Homilia de passione et cruce domini

 λόγου καὶ προαιρέσεως αὐτῆς φθάνει. Οὐδὲ γὰρ εἴ τίς ἐστι πένης χρημάτων, οὗτος καὶ προαιρέσεως. Ἀμέλει τὸ μέγα ὄντως καὶ θεῖον μυστήριον ἡμῶν οὐκ ἐπὶ

 ἀληθείᾳ,» δι' ἧς μόνης ἐπικαλεῖσθαι δύναται ὁ Θεός. Ὥστε τί ὀμνύουσι Θεὸν οἱ μηδὲ ἐν τοῖς μικροῖς πίστιν ἔχοντες; ἄλλως τε καὶ ὁ ὅρκος ἀληθείας ἐστὶ μ

 μετὰ τριήμερον κατασκαφῆναι τὴν Νινευΐ· ἀλλ' ὅτι τρεῖς ἡμέρας ὑμῶν ἀνέξομαι· ἵνα ἐν τῇ ἀνοχῇ τῶν τριῶν ἡμερῶν, ἐξουσίαν ἔχωσι μετα νοῆσαι, ἢ τὴν μετὰ

 τὸν Ἐμμανουήλ· αὐτὸς δὲ ἐκ Μαρίας τῆς Παρθένου γεννηθεὶς καὶ Θεὸς φαινόμε νος, ἐπλήρου προφήτου τὸν λόγον. Καὶ ὁ μὲν Μιχαίας προαπήγγειλε καὶ τὸν τόπο

 τὰ γινόμενα, ἀλλ' ὅτι γίνεσθαι μέλλει, διὰ τοῦτο καὶ προλέγουσι, καὶ ἀνάγκη μὴ ψεύδεσθαι τοὺς προφήτας, ὁρῶσι γὰρ ἀληθῶς. Εἰ γὰρ καθ' ὑπόθεσιν μὴ προα

 τυγχάνον καὶ πρὸ τούτου, κατ' ὀλίγον δὲ καὶ αὐξανόμενον, καὶ ἀφόρητον γινό μενον τοῖς ἀνθρώποις. Καὶ γὰρ καὶ ὁ θάνατος ἐπὶ πάντας καὶ κατὰ πάντων ἴσχυ

 κατάραν τεθάφθαι διαβε βαιοῦνται. Ὅπερ εἰ οὕτως ἔχει, θαυμάζω τοῦ τόπου τὴν οἰκειότητα. Ἔδει γὰρ τὸν Κύριον, ἀνανεῶσαι θέλοντα τὸν πρῶτον Ἀδὰμ, ἐν ἐκε

 αὐτῷ περιελείπετο λοιπὸν τὸ ἆθλον, πάντων γυμνωθέντι. ∆ιὸ καὶ πάντα ποιεῖ τοῦ μαθεῖν ἕνεκεν, εἰ οὗτός ἐστιν ὁ Σωτήρ· καὶ τοῦτο ἐποίει, ἵνα, ἐὰν ὄντως

 ἐσκυλεύοντο ὑπ' αὐτοῦ. Ἐπειδὴ γὰρ τῇ ἁμαρτίᾳ πεφονοκτόνητο ἡ γῆ ὑπὸ τοῦ διαβόλου, καὶ πλεῖον ὑδάτων αἵμασιν ἦν βεβαμμένη, ἐξ ἀρχῆς μὲν χάνασα καὶ δεξα

 ἐναν τίον. Ἔχων γὰρ αὐτὰς ἀπώλεσε, καὶ ᾠήθη μὴ ἔχων δύνασθαι λαβεῖν αὐτάς· ἀλλ' οὐ πρότερον εἴληφεν, εἰ μὴ τὴν καθ' ἡμῶν ἐν αὐταῖς κειμένην κατάραν ἐκ

 μελλόντων. Οὕτω γὰρ μᾶλλον εὐχερὴς ἡ κατὰ τοῦ διαβόλου καὶ πάσης ἁμαρτίας νίκη γένηται, ἢ ὅταν ἀμυνώμεθα. Ἀμυνόμενοι μὲν γὰρ καὶ ἀνταδικοῦντες τοὺς ἀν

