Homilia de passione et cruce domini

 λόγου καὶ προαιρέσεως αὐτῆς φθάνει. Οὐδὲ γὰρ εἴ τίς ἐστι πένης χρημάτων, οὗτος καὶ προαιρέσεως. Ἀμέλει τὸ μέγα ὄντως καὶ θεῖον μυστήριον ἡμῶν οὐκ ἐπὶ

 ἀληθείᾳ,» δι' ἧς μόνης ἐπικαλεῖσθαι δύναται ὁ Θεός. Ὥστε τί ὀμνύουσι Θεὸν οἱ μηδὲ ἐν τοῖς μικροῖς πίστιν ἔχοντες; ἄλλως τε καὶ ὁ ὅρκος ἀληθείας ἐστὶ μ

 μετὰ τριήμερον κατασκαφῆναι τὴν Νινευΐ· ἀλλ' ὅτι τρεῖς ἡμέρας ὑμῶν ἀνέξομαι· ἵνα ἐν τῇ ἀνοχῇ τῶν τριῶν ἡμερῶν, ἐξουσίαν ἔχωσι μετα νοῆσαι, ἢ τὴν μετὰ

 τὸν Ἐμμανουήλ· αὐτὸς δὲ ἐκ Μαρίας τῆς Παρθένου γεννηθεὶς καὶ Θεὸς φαινόμε νος, ἐπλήρου προφήτου τὸν λόγον. Καὶ ὁ μὲν Μιχαίας προαπήγγειλε καὶ τὸν τόπο

 τὰ γινόμενα, ἀλλ' ὅτι γίνεσθαι μέλλει, διὰ τοῦτο καὶ προλέγουσι, καὶ ἀνάγκη μὴ ψεύδεσθαι τοὺς προφήτας, ὁρῶσι γὰρ ἀληθῶς. Εἰ γὰρ καθ' ὑπόθεσιν μὴ προα

 τυγχάνον καὶ πρὸ τούτου, κατ' ὀλίγον δὲ καὶ αὐξανόμενον, καὶ ἀφόρητον γινό μενον τοῖς ἀνθρώποις. Καὶ γὰρ καὶ ὁ θάνατος ἐπὶ πάντας καὶ κατὰ πάντων ἴσχυ

 κατάραν τεθάφθαι διαβε βαιοῦνται. Ὅπερ εἰ οὕτως ἔχει, θαυμάζω τοῦ τόπου τὴν οἰκειότητα. Ἔδει γὰρ τὸν Κύριον, ἀνανεῶσαι θέλοντα τὸν πρῶτον Ἀδὰμ, ἐν ἐκε

 αὐτῷ περιελείπετο λοιπὸν τὸ ἆθλον, πάντων γυμνωθέντι. ∆ιὸ καὶ πάντα ποιεῖ τοῦ μαθεῖν ἕνεκεν, εἰ οὗτός ἐστιν ὁ Σωτήρ· καὶ τοῦτο ἐποίει, ἵνα, ἐὰν ὄντως

 ἐσκυλεύοντο ὑπ' αὐτοῦ. Ἐπειδὴ γὰρ τῇ ἁμαρτίᾳ πεφονοκτόνητο ἡ γῆ ὑπὸ τοῦ διαβόλου, καὶ πλεῖον ὑδάτων αἵμασιν ἦν βεβαμμένη, ἐξ ἀρχῆς μὲν χάνασα καὶ δεξα

 ἐναν τίον. Ἔχων γὰρ αὐτὰς ἀπώλεσε, καὶ ᾠήθη μὴ ἔχων δύνασθαι λαβεῖν αὐτάς· ἀλλ' οὐ πρότερον εἴληφεν, εἰ μὴ τὴν καθ' ἡμῶν ἐν αὐταῖς κειμένην κατάραν ἐκ

 μελλόντων. Οὕτω γὰρ μᾶλλον εὐχερὴς ἡ κατὰ τοῦ διαβόλου καὶ πάσης ἁμαρτίας νίκη γένηται, ἢ ὅταν ἀμυνώμεθα. Ἀμυνόμενοι μὲν γὰρ καὶ ἀνταδικοῦντες τοὺς ἀν

