Sermo in annuntiationem deiparae

 βασιλευόντων, τὸ παντοκράτορα, τὸ ποιητὴν, τὸ δημιουργὸν, τὸ φῶς, τὸ ζωὴν, τὸ ἅγιον, τὸ ἀγαθὸν, τὸ ἀθάνατον, τὸ ἰσχυρὸν, τὸ παντοδύνα μον, καὶ ὅσα ἄλλ

 Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος,» Οὐκοῦν ἰσοδύνα μόν ἐστι, καὶ καθ' ἓν σημαινόμενον ἐπαναστρέφον τὸ, ὑπὸ, καὶ πρὸς, κατὰ πρόθεσιν τοῦ ὀνόματος προσκείμενα.

 ἐννεάμηνος νόμῳ ἀνθρω πίνης κυοφορίας, κἀντεῦθεν θεοϋπόστατος δογματί ζεται ἡ Χριστοῦ σάρκωσις, καὶ οὐδαμῶς ἀνθρωποϋπόστατος· ἐπειδὴ κατὰ τὸν θεῖον χα

 οἶδα. Ἀλλ' εἰπὲ, ὦ ἄγγελε, καὶ διερμήνευσον, «πῶς ἔσται τοῦτο;» Ἀποκρι θεὶς δὲ ὁ ἄγγελος, εἶπεν αὐτῇ· «Πνεῦμα ἅγιον ἐπ ελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑ

 δυνάμει καὶ ἐνεργείᾳ, ἀλλ' ὑποστάσει, καθ' ὅλον τὸ πλήρωμα τῆς θεότητος, αὐτὴ ἡ ἀρχίθεος καὶ ὑπεράρχιος τοῦ Υἱοῦ τοῦ Θεοῦ ὑπόστασις ἐσαρκώθη καὶ ἐνηνθ

 Θεὸς Πνεύματι ἁγίῳ·» τοιοῦτον λέγοντες, ὅτι ἐν γαστρὶ τῆς Παρθένου ἔπλα σεν ὁ Θεὸς ἄνθρωπον ἄνευ σπορᾶς, ἐνεργείᾳ τοῦ Πνεύματος, καὶ ἔχρισεν αὐτὸν δύν

 στηρίξαι ἢ βεβαιῶσαι· ἀλλ' ἀπολύτως λέγει, «καὶ δώσει.» Κἀντεῦθεν χρὴ ἐκ τῶν κατ' ἐνέργειαν ἀποτελεσθέντων ἐπιλύσασθαι τὸ ἄπορον· ὅτι τὸ «δώσει» εἴρητ

 πεπλουτισμένοι τοιούτων καλῶν καὶ πνευματικῶν θεωρημάτων, περὶ σοῦ βοῶμεν· Μνήσθητι ἡμῶν, παναγία Παρθένε, καὶ μετὰ τὸ γεννῆσαι παρθένος μείνασα, καὶ

Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος,» Οὐκοῦν ἰσοδύνα μόν ἐστι, καὶ καθ' ἓν σημαινόμενον ἐπαναστρέφον τὸ, ὑπὸ, καὶ πρὸς, κατὰ πρόθεσιν τοῦ ὀνόματος προσκείμενα. 28.924 Ὑπόστασις τοίνυν ἐστὶν ὁ Υἱὸς, ὡς ὑπό τι τὸν Πατέρα στάσιν ἔχων, καὶ οὐ χωρὶς τοῦ Πατρὸς ὢν, ἀλλὰ πρὸς τὸν Πατέρα ἀεὶ ὤν· καὶ οὔτε θέλημα ἄλλο παρὰ τοῦ Πατρὸς ἔχων, οὔτε μὴν δύναμιν ἑτέραν, οὔτε μὴν ἐνέργειαν, ὡς οὐδὲ ἄλλην οὐσίαν, ἀλλὰ πάντα, ὅσα ἔχει ὁ Πατὴρ, ἔχων καὶ αὐτὸς ὁ Υἱὸς, ὁμοούσιός ἐστι τῷ Πατρὶ καὶ τῷ Πνεύματι. Οὗτος κατὰ πατρικὴν βουλὴν ἀρχαίαν καὶ ἀληθινὴν, ὡς μεγάλης βουλῆς Πατρὸς ἄγγελος, θαυμαστὸς σύμβουλος, καὶ πάλαι, ὡς Λόγος τοῦ Πατρὸς, πολυμερῶς καὶ πολυτρόπως λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφή ταις, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν σαρκωθεὶς καὶ ἐνανθρωπήσας, ὃς, φησὶ, καὶ τοὺς αἰῶνας ἐποίησεν· οὐ θεοῖς τισι τερατευομένοις ἐγχειρήσας τὴν αὑτοῦ πρόνοιαν, καθά φασιν Ἕλληνες, ἀλλ' αὐτὸς ὁ Υἱὸς εὐδοκίᾳ τοῦ Πατρὸς καὶ συνεργείᾳ τοῦ ἁγίου Πνεύματος πᾶσαν τὴν τῶν ὄντων πρόνοιαν ἀνα δεδεγμένος. Ἐπείπερ καὶ τὸ κοινὸν ἐνδεικνύμενος τῆς αὐτῆς καὶ μιᾶς προνοίας καὶ ἐνεργείας, φησίν· «Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι.» Οὐδὲ γὰρ κατὰ ἄλλην καὶ ἄλλην πρόνοιαν ὁ Πατὴρ καὶ Υἱὸς ἐργάζεται, ἀλλὰ κατὰ μίαν καὶ τὴν αὐτὴν οὐσιώδη τῆς θεότητος ἐνέργειαν. «Ὃς ὢν» (ὡς καὶ πά λιν φησὶν ὁ κήρυξ) «ἀπαύγασμα τῆς δόξης, καὶ χα ρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ» (δῆλον δὲ καὶ τῆς τοῦ Πατρὸς), φέρων τε «τὰ πάντα τῷ ῥήματι τῆς δυνά μεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ποιησά μενος, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψη λοῖς.» Ἀναστρέφων δὲ καὶ αὖθις ὁ λόγος, εἰς τὴν αὐ τὴν ἔννοιαν ἐπισυνάγεται, περιβλέπων, ὅτι τὸ ἀπαύ γασμα, ὡς ἀκτὶν πανήλιος, ὡς ἐκ δίσκου πανηλίου ἀδιάστατον ἔχει τὴν ἔλλαμψιν, καὶ χαρακτὴρ ἔνδει ξίς τίς ἐστι τῆς ὑποστάσεως, δι' ἧς καὶ χαρακτηρίζεται. Ὡς οἷον γὰρ κατὰ δακτυλίου χαρακτὴρ ἐντυπούμενος, τὸ αὐτὸ ἐκτύπωμα, ὃ καὶ ἐκσφράγισμα ἑρμηνεύεται, μηδὲν ἐν τοῖς κατ' οὐσίαν ἐλλεῖπον ἔχει· οὕτως ὁ Υἱὸς τὸν αὐτὸν χαρακτῆρα τοῦ Πατρὸς φέρει. Οὐδὲ γὰρ παραλλάσσει ὁ χαρακτὴρ ἐκτυπούμενος, ἀλλ' ἀπαράλλακτος μένει, κατὰ τὸν αὐτὸν ἐν τῷ δα κτυλίῳ χαρακτῆρα, ἔν τε κηρῷ καὶ χρυσῷ ἐκτυπού μενος κατὰ τὸ βασιλικὸν δηνάριον· καὶ οὕτως ὁ θεῖος χαρακτὴρ τοῦ Υἱοῦ τῆς τοῦ Πατρὸς ὑποστάσεως ἀπαράλλακτος σφραγίς ἐστι, καὶ φέρων τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, κατ' αὐτὸν τὸν ἴδιον χαρακτῆρα, τὴν ὡς κηρίνην σάρκα εἰς ἑαυτὸν ἀν εδέξατο ἐντυπωσάμενος αὐτὴν ἐν ἑαυτῷ (οὐδὲ γὰρ ἀδύνατον τοῦτο, οὐδὲ μὴν ἄπιστον)· ἵνα κατὰ καιρὸν πατρικῆς εὐδοκίας, ὡς χαρακτὴρ (ἐπεὶ καὶ χαρα κτὴρ) ἐντυπώσῃ ἐν ἑαυτῷ τὴν σάρκωσιν, ὡς κή ρωσιν ταύτην φέρων, ἢ χρύσωσιν· ἐπεὶ καὶ τὸ ὅλον μυστήριον ὑπεμφαίνεται τῆς τοιαύτης ἀφράστου καὶ ἀνερμηνεύτου σαρκώσεως. Ἔτι γὰρ καὶ ἄφραστον καὶ ἀνερμήνευτον μένει διὰ τὸ αὐξη τικόν· ἐπείπερ καὶ κατ' αὔξησιν δογματίζομεν, καὶ 28.925 οὐ κατὰ τὸ ἅμα τῆς σφραγῖδος. Ἐπὶ μὲν γὰρ τῆς σφραγῖδος, ἅμα τε πρὸ πολλῶν καὶ ἐν πολλοῖς κηροῖς δύναται ἀναφέρεσθαι τὸ ἐκτύπωμα· ἐπὶ δὲ τῆς θείας σαρκώσεως οὐχ ἅμα, ἀλλὰ κατ' αὔξησιν τὸ τέλειον δογματίζεται. Τοῦτο δ' ἂν καὶ διανοεῖσθαι πάλιν δύ νηται, ὡς εἴ τις ἔχοι λεπτότητα νοῦ, καὶ δύναται εἰσδῦναι κατὰ βάθους τοῦ ψυχικοῦ σπειρομένου σώ ματος, καὶ συνιδεῖν ἀφράστως καὶ ἀνεκλαλήτως, πῶς ἐκεῖ ἐμπίπτοντος τοῦ γονίμου σπέρματος, εὐθὺς μὲν ἐπί τι μόριον συντρέχει, κατὰ μικρὸν δὲ καὶ κατ' ἐπίδοσιν τὴν αὔξησιν λαμβάνει. Οὐδὲ γὰρ οὐδὲ τοῦτο ἐπὶ τῶν καθ' ἡμᾶς λαλεῖται, πλὴν ὅτι φαντασίᾳ ὡς ὑπέμφασις γίνεται ἀλαλήτως καὶ ἀφράστως· ἀλλὰ κατ' αὔξησιν μὲν οὖν ἡ θεία τοῦ Λόγου σάρκωσις γίνεται, οὐκ αὔξοντος τοῦ θείου χαρακτῆρος, οὐδὲ μὴν συναύξοντος· ἀλλ' ἐπαυξούσης τῆς ἐμψύχου σαρκὸς καθ' ὅλον τὸ πλήρωμα, καθ' ὃ ἄνθρωπος ἐξιδιάζεται καὶ κυοφορεῖται. ∆ιὰ τοῦτο

3