Homilia de passione et cruce domini

 λόγου καὶ προαιρέσεως αὐτῆς φθάνει. Οὐδὲ γὰρ εἴ τίς ἐστι πένης χρημάτων, οὗτος καὶ προαιρέσεως. Ἀμέλει τὸ μέγα ὄντως καὶ θεῖον μυστήριον ἡμῶν οὐκ ἐπὶ

 ἀληθείᾳ,» δι' ἧς μόνης ἐπικαλεῖσθαι δύναται ὁ Θεός. Ὥστε τί ὀμνύουσι Θεὸν οἱ μηδὲ ἐν τοῖς μικροῖς πίστιν ἔχοντες; ἄλλως τε καὶ ὁ ὅρκος ἀληθείας ἐστὶ μ

 μετὰ τριήμερον κατασκαφῆναι τὴν Νινευΐ· ἀλλ' ὅτι τρεῖς ἡμέρας ὑμῶν ἀνέξομαι· ἵνα ἐν τῇ ἀνοχῇ τῶν τριῶν ἡμερῶν, ἐξουσίαν ἔχωσι μετα νοῆσαι, ἢ τὴν μετὰ

 τὸν Ἐμμανουήλ· αὐτὸς δὲ ἐκ Μαρίας τῆς Παρθένου γεννηθεὶς καὶ Θεὸς φαινόμε νος, ἐπλήρου προφήτου τὸν λόγον. Καὶ ὁ μὲν Μιχαίας προαπήγγειλε καὶ τὸν τόπο

 τὰ γινόμενα, ἀλλ' ὅτι γίνεσθαι μέλλει, διὰ τοῦτο καὶ προλέγουσι, καὶ ἀνάγκη μὴ ψεύδεσθαι τοὺς προφήτας, ὁρῶσι γὰρ ἀληθῶς. Εἰ γὰρ καθ' ὑπόθεσιν μὴ προα

 τυγχάνον καὶ πρὸ τούτου, κατ' ὀλίγον δὲ καὶ αὐξανόμενον, καὶ ἀφόρητον γινό μενον τοῖς ἀνθρώποις. Καὶ γὰρ καὶ ὁ θάνατος ἐπὶ πάντας καὶ κατὰ πάντων ἴσχυ

 κατάραν τεθάφθαι διαβε βαιοῦνται. Ὅπερ εἰ οὕτως ἔχει, θαυμάζω τοῦ τόπου τὴν οἰκειότητα. Ἔδει γὰρ τὸν Κύριον, ἀνανεῶσαι θέλοντα τὸν πρῶτον Ἀδὰμ, ἐν ἐκε

 αὐτῷ περιελείπετο λοιπὸν τὸ ἆθλον, πάντων γυμνωθέντι. ∆ιὸ καὶ πάντα ποιεῖ τοῦ μαθεῖν ἕνεκεν, εἰ οὗτός ἐστιν ὁ Σωτήρ· καὶ τοῦτο ἐποίει, ἵνα, ἐὰν ὄντως

 ἐσκυλεύοντο ὑπ' αὐτοῦ. Ἐπειδὴ γὰρ τῇ ἁμαρτίᾳ πεφονοκτόνητο ἡ γῆ ὑπὸ τοῦ διαβόλου, καὶ πλεῖον ὑδάτων αἵμασιν ἦν βεβαμμένη, ἐξ ἀρχῆς μὲν χάνασα καὶ δεξα

 ἐναν τίον. Ἔχων γὰρ αὐτὰς ἀπώλεσε, καὶ ᾠήθη μὴ ἔχων δύνασθαι λαβεῖν αὐτάς· ἀλλ' οὐ πρότερον εἴληφεν, εἰ μὴ τὴν καθ' ἡμῶν ἐν αὐταῖς κειμένην κατάραν ἐκ

 μελλόντων. Οὕτω γὰρ μᾶλλον εὐχερὴς ἡ κατὰ τοῦ διαβόλου καὶ πάσης ἁμαρτίας νίκη γένηται, ἢ ὅταν ἀμυνώμεθα. Ἀμυνόμενοι μὲν γὰρ καὶ ἀνταδικοῦντες τοὺς ἀν

