Homilia de passione et cruce domini

 λόγου καὶ προαιρέσεως αὐτῆς φθάνει. Οὐδὲ γὰρ εἴ τίς ἐστι πένης χρημάτων, οὗτος καὶ προαιρέσεως. Ἀμέλει τὸ μέγα ὄντως καὶ θεῖον μυστήριον ἡμῶν οὐκ ἐπὶ

 ἀληθείᾳ,» δι' ἧς μόνης ἐπικαλεῖσθαι δύναται ὁ Θεός. Ὥστε τί ὀμνύουσι Θεὸν οἱ μηδὲ ἐν τοῖς μικροῖς πίστιν ἔχοντες; ἄλλως τε καὶ ὁ ὅρκος ἀληθείας ἐστὶ μ

 μετὰ τριήμερον κατασκαφῆναι τὴν Νινευΐ· ἀλλ' ὅτι τρεῖς ἡμέρας ὑμῶν ἀνέξομαι· ἵνα ἐν τῇ ἀνοχῇ τῶν τριῶν ἡμερῶν, ἐξουσίαν ἔχωσι μετα νοῆσαι, ἢ τὴν μετὰ

 τὸν Ἐμμανουήλ· αὐτὸς δὲ ἐκ Μαρίας τῆς Παρθένου γεννηθεὶς καὶ Θεὸς φαινόμε νος, ἐπλήρου προφήτου τὸν λόγον. Καὶ ὁ μὲν Μιχαίας προαπήγγειλε καὶ τὸν τόπο

 τὰ γινόμενα, ἀλλ' ὅτι γίνεσθαι μέλλει, διὰ τοῦτο καὶ προλέγουσι, καὶ ἀνάγκη μὴ ψεύδεσθαι τοὺς προφήτας, ὁρῶσι γὰρ ἀληθῶς. Εἰ γὰρ καθ' ὑπόθεσιν μὴ προα

 τυγχάνον καὶ πρὸ τούτου, κατ' ὀλίγον δὲ καὶ αὐξανόμενον, καὶ ἀφόρητον γινό μενον τοῖς ἀνθρώποις. Καὶ γὰρ καὶ ὁ θάνατος ἐπὶ πάντας καὶ κατὰ πάντων ἴσχυ

 κατάραν τεθάφθαι διαβε βαιοῦνται. Ὅπερ εἰ οὕτως ἔχει, θαυμάζω τοῦ τόπου τὴν οἰκειότητα. Ἔδει γὰρ τὸν Κύριον, ἀνανεῶσαι θέλοντα τὸν πρῶτον Ἀδὰμ, ἐν ἐκε

 αὐτῷ περιελείπετο λοιπὸν τὸ ἆθλον, πάντων γυμνωθέντι. ∆ιὸ καὶ πάντα ποιεῖ τοῦ μαθεῖν ἕνεκεν, εἰ οὗτός ἐστιν ὁ Σωτήρ· καὶ τοῦτο ἐποίει, ἵνα, ἐὰν ὄντως

 ἐσκυλεύοντο ὑπ' αὐτοῦ. Ἐπειδὴ γὰρ τῇ ἁμαρτίᾳ πεφονοκτόνητο ἡ γῆ ὑπὸ τοῦ διαβόλου, καὶ πλεῖον ὑδάτων αἵμασιν ἦν βεβαμμένη, ἐξ ἀρχῆς μὲν χάνασα καὶ δεξα

 ἐναν τίον. Ἔχων γὰρ αὐτὰς ἀπώλεσε, καὶ ᾠήθη μὴ ἔχων δύνασθαι λαβεῖν αὐτάς· ἀλλ' οὐ πρότερον εἴληφεν, εἰ μὴ τὴν καθ' ἡμῶν ἐν αὐταῖς κειμένην κατάραν ἐκ

 μελλόντων. Οὕτω γὰρ μᾶλλον εὐχερὴς ἡ κατὰ τοῦ διαβόλου καὶ πάσης ἁμαρτίας νίκη γένηται, ἢ ὅταν ἀμυνώμεθα. Ἀμυνόμενοι μὲν γὰρ καὶ ἀνταδικοῦντες τοὺς ἀν

