Sermo in annuntiationem deiparae

 βασιλευόντων, τὸ παντοκράτορα, τὸ ποιητὴν, τὸ δημιουργὸν, τὸ φῶς, τὸ ζωὴν, τὸ ἅγιον, τὸ ἀγαθὸν, τὸ ἀθάνατον, τὸ ἰσχυρὸν, τὸ παντοδύνα μον, καὶ ὅσα ἄλλ

 Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος,» Οὐκοῦν ἰσοδύνα μόν ἐστι, καὶ καθ' ἓν σημαινόμενον ἐπαναστρέφον τὸ, ὑπὸ, καὶ πρὸς, κατὰ πρόθεσιν τοῦ ὀνόματος προσκείμενα.

 ἐννεάμηνος νόμῳ ἀνθρω πίνης κυοφορίας, κἀντεῦθεν θεοϋπόστατος δογματί ζεται ἡ Χριστοῦ σάρκωσις, καὶ οὐδαμῶς ἀνθρωποϋπόστατος· ἐπειδὴ κατὰ τὸν θεῖον χα

 οἶδα. Ἀλλ' εἰπὲ, ὦ ἄγγελε, καὶ διερμήνευσον, «πῶς ἔσται τοῦτο;» Ἀποκρι θεὶς δὲ ὁ ἄγγελος, εἶπεν αὐτῇ· «Πνεῦμα ἅγιον ἐπ ελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑ

 δυνάμει καὶ ἐνεργείᾳ, ἀλλ' ὑποστάσει, καθ' ὅλον τὸ πλήρωμα τῆς θεότητος, αὐτὴ ἡ ἀρχίθεος καὶ ὑπεράρχιος τοῦ Υἱοῦ τοῦ Θεοῦ ὑπόστασις ἐσαρκώθη καὶ ἐνηνθ

 Θεὸς Πνεύματι ἁγίῳ·» τοιοῦτον λέγοντες, ὅτι ἐν γαστρὶ τῆς Παρθένου ἔπλα σεν ὁ Θεὸς ἄνθρωπον ἄνευ σπορᾶς, ἐνεργείᾳ τοῦ Πνεύματος, καὶ ἔχρισεν αὐτὸν δύν

 στηρίξαι ἢ βεβαιῶσαι· ἀλλ' ἀπολύτως λέγει, «καὶ δώσει.» Κἀντεῦθεν χρὴ ἐκ τῶν κατ' ἐνέργειαν ἀποτελεσθέντων ἐπιλύσασθαι τὸ ἄπορον· ὅτι τὸ «δώσει» εἴρητ

 πεπλουτισμένοι τοιούτων καλῶν καὶ πνευματικῶν θεωρημάτων, περὶ σοῦ βοῶμεν· Μνήσθητι ἡμῶν, παναγία Παρθένε, καὶ μετὰ τὸ γεννῆσαι παρθένος μείνασα, καὶ

