Homilia de passione et cruce domini

 λόγου καὶ προαιρέσεως αὐτῆς φθάνει. Οὐδὲ γὰρ εἴ τίς ἐστι πένης χρημάτων, οὗτος καὶ προαιρέσεως. Ἀμέλει τὸ μέγα ὄντως καὶ θεῖον μυστήριον ἡμῶν οὐκ ἐπὶ

 ἀληθείᾳ,» δι' ἧς μόνης ἐπικαλεῖσθαι δύναται ὁ Θεός. Ὥστε τί ὀμνύουσι Θεὸν οἱ μηδὲ ἐν τοῖς μικροῖς πίστιν ἔχοντες; ἄλλως τε καὶ ὁ ὅρκος ἀληθείας ἐστὶ μ

 μετὰ τριήμερον κατασκαφῆναι τὴν Νινευΐ· ἀλλ' ὅτι τρεῖς ἡμέρας ὑμῶν ἀνέξομαι· ἵνα ἐν τῇ ἀνοχῇ τῶν τριῶν ἡμερῶν, ἐξουσίαν ἔχωσι μετα νοῆσαι, ἢ τὴν μετὰ

 τὸν Ἐμμανουήλ· αὐτὸς δὲ ἐκ Μαρίας τῆς Παρθένου γεννηθεὶς καὶ Θεὸς φαινόμε νος, ἐπλήρου προφήτου τὸν λόγον. Καὶ ὁ μὲν Μιχαίας προαπήγγειλε καὶ τὸν τόπο

 τὰ γινόμενα, ἀλλ' ὅτι γίνεσθαι μέλλει, διὰ τοῦτο καὶ προλέγουσι, καὶ ἀνάγκη μὴ ψεύδεσθαι τοὺς προφήτας, ὁρῶσι γὰρ ἀληθῶς. Εἰ γὰρ καθ' ὑπόθεσιν μὴ προα

 τυγχάνον καὶ πρὸ τούτου, κατ' ὀλίγον δὲ καὶ αὐξανόμενον, καὶ ἀφόρητον γινό μενον τοῖς ἀνθρώποις. Καὶ γὰρ καὶ ὁ θάνατος ἐπὶ πάντας καὶ κατὰ πάντων ἴσχυ

 κατάραν τεθάφθαι διαβε βαιοῦνται. Ὅπερ εἰ οὕτως ἔχει, θαυμάζω τοῦ τόπου τὴν οἰκειότητα. Ἔδει γὰρ τὸν Κύριον, ἀνανεῶσαι θέλοντα τὸν πρῶτον Ἀδὰμ, ἐν ἐκε

 αὐτῷ περιελείπετο λοιπὸν τὸ ἆθλον, πάντων γυμνωθέντι. ∆ιὸ καὶ πάντα ποιεῖ τοῦ μαθεῖν ἕνεκεν, εἰ οὗτός ἐστιν ὁ Σωτήρ· καὶ τοῦτο ἐποίει, ἵνα, ἐὰν ὄντως

 ἐσκυλεύοντο ὑπ' αὐτοῦ. Ἐπειδὴ γὰρ τῇ ἁμαρτίᾳ πεφονοκτόνητο ἡ γῆ ὑπὸ τοῦ διαβόλου, καὶ πλεῖον ὑδάτων αἵμασιν ἦν βεβαμμένη, ἐξ ἀρχῆς μὲν χάνασα καὶ δεξα

 ἐναν τίον. Ἔχων γὰρ αὐτὰς ἀπώλεσε, καὶ ᾠήθη μὴ ἔχων δύνασθαι λαβεῖν αὐτάς· ἀλλ' οὐ πρότερον εἴληφεν, εἰ μὴ τὴν καθ' ἡμῶν ἐν αὐταῖς κειμένην κατάραν ἐκ

 μελλόντων. Οὕτω γὰρ μᾶλλον εὐχερὴς ἡ κατὰ τοῦ διαβόλου καὶ πάσης ἁμαρτίας νίκη γένηται, ἢ ὅταν ἀμυνώμεθα. Ἀμυνόμενοι μὲν γὰρ καὶ ἀνταδικοῦντες τοὺς ἀν