 λὴν, καὶ δύσιν, καὶ ἄρκτον, καὶ μεσημβρίαν, ἐφόρει ταῦτα· ἅπερ θεωρήσας ὁ Ἰωάννης ἐνδεδυμένον αὐτὸν ἔλεγεν· «Ἰδὲ ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρ τί

 πιστεύσομεν αὐτῷ.» Οὐ πιστεύειν δὲ ἤθελε τοὺς Φαρισαίους ὁ τῆς ἀπιστίας διδάσκαλος δράκων· ἀλλὰ φεύγειν ἤθελε 28.225 τὸν Κύριον τὸν θάνατον. Οὐδὲ μαθε

 πάλιν ὡς ὑποπίπτων σχηματίζεται, ἵνα προσελθόντα τὸν ἐχθρὸν τέλεον χειρώσηται. Ὁ μὲν γὰρ δράκων οὐκ ἤθελεν ἀποθνήσκειν τὸν Κύριον, οὐδὲ κρεμάμε νον ἐπ

 δάκρυον ἀπὸ παντὸς προσώπου.» Εἶτα ἐκβληθεὶς ὁ ἄθλιος ἀπὸ τοῦ ᾅδου, καθ ήμενος παρὰ τὰς πύλας, θεωρεῖ ἐξαγομένους πάντας, τοὺς πεπεδημένους, τῇ τοῦ Σω

 καταπαῖξαι, ἀλλὰ καὶ ἡμᾶς ἐπ' αὐτοῦ ἐπιθεῖναι· ἵνα μὴ μόνον ἡμᾶς τῆς δουλείας ἐλευθερώσῃ, ἀλλὰ καὶ τὸν δουλώ σαντα ἡμᾶς καταργήσῃ· μήποτε πάλιν ἰσχύσα

 οὓς ἐφοβοῦντο δαίμονας ἐν τοῖς εἰδώλοις, τούτους τὸν Κύριον ἐπιγνόντες λοιπὸν καταλείπουσι, καὶ ἀπὸ ἄλλων διώκουσι· καὶ ἣν εἰδωλολατροῦντες ἡδονὴν ἐφο

 ἡμῖν τῶν οὐρανῶν ἐχα ρίσω, κτίστα καὶ δημιουργὲ τῶν πάντων, Λόγε τοῦ Πατρός· σὺ γὰρ πάλιν ἡμᾶς ἀνέκτισας, καί σου ποιή ματά ἐσμεν, κτισθέντες ἐπὶ ἔργο

 Ἀρνούμενοι τὸν Κύριον ἔχειν βασιλέα, ἠγνόουν στερισκόμενοι τῆς ∆αβιτικῆς τιμῆς. Αὐτῷ γὰρ ἀπέκειτο τοῦ ∆αβὶδ ἡ βασιλεία, καὶ μέχρι τῆς ἐπιφανείας τοῦ Σ

 ὀνοκένταυροι· εὗρον γὰρ αὐτοῖς ἀνάπαυσιν. Ἐκεῖ ἐνόσσευσεν ἐχῖνος, καὶ ἔσωσεν ἡ γῆ τὰ πεδία αὐτῆς μετὰ ἀσφαλείας.» Ταῦτα πεπόνθασιν οἱ Ἰουδαῖοι, δοκοῦν

 ἀποδιδοὺς τῇ χήρᾳ, ὁ αὐτός ἐστι τοῖς ἐπιβουλεύσασι τῷ Κυρίῳ καὶ συκοφαντήσασιν αὐτόν. Καὶ τέλος, ὁποῖα ἄν τις εἰς τὸν πλησίον ἐργάσηται, ταῦτα εἰς τὸν

