξυνε πάλιν τοὺς Ἰουδαίους ὀνειδίζειν τὸν Κύριον, καὶ ὑβρίζειν καὶ γελᾷν ὅλως κατ' αὐτοῦ· καὶ ὅλως εἴ τι περιελείπετο πανοπλίας αὐτῷ, τοῦτο ἠφίει κατὰ τοῦ Κυρίου· τάχα κἂν οὕτως αὐτὸν ὑπερεύθυνον ἁμαρτίᾳ ὄντα κρατήσῃ. Οἱ μὲν γὰρ Ἰουδαῖοι ἐχλεύαζον τὸν Κύριον λέγοντες· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ·» ὁ δὲ Σω τὴρ, ὁ τῷ ὄντι τοῦ Θεοῦ Υἱὸς, οὐκ ἀπὸ τοῦ φεύγειν τὸν θάνατον, ἀλλ' ἀπὸ τοῦ μένειν αὐτὸν, καὶ μένοντα πατῆσαι τὸν θάνατον, ἤθελε γνωσθῆναι Υἱὸς Θεοῦ, καὶ ὅτι αὐτός ἐστιν ἡ ζωή. Ἠδύνατο μὲν γὰρ καὶ καταβῆναι ἀπὸ τοῦ σταυροῦ, ὁ καὶ τοὺς ἄλλους ἐγείρας νεκρούς· ἀλλ' ἡ κατάβασις φυγὴν ἐδείκνυε τοῦ θανάτου· τὸ δὲ περιμεῖναι οὐδὲν ἕτερον ἐγνώριζεν, ἢ τὸν περιμένοντα εἶναι ζωήν. ∆ιὰ τοῦτο γὰρ καὶ λίαν ἔμελλε τῷ διαβόλῳ ὀνειδίζεσθαι τὸν Κύριον ἐν τούτοις, καὶ ἤθελεν αὐτὸν ἀπὸ τοῦ σταυροῦ καταβῆ ναι καὶ μὴ γενέσθαι ἐν νεκροῖς, ἵνα κἂν οὕτως ἀπα θὴς ἀπέλθῃ, καὶ τῶν νεκρῶν κυριεύσῃ. Ἐφοβεῖτο γὰρ μὴ κατὰ τὸ γεγραμμένον, ἀναβὰς εἰς ὕψος τοῦ σταυροῦ, αἰχμαλωτεύσῃ τὴν αἰχμαλωσίαν, καὶ λάβῃ δόματα ἐν ἀνθρώποις. Ὑπώπτευσε γὰρ μὴ οὗτός ἐστι περὶ οὗ γέγραπται ταῦτα. Ὅθεν πάλιν ἐκίνει τοὺς Φαρισαίους ὁ πανοῦργος, καὶ λοιπὸν κατὰ περισσὸν ἐποίει αὐτοὺς ἐπαγγέλλεσθαι καὶ πιστεύειν, εἰ καταβαίη μόνον ἀπὸ τοῦ σταυροῦ. Πάντα δὲ ἐκίνει, καὶ παρὰ γνώμην ἐπηγγέλλετο, μόνον ἵνα μὴ γένη ται νεκρὸς, καὶ κατέλθῃ εἰς τὸν ᾅδην. Ἐποίει γοῦν πάλιν λέγειν τοὺς Φαρισαίους· «Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. Εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ

13