βασιλευόντων, τὸ παντοκράτορα, τὸ ποιητὴν, τὸ δημιουργὸν, τὸ φῶς, τὸ ζωὴν, τὸ ἅγιον, τὸ ἀγαθὸν, τὸ ἀθάνατον, τὸ ἰσχυρὸν, τὸ παντοδύνα μον, καὶ ὅσα ἄλλα κατά τε ὑπεροχὴν καὶ αἰτιολο γίαν, οὐχ ἕκαστον οὐσία λέγεται, ἀλλὰ περὶ τὴν οὐ σίαν· ὡς ἐκ δύο καὶ πλειόνων ἐπὶ ἓν ἔχοντα τὴν ἀναφορὰν κατὰ τὸ ἐπιμεριζόμενον ἐμάθομεν, ἃ καὶ ἄθροισμα καὶ πλήρωμα θεότητος λέγεται κατὰ τὴν Γραφήν· οὐ κατὰ μίαν ὑπόστασιν μόνου ἀνάγοντα, ἀλλὰ καθ' ἑκάστην τῶν ἁγίων τριῶν ἐπίσης θεωρού μενα καὶ θεολογούμενα. ∆ιὸ καὶ αὐτὸς ὁ μονογενὴς Θεός φησι· «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι·» καὶ πρὸς τὸν Πατέρα λέγων· «Τὰ ἐμὰ πάντα σά ἐστι, καὶ τὰ σὰ ἐμὰ, καὶ δεδόξασμαι ἐν αὐτοῖς.» Ἐν ἅπα σι γὰρ οἷς δοξάζεται ὁ Πατὴρ θεολογούμενος, ἐν αὐτοῖς δοξάζεται καὶ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ ἐντεῦθεν τέλειος Θεὸς ὁ Πατὴρ λέγεται, καὶ τέ λειος Θεὸς ὁ Υἱὸς, καὶ τέλειος Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον. Ἐπείπερ μηδὲν ἐλλείπει τοῦ περὶ τὴν θεότητα πληρώματος ἕκαστον· ἀλλ' ἰσίαν ἔχει πάντων τῶν ἰδιωμάτων, ὧν ἐπίσης καὶ τὸ πλήρωμα τῆς θεότητος θεωρεῖται. Ἐκ παραγωγῆς γὰρ τοῦ ἴσου, ἰσία λέγεται θηλυκῇ ἐκφορᾷ ἡ τῆς ἰσότητος τῶν πολλῶν συστατικὴ περίληψις. Ὧν γὰρ ἴση τίς ἐστιν οὐσία, διαφερόντων ἰδιωμάτων, ἰσία λέγεται, ὥσπερ καὶ ὁσία καὶ μία. Καὶ ἐπείπερ ἰσία λέγεται κατ' ἐτυμολογίαν, τροπῇ τοῦ 28.921 εἰς , καὶ πλεονασμῷ τοῦ στοιχείου, οὐσία διερμηνεύεται, ὡς οὖσά τις συστατικὴ ὕπαρξις, τῶν ἐκ πλειόνων ἐπὶ μίαν μονάδα ἐχόντων τὸ ἄθροισμα. Καὶ οὕ τως εἰς τὸν κατ' εἰκόνα Θεοῦ γενόμενον ἄνθρωπον ἀποβλέποντες, κανονίζομεν, ὅτι ἡ σύστασις τῶν περὶ αὐτοῦ ἰδιωμάτων, κατὰ τὴν αὐτοῦ ὕπαρξιν, οὐσία προσαγορεύεται, ὡς οὖσα περίληψις καὶ περιοχὴ τῶν πλειόνων, ἐπὶ ἓν ἐχόντων τὸ ἑαυτῶν ἄθροισμα. Καὶ γὰρ τὸ κτιστὸν εἶναι τὸν ἄνθρωπον, τὸ νοερὸν, τὸ λογικὸν, τὸ ἔμψυχον, τὸ σωματικὸν, τὸ παθητικὸν, τὸ ῥευστὸν, τὸ χρονικὸν, τὸ θνητὸν, τὸ γεννητὸν, τὸ φθαρτὸν, τὸ αὐξητικὸν, τὸ τρεπτὸν, τὸ ἀλλοιωτικὸν, τὸ λυπηρὸν, καὶ ὅσα ἄλλα τοιαῦτα κατὰ ἀναλογίαν καὶ ἐκλογισμὸν ἐπίσης ἐπὶ τὸν ἄνθρωπον λαμβανόμενα κατὰ τὸ ἴσον, ἰσία λέγεται, καὶ τροπῇ καὶ πλεονασμῷ τῶν στοιχείων, οὐσία προσαγορεύεται, κἀντεῦθεν πλήρωμα τῆς ἀνθρωπότητος ἑρμηνεύεται, τὸ συμπλη ροῦν αὐτῆς τὸ ἄθροισμα, κατὰ τὸ μοναδικὸν αὐτῆς σύστημα. Ἐν οἷς σημειούμεθα, ὅτι οὐδὲν τούτων καθ' αὑτὸ οὐσία λέγεται τῶν κατὰ τὸν ἄνθρωπον ἰδιωμάτων ἀθροιζομένων. Οὐ μήν τι τούτων ὑπόστασις λέγεται· ἀλλὰ κοινῶς μὲν, οἷον ἀπολύτως ἐπὶ πάντων συναγό μενα, οὐσία λέγεται τῶν κατὰ τὸν ἄνθρωπον ἰδιω μάτων τὸ ἄθροισμα· ἰδίως δὲ καὶ ἐφ' ἑνὸς ὑπόστασις. Ὅταν μὲν οὖν κοινῶς ἐπὶ πολλῶν ταῦτα θεωρῆται, οὐσία προσαγορεύεται· ὅταν δὲ καὶ ἐπὶ ἕνα ἰδίως συν άγηται, ὑπόστασις ἐξονομάζεται. Καὶ ὥσπερ πάλιν εἰς τὸν κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ γενόμενον ἄν θρωπον ἀποβλέποντες, ἅμα τοῦτον νοῦν καὶ λόγον καὶ πνεῦμα καθορῶμεν, καὶ οὐδὲν τούτων πρότερον οὔτε ὕστερον, ἀλλὰ κατὰ ταὐτὸ συνέστη, καὶ ἕνα μὲν λεγόμενον, τριάδα δὲ νοούμενον, ὡς οἷον καὶ τὸν νοῦ μὲν ἀγέννητον, γεννητὸν δὲ τὸν λόγον, καὶ τοῦτον κατὰ καιρὸν μελανούμενον, καὶ ἐγγραφόμε νον, καὶ ἀποστελλόμενον· οὕτως καὶ ἐπὶ τοῦ πάντων Θεοῦ, τὸν μὲν Πατέρα ὡς νοῦν ἀγέννητον, τὸν δὲ Υἱὸν ὡς Λόγον γεννητὸν, καὶ τοῦτον ἀποστελλόμενον, κα τὰ καιρὸν εὐδοκίας τοῦ πατρικοῦ θελήματος, οὐχ ὡς προφορικὸν κατὰ καιρὸν καὶ χρόνον πρὸς χρείαν ἀπο γεννώμενον, ἀλλ' ὡς ὑποστατικὸν, καὶ αὐτόχρημα τοῦτο ὄντα, καθὼς καὶ γεγένναται. Ἅπαξ γὰρ γεννηθεὶς ἐκ τοῦ Πατρὸς, ὑπόστασίς ἐστι, στάσιν ἀδιάλυτον ἔχων, ὑφ' ὧν καὶ εἶναι πέφυκε. Τὸ γὰρ ὑπόστασις κατ' ἐτυμολογίαν διερμηνεύεται ὑπόστασις. Καὶ γὰρ ὡς νοῦς ὁ Πατὴρ, κατ' αἰτίαν τοῦ γεννητοῦ, ὡς γεννητὸν τὸν Υἱὸν ἐπ' αὐτὸν ἔχει. ∆ιὸ καὶ ὁ εὐαγ γελιστὴς ἀντὶ τοῦ «ὑπὸ» τὸ «πρὸς» ἀναγέγραφε λέγων· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν

2