Homilia de passione et cruce domini

 λόγου καὶ προαιρέσεως αὐτῆς φθάνει. Οὐδὲ γὰρ εἴ τίς ἐστι πένης χρημάτων, οὗτος καὶ προαιρέσεως. Ἀμέλει τὸ μέγα ὄντως καὶ θεῖον μυστήριον ἡμῶν οὐκ ἐπὶ

 ἀληθείᾳ,» δι' ἧς μόνης ἐπικαλεῖσθαι δύναται ὁ Θεός. Ὥστε τί ὀμνύουσι Θεὸν οἱ μηδὲ ἐν τοῖς μικροῖς πίστιν ἔχοντες; ἄλλως τε καὶ ὁ ὅρκος ἀληθείας ἐστὶ μ

 μετὰ τριήμερον κατασκαφῆναι τὴν Νινευΐ· ἀλλ' ὅτι τρεῖς ἡμέρας ὑμῶν ἀνέξομαι· ἵνα ἐν τῇ ἀνοχῇ τῶν τριῶν ἡμερῶν, ἐξουσίαν ἔχωσι μετα νοῆσαι, ἢ τὴν μετὰ

 τὸν Ἐμμανουήλ· αὐτὸς δὲ ἐκ Μαρίας τῆς Παρθένου γεννηθεὶς καὶ Θεὸς φαινόμε νος, ἐπλήρου προφήτου τὸν λόγον. Καὶ ὁ μὲν Μιχαίας προαπήγγειλε καὶ τὸν τόπο

 τὰ γινόμενα, ἀλλ' ὅτι γίνεσθαι μέλλει, διὰ τοῦτο καὶ προλέγουσι, καὶ ἀνάγκη μὴ ψεύδεσθαι τοὺς προφήτας, ὁρῶσι γὰρ ἀληθῶς. Εἰ γὰρ καθ' ὑπόθεσιν μὴ προα

 τυγχάνον καὶ πρὸ τούτου, κατ' ὀλίγον δὲ καὶ αὐξανόμενον, καὶ ἀφόρητον γινό μενον τοῖς ἀνθρώποις. Καὶ γὰρ καὶ ὁ θάνατος ἐπὶ πάντας καὶ κατὰ πάντων ἴσχυ

 κατάραν τεθάφθαι διαβε βαιοῦνται. Ὅπερ εἰ οὕτως ἔχει, θαυμάζω τοῦ τόπου τὴν οἰκειότητα. Ἔδει γὰρ τὸν Κύριον, ἀνανεῶσαι θέλοντα τὸν πρῶτον Ἀδὰμ, ἐν ἐκε

 αὐτῷ περιελείπετο λοιπὸν τὸ ἆθλον, πάντων γυμνωθέντι. ∆ιὸ καὶ πάντα ποιεῖ τοῦ μαθεῖν ἕνεκεν, εἰ οὗτός ἐστιν ὁ Σωτήρ· καὶ τοῦτο ἐποίει, ἵνα, ἐὰν ὄντως

 ἐσκυλεύοντο ὑπ' αὐτοῦ. Ἐπειδὴ γὰρ τῇ ἁμαρτίᾳ πεφονοκτόνητο ἡ γῆ ὑπὸ τοῦ διαβόλου, καὶ πλεῖον ὑδάτων αἵμασιν ἦν βεβαμμένη, ἐξ ἀρχῆς μὲν χάνασα καὶ δεξα

 ἐναν τίον. Ἔχων γὰρ αὐτὰς ἀπώλεσε, καὶ ᾠήθη μὴ ἔχων δύνασθαι λαβεῖν αὐτάς· ἀλλ' οὐ πρότερον εἴληφεν, εἰ μὴ τὴν καθ' ἡμῶν ἐν αὐταῖς κειμένην κατάραν ἐκ

 μελλόντων. Οὕτω γὰρ μᾶλλον εὐχερὴς ἡ κατὰ τοῦ διαβόλου καὶ πάσης ἁμαρτίας νίκη γένηται, ἢ ὅταν ἀμυνώμεθα. Ἀμυνόμενοι μὲν γὰρ καὶ ἀνταδικοῦντες τοὺς ἀν

