Sermo in annuntiationem deiparae

 βασιλευόντων, τὸ παντοκράτορα, τὸ ποιητὴν, τὸ δημιουργὸν, τὸ φῶς, τὸ ζωὴν, τὸ ἅγιον, τὸ ἀγαθὸν, τὸ ἀθάνατον, τὸ ἰσχυρὸν, τὸ παντοδύνα μον, καὶ ὅσα ἄλλ

 Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος,» Οὐκοῦν ἰσοδύνα μόν ἐστι, καὶ καθ' ἓν σημαινόμενον ἐπαναστρέφον τὸ, ὑπὸ, καὶ πρὸς, κατὰ πρόθεσιν τοῦ ὀνόματος προσκείμενα.

 ἐννεάμηνος νόμῳ ἀνθρω πίνης κυοφορίας, κἀντεῦθεν θεοϋπόστατος δογματί ζεται ἡ Χριστοῦ σάρκωσις, καὶ οὐδαμῶς ἀνθρωποϋπόστατος· ἐπειδὴ κατὰ τὸν θεῖον χα

 οἶδα. Ἀλλ' εἰπὲ, ὦ ἄγγελε, καὶ διερμήνευσον, «πῶς ἔσται τοῦτο;» Ἀποκρι θεὶς δὲ ὁ ἄγγελος, εἶπεν αὐτῇ· «Πνεῦμα ἅγιον ἐπ ελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑ

 δυνάμει καὶ ἐνεργείᾳ, ἀλλ' ὑποστάσει, καθ' ὅλον τὸ πλήρωμα τῆς θεότητος, αὐτὴ ἡ ἀρχίθεος καὶ ὑπεράρχιος τοῦ Υἱοῦ τοῦ Θεοῦ ὑπόστασις ἐσαρκώθη καὶ ἐνηνθ

 Θεὸς Πνεύματι ἁγίῳ·» τοιοῦτον λέγοντες, ὅτι ἐν γαστρὶ τῆς Παρθένου ἔπλα σεν ὁ Θεὸς ἄνθρωπον ἄνευ σπορᾶς, ἐνεργείᾳ τοῦ Πνεύματος, καὶ ἔχρισεν αὐτὸν δύν

 στηρίξαι ἢ βεβαιῶσαι· ἀλλ' ἀπολύτως λέγει, «καὶ δώσει.» Κἀντεῦθεν χρὴ ἐκ τῶν κατ' ἐνέργειαν ἀποτελεσθέντων ἐπιλύσασθαι τὸ ἄπορον· ὅτι τὸ «δώσει» εἴρητ

 πεπλουτισμένοι τοιούτων καλῶν καὶ πνευματικῶν θεωρημάτων, περὶ σοῦ βοῶμεν· Μνήσθητι ἡμῶν, παναγία Παρθένε, καὶ μετὰ τὸ γεννῆσαι παρθένος μείνασα, καὶ