 λὴν, καὶ δύσιν, καὶ ἄρκτον, καὶ μεσημβρίαν, ἐφόρει ταῦτα· ἅπερ θεωρήσας ὁ Ἰωάννης ἐνδεδυμένον αὐτὸν ἔλεγεν· «Ἰδὲ ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρ τί

 πιστεύσομεν αὐτῷ.» Οὐ πιστεύειν δὲ ἤθελε τοὺς Φαρισαίους ὁ τῆς ἀπιστίας διδάσκαλος δράκων· ἀλλὰ φεύγειν ἤθελε 28.225 τὸν Κύριον τὸν θάνατον. Οὐδὲ μαθε

 πάλιν ὡς ὑποπίπτων σχηματίζεται, ἵνα προσελθόντα τὸν ἐχθρὸν τέλεον χειρώσηται. Ὁ μὲν γὰρ δράκων οὐκ ἤθελεν ἀποθνήσκειν τὸν Κύριον, οὐδὲ κρεμάμε νον ἐπ

 δάκρυον ἀπὸ παντὸς προσώπου.» Εἶτα ἐκβληθεὶς ὁ ἄθλιος ἀπὸ τοῦ ᾅδου, καθ ήμενος παρὰ τὰς πύλας, θεωρεῖ ἐξαγομένους πάντας, τοὺς πεπεδημένους, τῇ τοῦ Σω

 καταπαῖξαι, ἀλλὰ καὶ ἡμᾶς ἐπ' αὐτοῦ ἐπιθεῖναι· ἵνα μὴ μόνον ἡμᾶς τῆς δουλείας ἐλευθερώσῃ, ἀλλὰ καὶ τὸν δουλώ σαντα ἡμᾶς καταργήσῃ· μήποτε πάλιν ἰσχύσα

 οὓς ἐφοβοῦντο δαίμονας ἐν τοῖς εἰδώλοις, τούτους τὸν Κύριον ἐπιγνόντες λοιπὸν καταλείπουσι, καὶ ἀπὸ ἄλλων διώκουσι· καὶ ἣν εἰδωλολατροῦντες ἡδονὴν ἐφο

 ἡμῖν τῶν οὐρανῶν ἐχα ρίσω, κτίστα καὶ δημιουργὲ τῶν πάντων, Λόγε τοῦ Πατρός· σὺ γὰρ πάλιν ἡμᾶς ἀνέκτισας, καί σου ποιή ματά ἐσμεν, κτισθέντες ἐπὶ ἔργο

 Ἀρνούμενοι τὸν Κύριον ἔχειν βασιλέα, ἠγνόουν στερισκόμενοι τῆς ∆αβιτικῆς τιμῆς. Αὐτῷ γὰρ ἀπέκειτο τοῦ ∆αβὶδ ἡ βασιλεία, καὶ μέχρι τῆς ἐπιφανείας τοῦ Σ

 ὀνοκένταυροι· εὗρον γὰρ αὐτοῖς ἀνάπαυσιν. Ἐκεῖ ἐνόσσευσεν ἐχῖνος, καὶ ἔσωσεν ἡ γῆ τὰ πεδία αὐτῆς μετὰ ἀσφαλείας.» Ταῦτα πεπόνθασιν οἱ Ἰουδαῖοι, δοκοῦν

 ἀποδιδοὺς τῇ χήρᾳ, ὁ αὐτός ἐστι τοῖς ἐπιβουλεύσασι τῷ Κυρίῳ καὶ συκοφαντήσασιν αὐτόν. Καὶ τέλος, ὁποῖα ἄν τις εἰς τὸν πλησίον ἐργάσηται, ταῦτα εἰς τὸν