 λὴν, καὶ δύσιν, καὶ ἄρκτον, καὶ μεσημβρίαν, ἐφόρει ταῦτα· ἅπερ θεωρήσας ὁ Ἰωάννης ἐνδεδυμένον αὐτὸν ἔλεγεν· «Ἰδὲ ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρ τί

 πιστεύσομεν αὐτῷ.» Οὐ πιστεύειν δὲ ἤθελε τοὺς Φαρισαίους ὁ τῆς ἀπιστίας διδάσκαλος δράκων· ἀλλὰ φεύγειν ἤθελε 28.225 τὸν Κύριον τὸν θάνατον. Οὐδὲ μαθε

 πάλιν ὡς ὑποπίπτων σχηματίζεται, ἵνα προσελθόντα τὸν ἐχθρὸν τέλεον χειρώσηται. Ὁ μὲν γὰρ δράκων οὐκ ἤθελεν ἀποθνήσκειν τὸν Κύριον, οὐδὲ κρεμάμε νον ἐπ

 δάκρυον ἀπὸ παντὸς προσώπου.» Εἶτα ἐκβληθεὶς ὁ ἄθλιος ἀπὸ τοῦ ᾅδου, καθ ήμενος παρὰ τὰς πύλας, θεωρεῖ ἐξαγομένους πάντας, τοὺς πεπεδημένους, τῇ τοῦ Σω

 καταπαῖξαι, ἀλλὰ καὶ ἡμᾶς ἐπ' αὐτοῦ ἐπιθεῖναι· ἵνα μὴ μόνον ἡμᾶς τῆς δουλείας ἐλευθερώσῃ, ἀλλὰ καὶ τὸν δουλώ σαντα ἡμᾶς καταργήσῃ· μήποτε πάλιν ἰσχύσα

 οὓς ἐφοβοῦντο δαίμονας ἐν τοῖς εἰδώλοις, τούτους τὸν Κύριον ἐπιγνόντες λοιπὸν καταλείπουσι, καὶ ἀπὸ ἄλλων διώκουσι· καὶ ἣν εἰδωλολατροῦντες ἡδονὴν ἐφο

 ἡμῖν τῶν οὐρανῶν ἐχα ρίσω, κτίστα καὶ δημιουργὲ τῶν πάντων, Λόγε τοῦ Πατρός· σὺ γὰρ πάλιν ἡμᾶς ἀνέκτισας, καί σου ποιή ματά ἐσμεν, κτισθέντες ἐπὶ ἔργο

 Ἀρνούμενοι τὸν Κύριον ἔχειν βασιλέα, ἠγνόουν στερισκόμενοι τῆς ∆αβιτικῆς τιμῆς. Αὐτῷ γὰρ ἀπέκειτο τοῦ ∆αβὶδ ἡ βασιλεία, καὶ μέχρι τῆς ἐπιφανείας τοῦ Σ

 ὀνοκένταυροι· εὗρον γὰρ αὐτοῖς ἀνάπαυσιν. Ἐκεῖ ἐνόσσευσεν ἐχῖνος, καὶ ἔσωσεν ἡ γῆ τὰ πεδία αὐτῆς μετὰ ἀσφαλείας.» Ταῦτα πεπόνθασιν οἱ Ἰουδαῖοι, δοκοῦν

 ἀποδιδοὺς τῇ χήρᾳ, ὁ αὐτός ἐστι τοῖς ἐπιβουλεύσασι τῷ Κυρίῳ καὶ συκοφαντήσασιν αὐτόν. Καὶ τέλος, ὁποῖα ἄν τις εἰς τὸν πλησίον ἐργάσηται, ταῦτα εἰς τὸν