 λὴν, καὶ δύσιν, καὶ ἄρκτον, καὶ μεσημβρίαν, ἐφόρει ταῦτα· ἅπερ θεωρήσας ὁ Ἰωάννης ἐνδεδυμένον αὐτὸν ἔλεγεν· «Ἰδὲ ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρ τί

 πιστεύσομεν αὐτῷ.» Οὐ πιστεύειν δὲ ἤθελε τοὺς Φαρισαίους ὁ τῆς ἀπιστίας διδάσκαλος δράκων· ἀλλὰ φεύγειν ἤθελε 28.225 τὸν Κύριον τὸν θάνατον. Οὐδὲ μαθε

 πάλιν ὡς ὑποπίπτων σχηματίζεται, ἵνα προσελθόντα τὸν ἐχθρὸν τέλεον χειρώσηται. Ὁ μὲν γὰρ δράκων οὐκ ἤθελεν ἀποθνήσκειν τὸν Κύριον, οὐδὲ κρεμάμε νον ἐπ

 δάκρυον ἀπὸ παντὸς προσώπου.» Εἶτα ἐκβληθεὶς ὁ ἄθλιος ἀπὸ τοῦ ᾅδου, καθ ήμενος παρὰ τὰς πύλας, θεωρεῖ ἐξαγομένους πάντας, τοὺς πεπεδημένους, τῇ τοῦ Σω

 καταπαῖξαι, ἀλλὰ καὶ ἡμᾶς ἐπ' αὐτοῦ ἐπιθεῖναι· ἵνα μὴ μόνον ἡμᾶς τῆς δουλείας ἐλευθερώσῃ, ἀλλὰ καὶ τὸν δουλώ σαντα ἡμᾶς καταργήσῃ· μήποτε πάλιν ἰσχύσα

 οὓς ἐφοβοῦντο δαίμονας ἐν τοῖς εἰδώλοις, τούτους τὸν Κύριον ἐπιγνόντες λοιπὸν καταλείπουσι, καὶ ἀπὸ ἄλλων διώκουσι· καὶ ἣν εἰδωλολατροῦντες ἡδονὴν ἐφο

 ἡμῖν τῶν οὐρανῶν ἐχα ρίσω, κτίστα καὶ δημιουργὲ τῶν πάντων, Λόγε τοῦ Πατρός· σὺ γὰρ πάλιν ἡμᾶς ἀνέκτισας, καί σου ποιή ματά ἐσμεν, κτισθέντες ἐπὶ ἔργο

 Ἀρνούμενοι τὸν Κύριον ἔχειν βασιλέα, ἠγνόουν στερισκόμενοι τῆς ∆αβιτικῆς τιμῆς. Αὐτῷ γὰρ ἀπέκειτο τοῦ ∆αβὶδ ἡ βασιλεία, καὶ μέχρι τῆς ἐπιφανείας τοῦ Σ

 ὀνοκένταυροι· εὗρον γὰρ αὐτοῖς ἀνάπαυσιν. Ἐκεῖ ἐνόσσευσεν ἐχῖνος, καὶ ἔσωσεν ἡ γῆ τὰ πεδία αὐτῆς μετὰ ἀσφαλείας.» Ταῦτα πεπόνθασιν οἱ Ἰουδαῖοι, δοκοῦν

 ἀποδιδοὺς τῇ χήρᾳ, ὁ αὐτός ἐστι τοῖς ἐπιβουλεύσασι τῷ Κυρίῳ καὶ συκοφαντήσασιν αὐτόν. Καὶ τέλος, ὁποῖα ἄν τις εἰς τὸν πλησίον ἐργάσηται, ταῦτα εἰς τὸν