 λὴν, καὶ δύσιν, καὶ ἄρκτον, καὶ μεσημβρίαν, ἐφόρει ταῦτα· ἅπερ θεωρήσας ὁ Ἰωάννης ἐνδεδυμένον αὐτὸν ἔλεγεν· «Ἰδὲ ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρ τί

 πιστεύσομεν αὐτῷ.» Οὐ πιστεύειν δὲ ἤθελε τοὺς Φαρισαίους ὁ τῆς ἀπιστίας διδάσκαλος δράκων· ἀλλὰ φεύγειν ἤθελε 28.225 τὸν Κύριον τὸν θάνατον. Οὐδὲ μαθε

 πάλιν ὡς ὑποπίπτων σχηματίζεται, ἵνα προσελθόντα τὸν ἐχθρὸν τέλεον χειρώσηται. Ὁ μὲν γὰρ δράκων οὐκ ἤθελεν ἀποθνήσκειν τὸν Κύριον, οὐδὲ κρεμάμε νον ἐπ

 δάκρυον ἀπὸ παντὸς προσώπου.» Εἶτα ἐκβληθεὶς ὁ ἄθλιος ἀπὸ τοῦ ᾅδου, καθ ήμενος παρὰ τὰς πύλας, θεωρεῖ ἐξαγομένους πάντας, τοὺς πεπεδημένους, τῇ τοῦ Σω

 καταπαῖξαι, ἀλλὰ καὶ ἡμᾶς ἐπ' αὐτοῦ ἐπιθεῖναι· ἵνα μὴ μόνον ἡμᾶς τῆς δουλείας ἐλευθερώσῃ, ἀλλὰ καὶ τὸν δουλώ σαντα ἡμᾶς καταργήσῃ· μήποτε πάλιν ἰσχύσα

 οὓς ἐφοβοῦντο δαίμονας ἐν τοῖς εἰδώλοις, τούτους τὸν Κύριον ἐπιγνόντες λοιπὸν καταλείπουσι, καὶ ἀπὸ ἄλλων διώκουσι· καὶ ἣν εἰδωλολατροῦντες ἡδονὴν ἐφο

 ἡμῖν τῶν οὐρανῶν ἐχα ρίσω, κτίστα καὶ δημιουργὲ τῶν πάντων, Λόγε τοῦ Πατρός· σὺ γὰρ πάλιν ἡμᾶς ἀνέκτισας, καί σου ποιή ματά ἐσμεν, κτισθέντες ἐπὶ ἔργο

 Ἀρνούμενοι τὸν Κύριον ἔχειν βασιλέα, ἠγνόουν στερισκόμενοι τῆς ∆αβιτικῆς τιμῆς. Αὐτῷ γὰρ ἀπέκειτο τοῦ ∆αβὶδ ἡ βασιλεία, καὶ μέχρι τῆς ἐπιφανείας τοῦ Σ

 ὀνοκένταυροι· εὗρον γὰρ αὐτοῖς ἀνάπαυσιν. Ἐκεῖ ἐνόσσευσεν ἐχῖνος, καὶ ἔσωσεν ἡ γῆ τὰ πεδία αὐτῆς μετὰ ἀσφαλείας.» Ταῦτα πεπόνθασιν οἱ Ἰουδαῖοι, δοκοῦν

 ἀποδιδοὺς τῇ χήρᾳ, ὁ αὐτός ἐστι τοῖς ἐπιβουλεύσασι τῷ Κυρίῳ καὶ συκοφαντήσασιν αὐτόν. Καὶ τέλος, ὁποῖα ἄν τις εἰς τὸν πλησίον ἐργάσηται, ταῦτα εἰς τὸν