τυγχάνον καὶ πρὸ τούτου, κατ' ὀλίγον δὲ καὶ αὐξανόμενον, καὶ ἀφόρητον γινό μενον τοῖς ἀνθρώποις. Καὶ γὰρ καὶ ὁ θάνατος ἐπὶ πάντας καὶ κατὰ πάντων ἴσχυε βασιλεύειν. Ὁ δὲ Κύριος ἡμῶν ἀθάνατος καὶ ἄφθαρτός ἐστι· καὶ ὥσπερ ἀθάνατος καὶ ἄφθαρτος, οὕτως ἀγαθὸς καὶ φιλάν θρωπος. Ἀγαθοῦ γὰρ Πατρὸς ἀγαθὸς ὁ Λόγος ὑπάρχει· διὸ οὐ παρεῖδεν ἀπολέσθαι τὸ γενόμε νον, οὐδ' ὑπέμεινε τῶν αὐτοῦ ποιημάτων ἄλλον γενέσθαι Κύριον· ἀλλ' ὁρῶν τὸ μὲν τῆς κακίας ἀφόρητον, καὶ τὸ θνητὸν γένος οὐχ ἱκανὸν ἀντιστῆναι πρὸς τὸν θάνατον, οὐδὲ τὴν τιμωρίαν τῶν κακῶν δυνα τὸν ἀποδοῦναι· ὑπερῆρε γὰρ πᾶσαν τιμωρίαν ἡ τῆς κακίας ὑπερβολή· ὁρῶν δὲ καὶ τὴν τοῦ Πατρὸς ἀγα θότητα, ὁρῶν καὶ τὴν ἑαυτοῦ ἱκανότητα καὶ δύνα μιν· «Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία·» κεκίνηται τῇ φιλανθρωπίᾳ, καὶ οἰκτείρας τὴν ἀσθέ νειαν ἡμῶν, ἐνεδύσατο ταύτην. Αὐτὸς γὰρ, ὡς ὁ προφήτης φησὶ, τὰς ἀσθενείας ἡμῶν ἦρε, καὶ τὰς νόσους 28.205 ἐβάστασε. Καὶ ἐλεήσας τὸ θνητὸν ἡμῶν, περι εβάλετο τοῦτο. Λέγει γὰρ ὁ Παῦλος· «Ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.» Ἰδὼν δὲ καὶ τὸ πρὸς τὴν ἀπόδοσιν ἡμῶν τῆς τιμωρίας ἀδύνατον, ἀνεδέξατο ταύτην αὐτός· «Χριστὸς γὰρ γέγονεν ὑπὲρ ἡμῶν κατάρα.» Καὶ οὕτω δὴ τὰ ἀνθρώπινα περιβαλόμενος καὶ ἀμφιεσάμενος, δι' ἑαυτοῦ τὰ ἡμῶν προσήγαγε τῷ Πατρὶ, ἵνα, ὡς αὐτὸς πάσχων, ἀβλαβῆ τὸν ἄνθρωπον πάσχοντα κατασκευ άσῃ, καὶ μικρὰ μεγάλοις ἀντικαταλλάξηται. Κατα βέβηκε γὰρ, ἵνα ἡμῶν τὴν ἄνοδον κατασκευάσῃ· καὶ πεπείραται γενέσεως, ἵνα ἡμεῖς δι' αὐτοῦ τῷ ἀγεν νήτῳ φιλιάσωμεν. Ἠσθένησε δι' ἡμᾶς, ἵνα ἡμεῖς ἐγερθῶμεν ἐν δυνάμει, καὶ εἴπωμεν, ὡς ὁ Παῦλος· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Ἰησοῦ Χριστῷ.» Ἔλαβε σῶμα φθαρτὸν, ἵνα τὸ φθαρτὸν ἐνδύσηται τὴν ἀφθαρσίαν· ἐνεδύσατο τὸ θνητὸν, ἵνα τὸ θνητὸν ἐνδύσηται τὴν ἀθανασίαν. Καὶ τέλος γέγο νεν ἄνθρωπος καὶ ἀπέθανεν, ἵνα ἡμεῖς, οἱ ὡς ἄνθρω ποι