ἀληθείᾳ,» δι' ἧς μόνης ἐπικαλεῖσθαι δύναται ὁ Θεός. Ὥστε τί ὀμνύουσι Θεὸν οἱ μηδὲ ἐν τοῖς μικροῖς πίστιν ἔχοντες; ἄλλως τε καὶ ὁ ὅρκος ἀληθείας ἐστὶ μάρτυς, καὶ οὐ τῶν χρημάτων σημαντικός. Ὀμνύουσι γὰρ οἱ ἄνθρωποι, οὐχ ἵνα τὰ πρά γματα σημάνωσιν, ἀλλ' ἵνα τὴν ἀλήθειαν πιστώσων ται, καὶ ὅτι λέγοντες οὐ ψεύδονται. Εἰ μὲν οὖν ἐστι τῷ ὀμνύοντι πίστις καὶ ἀλήθεια, τίς ἡ χρεία τοῦ ὅρκου; Εἰ δὲ μή ἐστιν ἐν αὐτῷ πίστις, διὰ τί τοσοῦ τον ἀσεβοῦμεν, ὥστε δι' ἀνθρώπινα καὶ θνητὰ τὸν ὑπὲρ ἄνθρωπον Θεὸν καλεῖν μάρτυρα; Εἰ γὰρ τὸν βασιλέα τὸν ἐπὶ γῆς εἰς τὰ ἔξω δικαστήρια καλεῖν μάρτυρα οὐ θέμις, ὡς κρείττονα καὶ τῶν ἐγκαλούντων καὶ τῶν δικαζόντων, τί τὸν ἀγένητον εἰς τὰ γενητὰ καλοῦμεν, καὶ τὸν Θεὸν ὑπὸ ἀνθρώπων ποιοῦμεν καταφρονεῖσθαι; Ἄπαγε! Τοῦτο πᾶσαν ὑπερβάλλει παρα νομίαν καὶ τόλμαν. Τί οὖν δεῖ ποιεῖν; Οὐδὲν πλέον ἢ εἶναι ἡμῶν τὸ Ναὶ, ναὶ, καὶ τὸ Οὒ, οὔ· καὶ καθόλου μὴ ψεύδεσθαι. Οὕτως γὰρ ἡμεῖς ἀληθεύοντες, δόξαιμεν καὶ ἐν τούτῳ μιμεῖσθαι τὸν ἀληθῆ Θεόν. Ἴσως δέ τις ἐπὶ τούτοις εὐλόγως ἀντιθήσει λέ γων· Εἰ ὁ ὅρκος ἀπὸ ἀνθρώπων κεκώλυται, καὶ ἐν τῷ μὴ ὀμνύναι τις μιμεῖται τὸ Θεῖον, πῶς αὐτὸς ὁ Θεὸς ὀμνύναι λέγεται ἐν ταῖς θείαις Γραφαῖς; Καὶ γὰρ καὶ τῷ Ἀβραὰμ ὤμοσεν, ὥσπερ καὶ Μωσῆς μαρτυ 28.193 ρεῖ, καὶ ἐν Ὕμνοις δὲ γέγραπται· «Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.» ∆όξει γὰρ ἢ ταῦτα μάχεσθαι τοῖς προλεχθεῖσιν, ἢ ἐκ τούτων ἐπιτρίβεσθαι τοὺς ἀνθρώπους εἰς ὅρκους. Ἀλλ' οὐκ ἔστιν οὕτω· μὴ ταῦτά τις νομιζέτω. Θεὸς γὰρ κατ' οὐδενὸς ὀμνύει. Πῶς γὰρ, αὐτὸς Κύριος καὶ ποιητὴς τῶν ἁπάντων ὑπάρχων; Ἀλλ' εἰ χρὴ τἀληθῆ λέγειν, ὁ λόγος ὅρκος αὐτοῦ ἐστι, πληροφορῶν τοὺς ἀκούοντας, καὶ πίστιν ἑκάστῳ παρέχων, ὅτι ὃ ἐπηγγείλατο καὶ λαλεῖ, πάντως καὶ γενήσεται. Οὐ γὰρ ὡς ἄνθρωπος ὀμνύει Θεὸς, ἀλλ' ἡμῖν ὁ λόγος αὐτοῦ ἀντὶ ὅρκου πρὸς ἀλήθειαν γίνεται. Ἀνθρώποις δὲ λαλῶν ὀμνύναι λέγεται, καὶ τοῦτο