ἐναν τίον. Ἔχων γὰρ αὐτὰς ἀπώλεσε, καὶ ᾠήθη μὴ ἔχων δύνασθαι λαβεῖν αὐτάς· ἀλλ' οὐ πρότερον εἴληφεν, εἰ μὴ τὴν καθ' ἡμῶν ἐν αὐταῖς κειμένην κατάραν ἐκούφισεν ὁ Σωτήρ. Βαστάσαντος γὰρ τοῦ Κυρίου ταύτην, πάλιν ἔλαβε τὰς ἀκάνθας καὶ τὴν χλαμύδα· οὐκ ἔτι μὲν ἰσχύοντα καθ' ἡμῶν, ἐκείνων δὲ τὴν πο νηρίαν ἐλέγχοντα. Νῦν μὲν γὰρ αὐτὸς ὁ διάβολος ἐν μὲν ταῖς ἀκάνθαις ὡς ἐν κέντροις ἐστὶ λακτίζων καθ' ἡμῶν. Λέγεται δὲ αὐτῷ περὶ τῆς κοκκίνης χλαμύδος· ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔστι καθαρὸν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρὸς, διότι τὴν γῆν μου ἀπώλεσας, καὶ τὸν λαόν μου ἀπέκτεινας. ∆ιὰ τοῦτο καὶ νῦν, κινῶν τοὺς δημίους κατὰ τοῦ Σωτῆρος, ἐλάκτιζεν ὡς ἐν κέντροις ταῖς ἀκάν θαις, καὶ μᾶλλον ἐπλήττετο ἢ ἔπληττεν. Οὓς γὰρ ἐκίνει κατὰ τοῦ Σωτῆρος, οὗτοι κατ' αὐτοῦ ὡπλί ζοντο. Λαμβάνοντες γὰρ τὸν κάλαμον παρὰ τοῦ Κυ ρίου, καὶ νομίζοντες αὐτὸν τύπτειν, ἐτύφλωττον, τὸν 28.217 κινήσαντα αὐτοὺς διάβολον κόπτοντες ἐν ταῖς ἀκάν θαις. Καὶ ὥσπερ τὰ ἔθνη, ἀναβάντα κατὰ τῆς Ἱε ρουσαλὴμ, ἔκοπτον ἀλλήλους ἐν τῇ κοιλάδι Ἰωσαφὰτ, καὶ ὡς οἱ διώκοντες τὸν Ἰσραὴλ, ἐλθόντες παρὰ τὰς ὄχθας, ἀλλήλοις συνεπλέκοντο, καὶ ἀλλήλους κατ ελάμβανον· οὕτως καὶ νῦν οἱ διώκοντες τὸν Κύριον, ἀλλήλους ἔκοπτον ἀγνοοῦντες, βλάπτοντες μὲν αὐτὸν οὐδὲν, ἑαυτοὺς δὲ μᾶλλον ἀδικοῦντες. Ὥσπερ γὰρ ἐὰν πέτραν τῇ χειρὶ κόπτειν θέλοι τις, τὴν μὲν πέ τραν οὐ τέμνει, τὴν δὲ χεῖρα τραυματίζει· τοῦτον τὸν τρόπον καὶ οἱ κατὰ τοῦ Κυρίου πράττοντες, ὡς κατὰ ἀφθάρτου τολμῶντες, διεφθείροντο, καὶ ὡς κατὰ ἀθα νάτου ἐπιχειροῦντες, αὐτοὶ μᾶλλον ἀπέθνησκον. Καὶ τό γε χείριστον, ὅτι διὰ τῶν αὐτοῦ μελῶν ἔπασχεν· ὃ μάλιστα γέγονε τῷ πανούργῳ πρὸς τελείαν αἰσχύ νην. Ὅλως μὲν γὰρ ὑπὸ τοῦ Κυρίου πληττόμενος, ἠδύνατο καυχᾶσθαι· ὅτε δὲ ὑφ' ὧν ἐδουλεύετο, ὑπὸ τούτων κόπτεται, τοῦτο πᾶσαν αἰσχύνην ὑπερῆρεν. Ἀλλ' οὐκ ἐκείνων ἡ πληγὴ τὸν ὄφιν ἀναιρεῖ· οὐ γὰρ τοσοῦτον ἠδύναντο