Homilia de passione et cruce domini

 λόγου καὶ προαιρέσεως αὐτῆς φθάνει. Οὐδὲ γὰρ εἴ τίς ἐστι πένης χρημάτων, οὗτος καὶ προαιρέσεως. Ἀμέλει τὸ μέγα ὄντως καὶ θεῖον μυστήριον ἡμῶν οὐκ ἐπὶ

 ἀληθείᾳ,» δι' ἧς μόνης ἐπικαλεῖσθαι δύναται ὁ Θεός. Ὥστε τί ὀμνύουσι Θεὸν οἱ μηδὲ ἐν τοῖς μικροῖς πίστιν ἔχοντες; ἄλλως τε καὶ ὁ ὅρκος ἀληθείας ἐστὶ μ

 μετὰ τριήμερον κατασκαφῆναι τὴν Νινευΐ· ἀλλ' ὅτι τρεῖς ἡμέρας ὑμῶν ἀνέξομαι· ἵνα ἐν τῇ ἀνοχῇ τῶν τριῶν ἡμερῶν, ἐξουσίαν ἔχωσι μετα νοῆσαι, ἢ τὴν μετὰ

 τὸν Ἐμμανουήλ· αὐτὸς δὲ ἐκ Μαρίας τῆς Παρθένου γεννηθεὶς καὶ Θεὸς φαινόμε νος, ἐπλήρου προφήτου τὸν λόγον. Καὶ ὁ μὲν Μιχαίας προαπήγγειλε καὶ τὸν τόπο

 τὰ γινόμενα, ἀλλ' ὅτι γίνεσθαι μέλλει, διὰ τοῦτο καὶ προλέγουσι, καὶ ἀνάγκη μὴ ψεύδεσθαι τοὺς προφήτας, ὁρῶσι γὰρ ἀληθῶς. Εἰ γὰρ καθ' ὑπόθεσιν μὴ προα

 τυγχάνον καὶ πρὸ τούτου, κατ' ὀλίγον δὲ καὶ αὐξανόμενον, καὶ ἀφόρητον γινό μενον τοῖς ἀνθρώποις. Καὶ γὰρ καὶ ὁ θάνατος ἐπὶ πάντας καὶ κατὰ πάντων ἴσχυ

 κατάραν τεθάφθαι διαβε βαιοῦνται. Ὅπερ εἰ οὕτως ἔχει, θαυμάζω τοῦ τόπου τὴν οἰκειότητα. Ἔδει γὰρ τὸν Κύριον, ἀνανεῶσαι θέλοντα τὸν πρῶτον Ἀδὰμ, ἐν ἐκε

 αὐτῷ περιελείπετο λοιπὸν τὸ ἆθλον, πάντων γυμνωθέντι. ∆ιὸ καὶ πάντα ποιεῖ τοῦ μαθεῖν ἕνεκεν, εἰ οὗτός ἐστιν ὁ Σωτήρ· καὶ τοῦτο ἐποίει, ἵνα, ἐὰν ὄντως

 ἐσκυλεύοντο ὑπ' αὐτοῦ. Ἐπειδὴ γὰρ τῇ ἁμαρτίᾳ πεφονοκτόνητο ἡ γῆ ὑπὸ τοῦ διαβόλου, καὶ πλεῖον ὑδάτων αἵμασιν ἦν βεβαμμένη, ἐξ ἀρχῆς μὲν χάνασα καὶ δεξα

 ἐναν τίον. Ἔχων γὰρ αὐτὰς ἀπώλεσε, καὶ ᾠήθη μὴ ἔχων δύνασθαι λαβεῖν αὐτάς· ἀλλ' οὐ πρότερον εἴληφεν, εἰ μὴ τὴν καθ' ἡμῶν ἐν αὐταῖς κειμένην κατάραν ἐκ

 μελλόντων. Οὕτω γὰρ μᾶλλον εὐχερὴς ἡ κατὰ τοῦ διαβόλου καὶ πάσης ἁμαρτίας νίκη γένηται, ἢ ὅταν ἀμυνώμεθα. Ἀμυνόμενοι μὲν γὰρ καὶ ἀνταδικοῦντες τοὺς ἀν