ἀνθρωπικώτερον λαλούντων τῶν ἁγίων· ἵνα ἀφ' ὧν αὐτοὶ λέγοντες ἀξιοῦσιν, ἀπὸ τού των αὐτοὶ πιστεύσωσι τῷ λαλοῦντι Θεῷ. Ὡς γὰρ ἀν θρώπων τὸν λόγον ὅρκος βεβαιοῖ, οὕτως ἃ λαλεῖ ὁ Θεὸς ἀνθ' ὅρκου λογιζέσθω διὰ τὸ βέβαιον καὶ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ. Μαρτυρεῖ δὲ τῷ λεγομένῳ καὶ αὐ τὸς ὁ γεγραμμένος ὅρκος· «Ὤμοσε» γὰρ «Κύριος, καὶ οὐ μεταμεληθήσεται,» ὡς τοῦ ἀμεταμελήτου καὶ πάντως ἐσομένου κατὰ τὴν ἐπαγγελίαν ὅρκου τυγχάνοντος. Τοῦτο δὲ καὶ αὐτὸς ὁ Θεὸς ἐν τῇ Γενέσει σημαίνει λέγων· «Κατ' ἐμαυτοῦ ὤμοσα.» Τοῦτο δὲ οὐχ ὅρκος ἐστίν. Οὐδὲ γὰρ κατά τινος ὤμοσεν, ὅπερ ἴδιόν ἐστιν ὅρκου· ἀλλὰ καθ' ἑαυτοῦ, ὅπερ τὴν τοῦ ὅρκου ὑπόνοιαν ἐκφεύγει, καὶ ἐν ᾧ σημαίνει τὸ βέβαιον τῆς ἐπαγγελίας, καὶ τὸ χρῆναι πάντως πι στεῦσαι τὸν ἀκούοντα. Ἔστω δὲ καὶ ὁ ὑμνῳδὸς μάρ τυς τῶν λεγομένων, ἀναμιμνήσκων τὸν Θεὸν, ψάλλων καὶ λέγων· «Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύ ριε, ἃ ὤμοσας τῷ ∆αβὶδ ἐν τῇ ἀληθείᾳ σου;» Οὐ γὰρ κατὰ τῆς ἀληθείας ὀμνύει Θεός· ἀλλ' ἅπερ ἀληθεύων λαλεῖ ὡς ὅρκος ἐστὶ τοῖς ἀνθρώποις πρὸς πίστιν. Οὔτε οὖν Θεὸς κατὰ τοὺς ἀνθρώπους ὀμνύει, οὔτε ἡμᾶς ἐκ τούτων εἰς ὅρκους ἐπιτρίβεσθαι χρή· ἀλλὰ τοιαῦτα λέγωμεν καὶ πράττωμεν, ὡς μὴ ὅρκου δεῖσθαι τοὺς ἀκούοντας, ἀλλ' ἀφ' ἑαυτῶν ἔχειν τὰ λεγόμενα τῆς ἀληθείας τὴν μαρτυρίαν. Ἐν τούτῳ γὰρ ὄντως μιμησόμεθα τὸ Θεῖον. Ἀλλ' ἴσως καὶ τὸ κατὰ τοὺς Νινευΐτας ἄν τις ἐπερωτήσειεν οὕτως· Εἰ ὁ λόγος ὅρκος ἐστὶ τοῦ Θεοῦ, ὅτι λέγων ἀληθεύει καὶ οὐ ψεύδεται, πῶς εἰρηκώς· «Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται,» οὐ πεπλήρωκε τὸν λόγον; δόξει γὰρ καὶ τοῦτο μά χεσθαι πρὸς τὰ πρῶτα. Ἀλλ' οὐ ψεύδεται ὁ Θεός· μὴ γένοιτο! οὐδὲ ὁ λόγος ἀπλήρωτος ἔμεινεν αὐτοῦ. Τῇ γὰρ φιλανθρωπίᾳ τὴν ὀργὴν ἤμβλυνε, καὶ τῇ 28.196 μετανοίᾳ τῶν Νινευϊτῶν μᾶλλον ἐπέβλεψεν ἢ τῇ πρὸ ταύτης ἁμαρτίᾳ. Καὶ ὁ λόγος δὲ τοῦ Θεοῦ οὐχ οὕ τως ἦν, ὥστε

3