ἄνθρωποι καὶ δήμιοι ὄντες· ἀλλ' ἐλύπει μὲν αὐτὸν ἡ ὕβρις ἡ παρὰ τῶν Ἰουδαίων αὐτῷ γινομένη· ἐτραυμάτιζε δὲ οὐχ ἡ παρὰ τού των γινομένη πληγὴ, ἀλλ' ὁ Κύριος ὁ ἀντι κρούων τῇ τούτων πληγῇ, καὶ ἡ ἐκ τῆς χειρὸς τοῦ Σωτῆρος γενομένη δύναμις τῷ καλάμῳ. Καὶ ἐν τούτῳ γὰρ ὁ Κύριος σχηματισάμενος, καὶ τὰ ἀνθρώπινα προβαλλόμενος, ἐδέχετο τὸν ὄφιν ἐν ταῖς ἀκάν θαις, καὶ ὡς ἄνθρωπος τυπτόμενος, συνεχώρει τύπτειν τὸν ὄφιν τοῖς δημίοις· ἵνα ὁ ποτὲ καυχησάμενος εἶ ναι Θεὸς, καὶ καυχησάμενος ὡς τὸν Κύριον πειράσας, ὑπὸ δημίων τυπτόμενος, τελείαν τὴν αἰσχύνην ἀπ ενέγκηται. Ἀπέβαινε δὲ αὐτῷ ταῦτα καὶ παρὰ γνώμην, ὧν ἐβούλετο. Ἐνεργῶν γὰρ ἐν τοῖς καταβοῶσι τοῦ Σωτῆρος, ἠγνόει τὴν σιωπὴν ἀντεισάγων καθ' ἑαυτοῦ· παροξύνων Πιλᾶτον, οὐκ ᾔδει κατα σκευάζων ἀντὶ δειλίας τὴν ἀφοβίαν· κινῶν τύπτεσθαι τὸν Κύριον, ἐπλανᾶτο δεικνυμένης ἀνεξικακίας. Καὶ τέλος ἐμπαροινῶν κατὰ τοῦ Σωτῆρος, οὐκ ἔβλεπεν ἀρετὴν κατὰ κακίας καθοπλίζων· πάσῃ γὰρ κακίᾳ καὶ πονηρίᾳ χαίρει ὁ ἐχθρός· καὶ εἴ τι κακόν ἐστι, τοῦτο διαβολικόν ἐστιν ὅπλον· ἢ γὰρ δειλίᾳ θα νάτου, ἢ διὰ τὸ ἀμύνασθαι πάντως, ἁμαρτάνειν πεί θει. Ὅθεν ὁ Κύριος ὑπέμεινε πάντα· ἵνα ἐν μὲν τῇ δειλίᾳ τὴν ἀνδρείαν, τῇ δὲ ὕβρει τὴν ἀνεξικακίαν, τῷ δὲ θυμῷ τὴν πραότητα, καὶ ἐπὶ πᾶσιν ἀρετὴν κατὰ τῆς κακίας ἀντικεῖσθαι διδάξῃ. Καὶ πρῶτον μὲν ἐδίδασκε τῷ τύπτοντι εἰς τὴν σιαγόνα στρέφειν καὶ τὴν ἄλλην· καί· «Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόν των τὸ σῶμα·» καί· «Ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει·» καί· «Εὐλογεῖτε τοὺς διώκοντας.» Ἵνα δὲ μὴ ἀδύνατος ἡ ἐντολὴ νομισθῇ παρά τισι, διὰ τοῦ 28.220 το δι' ἑαυτοῦ τὰ πάντα ἐπέδειξε ὁ Κύριος, καὶ ἀφ' ὧν ἔπασχεν, ἔπεισε πάντας ὑβριζομένους, μὴ ἀνθυβρίζειν, καὶ τυπτομένους, μὴ ἀντιτύπτειν, καὶ χλευαζομένους, μὴ ὀργίζεσθαι, καὶ ἀπὸ τοῦ αἴροντος τὰ ἡμῶν μὴ ἀπαιτεῖν· καὶ καθόλου μὴ φοβεῖσθαι τὸν θάνατον· ἀλλὰ καὶ καταφρονεῖν αὐτοῦ τῇ ἐλπίδι τῶν

11