 λὴν, καὶ δύσιν, καὶ ἄρκτον, καὶ μεσημβρίαν, ἐφόρει ταῦτα· ἅπερ θεωρήσας ὁ Ἰωάννης ἐνδεδυμένον αὐτὸν ἔλεγεν· «Ἰδὲ ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρ τί

 πιστεύσομεν αὐτῷ.» Οὐ πιστεύειν δὲ ἤθελε τοὺς Φαρισαίους ὁ τῆς ἀπιστίας διδάσκαλος δράκων· ἀλλὰ φεύγειν ἤθελε 28.225 τὸν Κύριον τὸν θάνατον. Οὐδὲ μαθε

 πάλιν ὡς ὑποπίπτων σχηματίζεται, ἵνα προσελθόντα τὸν ἐχθρὸν τέλεον χειρώσηται. Ὁ μὲν γὰρ δράκων οὐκ ἤθελεν ἀποθνήσκειν τὸν Κύριον, οὐδὲ κρεμάμε νον ἐπ

 δάκρυον ἀπὸ παντὸς προσώπου.» Εἶτα ἐκβληθεὶς ὁ ἄθλιος ἀπὸ τοῦ ᾅδου, καθ ήμενος παρὰ τὰς πύλας, θεωρεῖ ἐξαγομένους πάντας, τοὺς πεπεδημένους, τῇ τοῦ Σω

 καταπαῖξαι, ἀλλὰ καὶ ἡμᾶς ἐπ' αὐτοῦ ἐπιθεῖναι· ἵνα μὴ μόνον ἡμᾶς τῆς δουλείας ἐλευθερώσῃ, ἀλλὰ καὶ τὸν δουλώ σαντα ἡμᾶς καταργήσῃ· μήποτε πάλιν ἰσχύσα

 οὓς ἐφοβοῦντο δαίμονας ἐν τοῖς εἰδώλοις, τούτους τὸν Κύριον ἐπιγνόντες λοιπὸν καταλείπουσι, καὶ ἀπὸ ἄλλων διώκουσι· καὶ ἣν εἰδωλολατροῦντες ἡδονὴν ἐφο

 ἡμῖν τῶν οὐρανῶν ἐχα ρίσω, κτίστα καὶ δημιουργὲ τῶν πάντων, Λόγε τοῦ Πατρός· σὺ γὰρ πάλιν ἡμᾶς ἀνέκτισας, καί σου ποιή ματά ἐσμεν, κτισθέντες ἐπὶ ἔργο

 Ἀρνούμενοι τὸν Κύριον ἔχειν βασιλέα, ἠγνόουν στερισκόμενοι τῆς ∆αβιτικῆς τιμῆς. Αὐτῷ γὰρ ἀπέκειτο τοῦ ∆αβὶδ ἡ βασιλεία, καὶ μέχρι τῆς ἐπιφανείας τοῦ Σ

 ὀνοκένταυροι· εὗρον γὰρ αὐτοῖς ἀνάπαυσιν. Ἐκεῖ ἐνόσσευσεν ἐχῖνος, καὶ ἔσωσεν ἡ γῆ τὰ πεδία αὐτῆς μετὰ ἀσφαλείας.» Ταῦτα πεπόνθασιν οἱ Ἰουδαῖοι, δοκοῦν

 ἀποδιδοὺς τῇ χήρᾳ, ὁ αὐτός ἐστι τοῖς ἐπιβουλεύσασι τῷ Κυρίῳ καὶ συκοφαντήσασιν αὐτόν. Καὶ τέλος, ὁποῖα ἄν τις εἰς τὸν πλησίον ἐργάσηται, ταῦτα εἰς τὸν