ἐσκυλεύοντο ὑπ' αὐτοῦ. Ἐπειδὴ γὰρ τῇ ἁμαρτίᾳ πεφονοκτόνητο ἡ γῆ ὑπὸ τοῦ διαβόλου, καὶ πλεῖον ὑδάτων αἵμασιν ἦν βεβαμμένη, ἐξ ἀρχῆς μὲν χάνασα καὶ δεξαμένη τοῦ δικαίου Ἄβελ τὸ αἷμα, ὕστερον δὲ λοιπὸν αἵματα ἐφ' αἵμασι μισγόντων τῶν ἀνθρώπων, κατὰ τὸ γε γραμμένον· «Ἀρὰ καὶ ψεῦδος, καὶ κλοπὴ, καὶ μοι χεία κέχυται ἐπὶ τῆς γῆς, καὶ αἵματα ἐφ' αἵμασι μίσγουσι.» Καὶ ἦν διὰ τοῦτο καὶ κατηραμένη ἡ γῆ, λέγοντος τοῦ Θεοῦ· «Καὶ νῦν ἐπικατάρατος ἡ γῆ, ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα Ἄβελ τοῦ ἀδελφοῦ σου.» Ἦν δὲ καὶ πρότερον διὰ τὴν παρά βασιν τοῦ Ἀδὰμ καταρασάμενος αὐτὴν ὁ ∆εσπότης λέγων· «Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου. Ἐν λύπαις φαγῇ αὐτὴν ἐν πάσαις ταῖς ἡμέραις τῆς ζωῆς σου.» Καὶ ὅλως ἦν αἱμάτων πάντα μεστὰ, καὶ ἄκανθαι πανταχοῦ ἐφύοντο διὰ τὴν κατάραν. Καὶ τούτων ἔχων τὸ χειρόγραφον, ἐπῄρετο κατὰ πάντων ὁ ἐχθρὸς, καὶ ἐτυράννευεν ὡς ὑποχειρίους πάντας ἔχων. Τούτου ἕνεκεν σκυλεύσας αὐτὸν ἁπάντων ὁ Κύριος, λοιπὸν ἀπαγόμενος εἰς τὸν θάνατον, περι έκειτο ταῦτα· ἵνα δείξῃ τοῦ θανάτου τὸ κατόρθωμα, ὅτι οὐχ ἁπλῶς, ἀλλ' ὑπὲρ τῆς σωτηρίας ἡμῶν γέγονε. Καὶ τὰ μὲν αἵματα ἐν τῇ κοκκίνῃ χλαμύδι εἶχε, τὰς δὲ ἀκάνθας ἐν τῷ στεφάνῳ, τὸ δὲ χειρόγραφον ἐν τῷ καλάμῳ, ἐν ᾧ καὶ πάλαι κατέγραφεν ἡμῶν ὁ διάβο λος· ἵνα σὺν τῷ θανάτῳ καὶ ταῦτα λοιπὸν ἐξαφανίσῃ, καὶ τὴν κτίσιν ἀπὸ τούτων καθάρῃ· καὶ ἀντὶ μὲν τῶν ἀκανθῶν τὸ ξύλον τῆς ζωῆς χαρίσηται· ἀντὶ δὲ τῶν τῆς ἁμαρτίας αἱμάτων τῷ ἰδίῳ αἵματι τὴν γῆν καὶ τοὺς πάντας καθαρίσῃ· καὶ ἀντὶ τῆς κατάρας μα καρίσῃ λοιπὸν τοὺς ἐν τῇ γῇ, λέγων· «Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.» ∆ιὰ τοῦτο γὰρ, τὰ ἡμῶν αἵματα βαστάσας, τὸ ἴδιον εἰς αὐτὴν ἐξεκένωσεν, ἀφ' οὗ καὶ ἀντὶ ἀκανθῶν ἀγαθὰ καὶ ζωὴ πέφυκεν εἰς αὐτήν· εἰς ἣν ἀποβλέπων ὁ ἅγιος ∆αβίδ φησι· «Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων.» Καὶ ἄλλως δὲ τὸν στέφανον τῶν ἀκανθῶν ἐφό ρει, ἵνα τὰς