ἀποδιδοὺς τῇ χήρᾳ, ὁ αὐτός ἐστι τοῖς ἐπιβουλεύσασι τῷ Κυρίῳ καὶ συκοφαντήσασιν αὐτόν. Καὶ τέλος, ὁποῖα ἄν τις εἰς τὸν πλησίον ἐργάσηται, ταῦτα εἰς τὸν Κύριον λογίζεται, τὸν δι' ἡμᾶς κατελθόντα καὶ ὑπὲρ ἡμῶν ἀποθανόντα. Οὕτω γὰρ καὶ ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις λέγει· «Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τῶν μικρῶν τούτων, ἐμοὶ ἐποιήσατε.» Καὶ πάλιν, ὅπερ ἐστὶν ἀναγκαῖον εἰδέναι καὶ τηρεῖν· «Ὁ πορνεύων τὴν μὲν ἰδίαν ψυχὴν ἀπολλύει, ὑβρίζει δὲ καὶ αὐτὸς, ὡς Ἰουδαῖοι, τὸν ναὸν καὶ τὸ σῶμα τοῦ Κυρίου.» Ὁ γὰρ «τὸν ναὸν τοῦ Θεοῦ φθείρων, φθείρεται ὑπὸ τοῦ Θεοῦ,» ὡς Παῦλος γράφει. Καὶ ὁ μὲν ὑπὸ τῆς ἁμαρτίας βασιλευόμενος οὐδὲν ἀποδέει τῶν ἀρνουμένων Ἰουδαίων, καὶ λεγόντων μὴ ἔχειν βασιλέα τὸν Κύριον, ἀλλὰ Καίσαρα. Μὴ ἀγνοείτω δὲ ὁ κρατούμενος ὑπὸ τῶν ἡδονῶν, καὶ μᾶλλον αὐταῖς τερπόμενος, ὅτι καὶ αὐτὸς, ὡς οἱ Ἰουδαῖοι, τὸν Βαραββᾶν αἰτεῖται, καὶ τὸν Κύριον ἀποκτείνει. Οὕτω γὰρ οἱ Ἰουδαῖοι, τὸν φαῦλον τρόπον ἀγαπήσαντες τὸν τοῦ Βαραββᾶ, λοιπὸν τὴν ἀρετὴν ἀπεδίωξαν. Γινωσκέτω δὲ καὶ ὁ μὴ τῇ πίστει ἰσχυρὸς, ὅτι τοιοῦτός ἐστιν, ὡς οἱ ἀπιστοῦντες καὶ λέγοντες· «Εἰ Υἱός ἐστι τοῦ Θεοῦ, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομεν αὐτῷ.» Καὶ γὰρ κἀκεῖνοι ἀπιστοῦντες ἐφθέγγοντο ταῦτα. Τί οὖν ἐπὶ τούτοις χρὴ ποιεῖν; Οὐδὲν ἕτερον ἢ πιστεύειν τῷ Χριστῷ, καὶ κατ' αὐτὸν πολιτεύεσθαι, καθὼς καὶ ὁ Παῦλος λέγει· «Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ·» καὶ τὴν μὲν Ἰουδαίων ἐκτρέπεσθαι φιλίαν, καὶ ἀπιστίαν, καὶ χλεύην, καὶ μύθους, καὶ γενεαλογίας ἀπεράντους, αἵτινες ζητήσεις παρέχουσι μᾶλλον ἢ οἰκονομίαν Θεοῦ τὴν ἐν πίστει· ἔχεσθαι δὲ τοῦ σταυροῦ καὶ ἀξίως αὐτοῦ πολιτεύεσθαι, καὶ λέγειν τὰς αὐτὰς τῷ Παύλῳ φωνάς· «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Οὕτω γὰρ πολιτευσάμενοι καὶ 28.249 πιστεύσαντες εἰς τὸν Κύριον, γνωσόμεθα τὴν εἰς οὐρανοὺς ἀνάληψιν αὐτοῦ, καὶ τὴν ἐν δεξιᾷ τῆς μεγαλοσύνης κάθισιν, καὶ τὴν τῶν ἀγγέλων ὑποταγὴν ὀψόμεθα, καὶ τὴν μετὰ δόξης αὐτοῦ πάλιν παρουσίαν· ἢν ἄγγελοι μὲν προσημαίνουσιν, ἅγιοι δὲ ὑμνοῦσι· πάντες δὲ ὁρῶντες ἀγαλλιῶνται, καὶ χαίρουσιν ἐν Χριστῷ Ἰησοῦ, δι' οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

22