μελλόντων. Οὕτω γὰρ μᾶλλον εὐχερὴς ἡ κατὰ τοῦ διαβόλου καὶ πάσης ἁμαρτίας νίκη γένηται, ἢ ὅταν ἀμυνώμεθα. Ἀμυνόμενοι μὲν γὰρ καὶ ἀνταδικοῦντες τοὺς ἀνταδικοῦντας, καὶ ὑβρίζοντες τοὺς ὑβρίζον τας, καὶ αὐξάνομεν καὶ τρέφομεν καθ' ἑαυτῶν τὴν κα κίαν, οὐ μᾶλλον τοὺς ἐχθροὺς, ἀλλ' ἑαυτοὺς ἀδικοῦν τες τῇ διὰ τὴν κακίαν καταδίκῃ καὶ κρίσει μενούσῃ τοὺς ταύτῃ χρησαμένους· ὅταν δὲ, ὡς ὁ Κύριος, ὑπο μένωμεν ἀδικούμενοι, καὶ τοῖς λοιδοροῦσι τὴν ἀνεξικα κίαν ἀντιτιθῶμεν, τοῖς δὲ ἀπειλοῦσι τὴν ἀνδρείαν, τῷ δὲ θανάτῳ τὴν ἐλπίδα τῆς ἀθανασίας· πάντως ἐν τούτοις λυποῦμεν τὸν ἐχθρόν· κἀκεῖνος ἐν τῇ τοιαύτῃ πανοπλίᾳ καταπίπτει, ἐν ᾗ καὶ ὁ Παῦλος ἡμᾶς καθο πλίζων φησίν· «Ἐνδύσασθε οὖν τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε πρὸς τὰς μεθοδείας τοῦ διαβόλου στῆναι.» Οὕτω γὰρ καὶ τοῦ Σωτῆρος ὑπομείναντος, γέγονε τό· «Ἐθεώρουν τὸν Σατανᾶν πίπτοντα ἐκ τοῦ οὐρανοῦ ὡς ἀστραπήν.» Εὐθέως γοῦν μετὰ τὸ τούτοις ἀνδραγαθῆσαι τὸν Κύριον, καὶ πεσεῖν τὸν ἐχθρὸν, ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν, γνώρισμα τῆς νίκης ἀληθῶς καὶ ἄκον τες καθ' ἑαυτῶν παρέχοντες. Ἕως μὲν γὰρ εἱστήκει ὁ ἐχθρὸς, εἶχον οἱ δήμιοι τὸ ξύλον· ὅτε δὲ πέπτωκε καὶ κατεῤῥάγη, τότε τρόπαιον ἔλαβεν ὁ Κύριος, καὶ ἑαυτῷ ἐβάστασεν. Ἔδει γὰρ τὸν νικητὴν θριαμ βεύοντα κατὰ τοῦ διαβόλου, μὴ ἄλλῳ συγχωρεῖν, ἀλλ' ἑαυτῷ βαστάζειν τὸ τρόπαιον. Ἐλάμβανε δὲ σὺν τῷ τροπαίῳ καὶ τὰ ἱμάτια παρ' αὐτῶν, ἀπερχόμενος εἰς τὸν θάνατον· ἵνα καὶ ταῦτα σὺν τῷ θανάτῳ ἀπεκδύ σηται. ∆ιὰ τοῦτο, πάλιν ἐκδυσάμενος, κατέσπευδε τοὺς ἀπάγοντας ἄγειν αὐτόν. Ὡς δὲ ἀπήγετο, κατὰ μὲν τὸν Ἰωάννην, ἑαυτῷ τὸν σταυρὸν ἐβάσταζε, κατὰ δὲ τοὺς ἄλλους εὐαγγελιστὰς, Σίμων ὁ ἄνθρωπος ὁ ἀπὸ Κυρήνης ἔφερε τὸν σταυρόν. Ἔστι δὲ οὐκ ἐναν τίον τῷ Ἰωάννῃ· οὐδὲ γὰρ ὁ Ἰωάννης ἐναντίον τοῖς ἄλλοις γράφει, ἀλλ' ἀμφότερα γέγονεν ἐπὶ τού του· καὶ γὰρ καὶ ἑαυτῷ ὁ Κύριος τὸν σταυρὸν ἐβά σταζε, καὶ πάλιν Σίμων ὁ ἄνθρωπος ἔφερεν αὐτόν. Ὡς μὲν οὖν κατὰ τοῦ διαβόλου τρόπαιον ἐβάσταζε πρῶ τον, ἑκουσίως δὲ καὶ τὸν σταυρὸν ἔφερεν ἑαυτῷ· καὶ γὰρ οὐκ ἀναγκαζόμενος ἤρχετο ἐπὶ τὸν θάνατον. Καὶ πάλιν δὲ ἐβάσταζεν αὐτὸν Σίμων ὁ ἄνθρωπος, ἵνα γνωσθῇ πᾶσιν, ὅτι οὐ τὸν ἑαυτοῦ, ἀλλὰ τὸν τῶν ἀν 28.221 θρώπων ἀποθνήσκει θάνατον ὁ Κύριος. Τούτων δὲ οὕτως γενομένων, ἔρχεται σπεύδων ἐπὶ τὸν τόπον, ἔνθα καὶ ἀναβαίνειν αὐτὸ ἐπὶ τὸν σταυρὸν ἔδει, ἵνα τὸ καθ' ἡμῶν χειρόγραφον, ὅπερ ἀπὸ τῶν ἐχθρῶν ᾖρε, προσηλώσῃ τῷ σταυρῷ, καὶ ἀπεκδυσάμενος τὰς ἀρ χὰς καὶ τὰς ἐξουσίας, ἐν παῤῥησίᾳ δειγματίσῃ τού τους ἐν τῷ ξύλῳ θριαμβεύων κατ' αὐτῶν, καὶ δεικνύων τὸν ἐκσπασθέντα ἐκ τοῦ λέοντος ἄνθρωπον, καὶ λοι πὸν τῷ ἰδίῳ αἵματι ῥαίνων καὶ καθαρίζων τὴν γῆν ἀρέσκηται. Μέλλων δὲ τοῦτο ποιεῖν, ἐξεδύσατο τὰ ἱμά τια. Ἔδει γὰρ αὐτὸν, εἰσάγοντα τὸν ἄνθρωπον εἰς τὸν παράδεισον, ἀπεκδύσασθαι τοὺς χιτῶνας, οὓς ἔλαβεν ὁ Ἀδὰμ ἐκβαλλόμενος ἐκ τοῦ παραδείσου. Ὅτε γὰρ ἥμαρτε, καὶ λοιπὸν ἤμελλεν ἀποθνήσκειν, ἔλαβε δερματίνους χιτῶνας, ἐκ νεκρῶν ζώων γενομένους, σύμ βολον ὄντας τῆς διὰ τὴν ἁμαρτίαν νεκρώσεως αὐτῷ προσγενομένης. Ἀλλ' ὁ Κύριος, ὁ πάντα τὰ ἡμῶν δι' ἡμᾶς ἀναδε ξάμενος, ἐνεδύσατο ταῦτα, ἵνα καὶ ἀπεκδύσηται, καὶ ἀντὶ τούτων ἡμᾶς ἐνδύσῃ τὴν ζωὴν καὶ τὴν ἀφθαρσίαν· ἐνεδύσατο δὲ μετὰ τούτων καὶ χιτῶνα ἄῤῥαφον ἐκ τῶν ἄνωθεν ὑφαντὸν δι' ὅλου γενόμενον· ἵνα κἂν ἐκ τού των πιστεῦσαι δυνηθῶσιν οἱ Ἰουδαῖοι, τίς ἐστι καὶ πόθεν ὁ ἐνδυσάμενος ταῦτα· ὅτι οὐκ ἀπὸ γῆς, ἀλλ' ἄνωθεν ἐρχόμενος ἦν ὁ Λόγος, καὶ ὅτι οὐ μεριστὸς, ἀλλ' ἀμέριστός ἐστιν ὁ Λόγος ὁ τοῦ Πατρὸς, καὶ, ὅτι, γενόμενος ἄνθρωπος, οὐκ ἐῤῥαμμένον εἶχε τὸ σῶμα ἐξ ἀνδρὸς καὶ γυναικὸς, ἀλλ' ἐκ Παρθένου μόνης, ὑφασμένον τῇ τοῦ Πνεύματος τέχνῃ. Ὅθεν οἱ δήμιοι τὰ μὲν ἄλλα διαμερίζονται ἱμάτια, μεριστὰ γὰρ ἦν, καὶ εἰς τέσσαρα διαμερίζονται· καὶ γὰρ ὑπὲρ τῆς ἁμαρτίας τῆς τετραμεροῦς οἰκουμένης κατὰ ἀνατο

12