μερίμνας ἡμῶν ἐξαφανίσῃ τοῦ βίου. Ἐπέῤῥιψε γὰρ ὁ ἄθλιος καὶ ἄκων τὰς μερίμνας ἡμῶν ἐπ' αὐτὸν οὐκ εἰδὼς, ὅτι, ταύτας βαστάζων ὁ Κύριος, 28.216 τοὺς πάντας ἀμερίμνους κατ' ἐκείνου κατασκευά σει· ὥστε τὸν μὲν σπόρον τοῦ λόγου ἐλεύθερον ἔχειν ἀπὸ τῶν ἀκανθῶν, ἐν δὲ ταῖς εὐχαῖς τὸ ἀπερίσπα στον. Αὐτὸς γὰρ περὶ ἡμῶν ὠδυνᾶτο καὶ ἐμερίμνα, ἵνα ἡμεῖς ἀνώδυνοι γενώμεθα. ∆ιὰ τοῦτο δὲ πάλιν καὶ τὸν κάλαμον ἐλάμβανε παρ' αὐτῶν ὁ Κύριος, καὶ αὐ τὸς ὁ διάβολος ἐπεδίδου τοῦτον τῷ Κυρίῳ, οὐκ εἰδὼς, ὅτι καθ' ἑαυτοῦ τὸ ξίφος ἀκονᾷ. Λέγεται γὰρ ὁ κάλαμος ἀναιρετικὸς εἶναι τῶν ὄφεων, καὶ τούτῳ μᾶλ λον ἢ ἑτέρῳ καταράσσεσθαι αὐτούς. Ἐπεὶ τοίνυν αὐ τὸς ὁ Κύριος Σαβαὼθ, ὡς Ἡσαΐας λέγει, ἐδίωκε τὸν φεύγοντα δράκοντα, τὸν ὄφιν, τὸν μέγαν διάβολον· τούτου ἕνεκεν αὐτοῦ τὸ ἀναιρετικὸν ἐλάμβανε παρ' αὐτῶν ὁ Κύριος, ἵνα, τοῖς ἰδίοις ἐξασθενήσαντος τοῦ διαβόλου, τοῖς τοῦ Κυρίου ἐνδυναμωθῶσιν οἱ ἄνθρω ποι. Οἷον δέ τι πεποίηκεν ὁ ∆αβὶδ ἐπὶ τοῦ Γολιὰθ, λαβὼν τοῦ ἐχθροῦ τὸ ξίφος, καὶ ἐν αὐτῷ τὴν κεφα λὴν τοῦ ἐχθροῦ τεμών. Τοῦτο νῦν καὶ ὁ Σωτὴρ πε ποίηκε, λαβὼν τὸν κάλαμον παρ' αὐτῶν, ἵνα μὴ μό νον ἡμᾶς ἐλευθερώσῃ ἀπὸ τῆς ἀπάτης τοῦ ὄφεως, ἀλλὰ καὶ αὐτὸν τὸν ὄφιν ἀνέλῃ τῷ καλάμῳ, καὶ δείξῃ νεκρόν. Οὕτω δὲ οὖν παιχθεὶς ὁ ἄθλιος, καὶ ἰδὼν ἑαυτὸν ἐκπεσόντα τούτων, ἐν οἷς ἐπῄρετο καθ' ἡμῶν· ἰδὼν δὲ αὐτὸν ἐκβληθέντα ἐκ τῆς γῆς, καὶ τὴν γῆν καθαριζομένην ἀπὸ τῶν αἱμάτων καὶ τῶν ἀκαν θῶν, καὶ ἰδὼν ἑαυτὸν ἀπολέσαντα τὸ χειρόγραφον καὶ τὸν κάλαμον, ἐν ᾧ κατέγραφεν ἡμῶν, τολμᾷ πάλιν ἀτόλμητα, πλεῖον ἑαυτὸν καὶ ἐν τούτῳ πλήττων. Ἀκούσας γὰρ ὁ πονηρὸς λέγοντος τοῦ Κυρίου· «Τὸ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενὴς,» νομίσας, ὅτι ὁ Λόγος συνησθένει τῷ σώματι, καὶ οὐ μᾶλλον τῇ δυνάμει τοῦ Λόγου συνισχύετο καὶ τὸ σῶμα, πά λιν ἐπιχειρεῖ παράνομα· καὶ τοὺς μὲν δημίους παρ οξύνει κατὰ τοῦ Σωτῆρος, αὐτὸς δὲ τῶν ἀκανθῶν εἴ χετο, καὶ περὶ αὐτὰς ἐκυλίετο, πρᾶγμα πάσχων

10