 λὴν, καὶ δύσιν, καὶ ἄρκτον, καὶ μεσημβρίαν, ἐφόρει ταῦτα· ἅπερ θεωρήσας ὁ Ἰωάννης ἐνδεδυμένον αὐτὸν ἔλεγεν· «Ἰδὲ ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρ τί

 πιστεύσομεν αὐτῷ.» Οὐ πιστεύειν δὲ ἤθελε τοὺς Φαρισαίους ὁ τῆς ἀπιστίας διδάσκαλος δράκων· ἀλλὰ φεύγειν ἤθελε 28.225 τὸν Κύριον τὸν θάνατον. Οὐδὲ μαθε

 πάλιν ὡς ὑποπίπτων σχηματίζεται, ἵνα προσελθόντα τὸν ἐχθρὸν τέλεον χειρώσηται. Ὁ μὲν γὰρ δράκων οὐκ ἤθελεν ἀποθνήσκειν τὸν Κύριον, οὐδὲ κρεμάμε νον ἐπ

 δάκρυον ἀπὸ παντὸς προσώπου.» Εἶτα ἐκβληθεὶς ὁ ἄθλιος ἀπὸ τοῦ ᾅδου, καθ ήμενος παρὰ τὰς πύλας, θεωρεῖ ἐξαγομένους πάντας, τοὺς πεπεδημένους, τῇ τοῦ Σω

 καταπαῖξαι, ἀλλὰ καὶ ἡμᾶς ἐπ' αὐτοῦ ἐπιθεῖναι· ἵνα μὴ μόνον ἡμᾶς τῆς δουλείας ἐλευθερώσῃ, ἀλλὰ καὶ τὸν δουλώ σαντα ἡμᾶς καταργήσῃ· μήποτε πάλιν ἰσχύσα

 οὓς ἐφοβοῦντο δαίμονας ἐν τοῖς εἰδώλοις, τούτους τὸν Κύριον ἐπιγνόντες λοιπὸν καταλείπουσι, καὶ ἀπὸ ἄλλων διώκουσι· καὶ ἣν εἰδωλολατροῦντες ἡδονὴν ἐφο

 ἡμῖν τῶν οὐρανῶν ἐχα ρίσω, κτίστα καὶ δημιουργὲ τῶν πάντων, Λόγε τοῦ Πατρός· σὺ γὰρ πάλιν ἡμᾶς ἀνέκτισας, καί σου ποιή ματά ἐσμεν, κτισθέντες ἐπὶ ἔργο

 Ἀρνούμενοι τὸν Κύριον ἔχειν βασιλέα, ἠγνόουν στερισκόμενοι τῆς ∆αβιτικῆς τιμῆς. Αὐτῷ γὰρ ἀπέκειτο τοῦ ∆αβὶδ ἡ βασιλεία, καὶ μέχρι τῆς ἐπιφανείας τοῦ Σ

 ὀνοκένταυροι· εὗρον γὰρ αὐτοῖς ἀνάπαυσιν. Ἐκεῖ ἐνόσσευσεν ἐχῖνος, καὶ ἔσωσεν ἡ γῆ τὰ πεδία αὐτῆς μετὰ ἀσφαλείας.» Ταῦτα πεπόνθασιν οἱ Ἰουδαῖοι, δοκοῦν

 ἀποδιδοὺς τῇ χήρᾳ, ὁ αὐτός ἐστι τοῖς ἐπιβουλεύσασι τῷ Κυρίῳ καὶ συκοφαντήσασιν αὐτόν. Καὶ τέλος, ὁποῖα ἄν τις εἰς τὸν πλησίον ἐργάσηται, ταῦτα εἰς τὸν