ἀποθνήσκοντες, θεοποιηθῶμεν, καὶ μηκέτι τὸν θάνατον ἔχωμεν βασιλεύοντα. Θάνατος γὰρ ἡμῶν οὐ κατακυριεύει, καὶ ὁ ἀποστολικὸς δὲ κηρύττει λόγος· διὰ τοῦτο καὶ σταυροῦται, ἵνα τὴν κατάραν ἐξ αγοράσῃ, καὶ ἡμεῖς τὴν εὐλογίαν κληρονομήσωμεν. Πά σχων γὰρ αὐτὸς, ἐβλάπτετο μὲν οὐδ' ὅλως, ἐχαρίζετο δὲ μᾶλλον· καὶ ἀποθνήσκων, οὐκ ἔμενε νεκρὸς, ἀλλὰ μᾶλλον καὶ τοὺς νεκροὺς ἐζωοποίει· καὶ σφαγιαζόμε νος δὲ οὐκ ἀπόλυτο, ἀλλὰ τῷ αἵματι τῆς σφαγῆς πάντας ἁπλῶς ἐλυτροῦτο, καὶ αὐτὸς ἔμενεν ἀπαθής. Πῶς δὲ τοῦτο γέγονεν, εἴ τις ἔροιτο, ἀκουέτω. ∆ύο πραγμάτων ἐν τούτῳ γέγονε σύνοδος· πραγμάτων δὲ λέγω οὐκ ἴσων, ἀλλὰ καὶ κατὰ πάντα σύγκρισιν οὐκ ἐχόντων. Θνητὸν γὰρ ἀθανάτῳ συν επλέκετο, καὶ φθαρτὸν σῶμα ἀφθάρτῳ λόγῳ συνεληλύθει. Καὶ τὸ μὲν θνητὸν οὐκ ἔβλαπτε τὸ ἀθάνατον· ἀπαθὲς γὰρ ἦν· ἀλλ' ἔμενε μᾶλλον ἀπαθὲς καὶ αὐτὸ τῇ τοῦ θανάτου ἐπικρατείᾳ· τὰ γὰρ κρα τοῦντα τῶν κρατουμένων ἀεὶ κύρια τυγχάνει. ∆ιὰ γοῦν αὐτὸν τὸν συνόντα ἀθάνατον Λόγον, καὶ ὁ θάνατος ἐξηφανίζετο παραδόξως ἐν αὐτῷ, ὡς ἀπὸ πυρὸς ἀφανίζεται καλάμη. Ὁ δὲ Λόγος, ἄφθαρτος ὢν, ὠφελεῖ μᾶλλον τὸ φθαρτὸν συνὼν αὐτῷ· τὸ γὰρ σκότος ὑπὸ τοῦ φωτὸς καταυγάζεται, καὶ τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. ∆ιὰ τοῦτο καὶ νῦν ὑπὸ τῶν δημίων ἐκδιδύσκεται, οὓς ἡμεῖς ἐν τῷ Ἀδὰμ ἐνεδυσάμεθα, δερματίνους χιτῶνας, ἵνα ἀντὶ τούτων τὸν Χριστὸν ἐνδύσασθαι δυνηθῶμεν. ∆ιὰ τοῦτο καὶ τὰ ἱμάτια μερίζεσθαι ὑπομένει, ἵνα ἡμεῖς τὸν ἐκ Πατρὸς ἀμέριστον ἔχωμεν Λόγον· «Ἐγὼ γὰρ καὶ ὁ Πατὴρ,» 28.208 φησὶν, «ἕν ἐσμεν.» ∆ιὰ τοῦτο καὶ λαγχάνουσιν ἐπὶ τὸν χιτῶνα, καὶ τοῦτο πάσχων παρορᾷ, ἵνα ἡμῶν κλῆρος ὁ Χριστὸς γένηται, καθὼς καὶ ὁ ψαλμῳδός φησι· «Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου.» Ὅθεν οὐδὲ ἀλλαχοῦ πάσχει, οὐδὲ εἰς ἄλλον τόπον σταυροῦται, ἢ εἰς τὸν Κρανίου τόπον, ὃν Ἑβραίων οἱ διδάσκαλοί φασι τοῦ Ἀδὰμ εἶναι τάφον. Ἐκεῖ γὰρ αὐτὸν μετὰ τὴν

7