Θεὸς Πνεύματι ἁγίῳ·» τοιοῦτον λέγοντες, ὅτι ἐν γαστρὶ τῆς Παρθένου ἔπλα σεν ὁ Θεὸς ἄνθρωπον ἄνευ σπορᾶς, ἐνεργείᾳ τοῦ Πνεύματος, καὶ ἔχρισεν αὐτὸν δύναμιν Ὑψίστου, ὡς καὶ ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους αὐτοῦ, γέγραπται. Καὶ τοῦτον Υἱὸν Ὑψίστου ἐκά λεσεν ἡ Γραφὴ, οἶον καὶ εἴρηται ἐν τοῖς Ψαλμοῖς, λέγοντος τοῦ Θεοῦ πρὸς πολλούς· «Ἐγὼ εἶπα, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες.» Ἅπερ τοιαῦτα τὸν τῶν αἱρετικῶν δογμάτων διελέγχοντες νοῦν, καὶ ἐπ ανορθοῦν προθυμούμενοι διὰ τοῦ παρόντος κηρύγμα τος, λέγομεν, ὅτι οὐ θεοφόρος ἄνθρωπός ἐστιν ὁ Χριστὸς, ἀλλὰ σαρκοφόρος Θεὸς, ἀνθ' ὧν καὶ Θεὸς ὢν, ἄνθρωπον ἐφόρεσε καθ' ὅλον τὸ πλήρωμα τῆς ἀνθρωπότητος· Θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος, εἷς ὢν κατὰ μίαν ὑπόστασιν, καὶ ἐκ δύο καὶ ἐν δύο ταῖς φύσεσι. Τοῦτον γὰρ τὸν ἄνθρωπον, ὃν καὶ λέ γομεν, ὅτι ἐφόρεσε, τοῦτον ὁ Θεὸς καὶ Πατὴρ εὐδοκίᾳ αὐτοῦ, καὶ συνεργείᾳ τοῦ ἁγίου Πνεύματος κατὰ τὴν μίαν αὐτουργίαν τοῦ Υἱοῦ, ἔχρισε Πνεύματι ἁγίῳ, πᾶσαν ἐνέργειαν παρασχὼν αὐτῷ, καὶ δύναμιν Ὑψί στου περιέζωσε, πρὸς τὸ δύνασθαι φέρειν πάσης ἀντικειμένης δυνάμεως προσβολὴν, καὶ ἐνεργεῖν πᾶσαν θεραπείαν ἐν τῷ λαῷ· ἐπείπερ καὶ πειρά ζεσθαι ὑπὸ τοῦ Σατανᾶ κατεδέξατο, καὶ πᾶσαν τα πείνωσιν καὶ πτωχείαν ὑπέμεινεν ἐν τῇ σαρκὶ αὐτοῦ· καθὼς καὶ περὶ τούτου ὁ μέγας ἱεροκήρυξ βοᾷ λέγων· «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ πέμψας Υἱὸν ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί.» Οὐκοῦν ὁ Υἱὸς τοῦ Θεοῦ, ἐν σαρκὶ γενόμενος, αὐτὸς λέγεται ἐνανθρωπήσας, ὥσπερ καὶ ἐν ἄλλοις φησίν· «Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγο ράσῃ.» Κἀντεῦθεν σημειωτέον, ὅτι πρῶτον ὁ Υἱὸς παρὰ τοῦ Πατρὸς πέμπεται, καὶ τότε γίνεται ἐκ γυναικὸς, οὐ πρῶτον γίνεται, καὶ ἐκ τότε πέμπεται· ἀλλὰ πρῶτον πέμπεται, καὶ τότε γίνεται ἐκ γυναικός. Καὶ τούτοις τοῖς ἀποστολικοῖς συμφωνοῦσιν οἱ προφῆται, ἀπεσταλμένον αὐτὸν Υἱὸν λέγοντες. Καὶ πρότερον ἐν Ἡσαΐᾳ αὐτοῦ τοῦ ἀπεσταλμένου λέγοντος ἄκουε· «Ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα, καὶ ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν·» καὶ ἐξερχόμενος τὰ κατὰ καιρὸν ἐνεργείας, συνάπτει λέγων· «Καὶ νῦν Κύριος ἀπέσταλκέ 28.936 με, καὶ τὸ Πνεῦμα αὐτοῦ·» φανερῶς διὰ τούτων παραδείξας ἑαυτὸν, ὅτι αὐτὸς ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν λέγει· «Καὶ νῦν Κύριος ἀπ έσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ.» Καὶ διὰ Ζαχαρίου λέγων· «Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιὼν, ὅτι ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ Κύριον ἐν τῇ ἡμέρᾳ ἐκεί νῃ· καὶ ἐπιγνώσῃ, ὅτι Κύριος ἐξαπέσταλκέ με πρὸς σέ.» Ἐντεῦθεν καὶ αὐτὸς ὁ σαρκωθεὶς καὶ ἐνανθρωπήσας διομολογεῖ αὑτὸν λέγων· Ἀπεστάλην παρὰ τοῦ Πατρός· καὶ, Ἀπέσταλκέ με ὁ Πατὴρ, τὰ αὐτὰ ἐν πολλαῖς ῥήσεσιν ἐπιμαρτυρῶν. Οὐκοῦν οὐχ ὡς ἄνθρωπος ἀπεστάλη, ἀλλ' ὡς Θεὸς, καὶ Κύριος, Υἱὸς παρὰ Κυρίου τοῦ Πατρὸς, ὡς καὶ τὸ, «Ἔβρεξε Κύριος παρὰ Κυρίου,» παρὰ Κυρίου κεῖται· καὶ τὸ, «Εἶ πεν ὁ Κύριος τῷ Κυρίῳ μου.» Λαμβάνει δὲ κἀν τούτοις τὸν θρόνον ∆αβὶδ, τοῦ σωματικῶς γενεαλογου μένου πατρὸς αὐτοῦ· «Καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.» Καὶ κατανόει λόγον καὶ δόγμα συνυφιστάμενον τῇ ἐξηγήσει ταύτῃ. Ζητοῦσι γὰρ παρασαλεύοντες πάντα οἱ αἱρετικοὶ, καὶ διερωτῶσιν ὑποκρινόμενοι· Εἰ τοῦτο παρηκολούθησε τῇ σαρκώσει Χριστοῦ· ἤτοι λαβόντος τὸν θρόνον ∆αβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσαντος ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας. Πρὸς οὓς ἀποκρινόμενοι, φαμὲν ὅτι μετ' ἐπιτηρήσεως δεῖ προσέχειν, ὅτι, εἰπόντος τοῦ ἀγγέλου, «Καὶ δώσει αὐτῷ Κύριος τὸν θρόνον ∆αβὶδ,» οὐκ ἐπεσημήνατο, ἐφ' ᾧ

7