πιστεύσομεν αὐτῷ.» Οὐ πιστεύειν δὲ ἤθελε τοὺς Φαρισαίους ὁ τῆς ἀπιστίας διδάσκαλος δράκων· ἀλλὰ φεύγειν ἤθελε 28.225 τὸν Κύριον τὸν θάνατον. Οὐδὲ μαθεῖν ἤθελεν, εἰ δύ ναται ἑαυτὸν σῶσαι· ἀλλ' ἵνα μὴ τοῖς ἄλλοις σωτη ρία γένηται. Εἰ γὰρ ὅλως ἐγίγνωσκεν σώσαντα αὐτὸν τοὺς ἄλλους, οὐκ ἦν ἀμφίβολον, τὸν τοῖς ἄλ λοις δεδωκότα σωτηρίαν, αὐτὸν εἶναι Σωτῆρα καὶ ζωήν. Οὐκοῦν διὰ τοῦτο αὐτὸν ὠνείδιζον, ἵνα μὴ τοῖς ἄλλοις σωτηρία γένηται. Ἤδει γὰρ ὁ περίεργος, ὅτι οὐκ ἀποθνήσκει ὁ Κύριος, ἀλλ' ὁ τούτου θάνατος σω τηρία καὶ ζωὴ τοῖς πᾶσι γενήσεται. ∆ιὰ τοῦτο ἤθελεν αὐτὸν καταβῆναι ἀπὸ τοῦ σταυροῦ, καὶ ἐποίει τοὺς Φαρισαίους ἐπαγγέλλεσθαι πιστεύειν· τάχα κἂν τῇ ἐπαγγελίᾳ τῆς πίστεως περιγένηται, ὧν ἤθελεν. Ὁ δὲ Κύριος, ὁ τῷ ὄντι Σωτὴρ, ὁ μὴ τὸ ἑαυτοῦ, ἀλλὰ τὰ ἡμῶν ζητῶν, οὐκ ἀπὸ τοῦ ἑαυτὸν σῶσαι, ἀλλ' ἀπὸ τοῦ λυτρώσασθαι τὴν κτίσιν ἤθελε γνωσθῆναι Σωτήρ. Οὐδὲ γὰρ ἰατρὸς ἐκ τοῦ αὐτὸν ὑγιαίνειν γνωσθήσεται ἰατρὸς, εἰ μὴ καὶ τοῖς νοσοῦσιν ἐνδείξηται τὴν τέχνην· καὶ ὁ ἥλιος οὐκ ἐὰν εἰς ἑαυτὸν συστέλλῃ τὰς ἀκτῖνας, γνωσθήσεται φῶς, εἰ μὴ καὶ τῇ οἰκουμένῃ ταύτας ἐπεκτείνῃ, καὶ τὸ σκότος ἐν αὐταῖς κατα λάμψῃ. Οὕτως καὶ ὁ Κύριος οὐχ ἑαυτὸν ἔσωζε· σω τηρίας γὰρ χρείαν οὐκ εἶχεν, αὐτὸς ὢν Σωτήρ· ἀλλ' ἀπὸ τῆς τῶν ἄλλων εὐεργεσίας ἤθελε γνωσθῆναι πᾶσι Σωτήρ. Ἀλλ' οὐδὲ καταβαίνων ἀπὸ τοῦ σταυροῦ ἤθελε γνωσθῆναι Υἱὸς Θεοῦ, ἀλλ' ἀπὸ τοῦ μένειν αὐ τόν. Πλείονα γὰρ μᾶλλον ὁ θάνατος ὁ τοῦ Σωτῆρος πίστιν καὶ σωτηρίαν τοῖς ἀνθρώποις φέρει ἢ ἡ ἀπὸ τοῦ σταυροῦ κατάβασις. Ἀμέλει κρεμαμένου αὐτοῦ ἐπὶ τοῦ σταυροῦ ἔτι, τὰ μὲν μνήματα ἠνοίγοντο, καὶ οἱ ἐν αὐτοῖς κείμενοι ἐσώζοντο· ὁ δὲ κρεμάμενος λῃστὴς ἐπίστευεν εἰς αὐτόν· ἵνα δείξῃ, ὅτι τῷ ὄντι Σωτήρ ἐστι· καὶ ἀποθανὼν, τῇ πίστει καρποφορεῖ. Ἐπὶ τούτοις ἐξίστατο λοιπὸν ἀληθῶς ὁ διάβολος, καὶ πᾶσα τοῦτον εἰκότως ἀπορία κατεῖχεν· ἑώρα γὰρ αὐτὸν ἀπολέσαντα, καὶ τὸν λῃστὴν ἐν τῷ σταυρῷ, καὶ ὃν ἔπεισε πάλαι λῃστεύειν, ἑώρα τοῦτον πιστεύ σαντα· καὶ ὃν παρώξυνε βλασφημεῖν, τοῦτον ἑώρα προσκυνοῦντα τὸν Κύριον, καὶ ἐπιπλήττοντα καὶ τῷ ἄλλῳ λῃστῇ, μᾶλλον δὲ τῷ ἐν τῷ λῃστῇ διαβόλῳ. Ἐτρύχετο δὲ πάλιν, ὅτι ὃν ὡς λῃστὴν ἀπέκτεινε, τοῦτον πάλιν μεταφερόμενον ἑώρα ἐν τῷ παραδείσῳ. Ὁρῶν δὲ καὶ πᾶσαν αὐτοῦ τὴν πανοπλίαν ῥι φεῖσαν, καὶ ὅτι οὐκ ἦν ἀμυντήριον πεμφθὲν παρ' αὐ τοῦ, ὃ μὴ ἠκύρωσεν ὁ Κύριος, κατὰ τὸ γεγραμμέ νον· «Τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος, καὶ πόλεις καθεῖλες,» διὰ τοῦτο ἐταράσσετο, καὶ ἀπορῶν, πεπείρακε λοιπὸν δοῦναι τῷ Σωτῆρι πιεῖν ὄξος μετὰ χολῆς· ἀλλὰ καὶ τοῦτο καθ' ἑαυτοῦ κατασκευάζων ἠγνόει. Τὸ γὰρ πικρὸν τῆς ὀργῆς, τὸ διὰ τὴν παράβασιν τοῦ νόμου γενόμενον, ἐν ᾧ πάν τας κατεῖχεν, ἀπεδίδου τῷ Σωτῆρι· καὶ λαμβάνων ἐκεῖνος ἀνήλισκε καὶ ἐξεκένου, ἵνα ἀντὶ μὲν τοῦ ὄξους 28.228 ὃν ἐκέρασεν οἶνον ἡ σοφία ποτίσῃ ἡμᾶς· ἀντὶ δὲ τῆς 28.228 χολῆς τὰ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον λόγια χα ρίσηται ἡμῖν· καὶ ἀνθ' ὧν αὐτὸς ἐγεύσατο τὰ ἡμῶν, εἴπῃ καὶ ἡμῖν· «Γεύσασθε, καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος.» Ὡς δὲ καὶ τούτου ἐξέπεσε καὶ ἐσκυλεύθη, καταισχυνθεὶς λοιπὸν, ὑποψία αὐτόν τις εἶχεν, ὁρῶν τὰ τηλικαῦτα, ὅτι οὐ πρὸς ἄνθρωπον, ἀλλὰ πρὸς Θεὸν ἀντιμάχεται. Ἑώρα γὰρ ἐν οἷς τοὺς πάντας ἐθή ρευεν, ἐν τούτοις ἑαυτὸν καταισχυνόμενον, καὶ μᾶλ λον πίπτοντα ἢ καταβάλλοντα· καὶ λοιπὸν ἐπειρᾶτο παραχωρεῖν, καὶ νῶτα διδόναι τῇ φυγῇ. Ὁρῶν γὰρ αὐτὸν κρεμάμενον, καὶ διώκοντα τὸν θάνατον, ἐφο βήθη μὴ οὗτός ἐστι, περὶ οὗ γέγραπται· Ὑψωθήσε ται Κύριος τοῦ ἐλεῆσαι ἡμᾶς. Καὶ διὰ τοῦτο μᾶλλον ἐζήτει πάντα καταλιπεῖν, καὶ φυγεῖν, φθονῶν τοῖς ἐλεηθησομένοις παρ' αὐτοῦ· Ἀλλ' ὁ Κύριος, ὁ τῷ ὄντι Σωτὴρ, οὐ θέλων αὐτὸν ἀπελθεῖν ἀπαθῆ, οὐδὲ ἀτελὲς τὸ ἔργον καταλεῖψαι, οὐδὲ τοὺς ἐν τῷ ᾅδῃ ἐκδότους ἀφεῖναι τῷ ἐχθρῷ, ἐστρατήγησε μέγα καὶ θαυμαστὸν ἔργον. Ὁρῶν γὰρ αὐτὸν καταπτήσσοντα, καὶ τρέμοντα, καὶ δειλιῶντα τὸν θρασὺν,

14