Sermo in annuntiationem deiparae

 βασιλευόντων, τὸ παντοκράτορα, τὸ ποιητὴν, τὸ δημιουργὸν, τὸ φῶς, τὸ ζωὴν, τὸ ἅγιον, τὸ ἀγαθὸν, τὸ ἀθάνατον, τὸ ἰσχυρὸν, τὸ παντοδύνα μον, καὶ ὅσα ἄλλ

 Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος,» Οὐκοῦν ἰσοδύνα μόν ἐστι, καὶ καθ' ἓν σημαινόμενον ἐπαναστρέφον τὸ, ὑπὸ, καὶ πρὸς, κατὰ πρόθεσιν τοῦ ὀνόματος προσκείμενα.

 ἐννεάμηνος νόμῳ ἀνθρω πίνης κυοφορίας, κἀντεῦθεν θεοϋπόστατος δογματί ζεται ἡ Χριστοῦ σάρκωσις, καὶ οὐδαμῶς ἀνθρωποϋπόστατος· ἐπειδὴ κατὰ τὸν θεῖον χα

 οἶδα. Ἀλλ' εἰπὲ, ὦ ἄγγελε, καὶ διερμήνευσον, «πῶς ἔσται τοῦτο;» Ἀποκρι θεὶς δὲ ὁ ἄγγελος, εἶπεν αὐτῇ· «Πνεῦμα ἅγιον ἐπ ελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑ

 δυνάμει καὶ ἐνεργείᾳ, ἀλλ' ὑποστάσει, καθ' ὅλον τὸ πλήρωμα τῆς θεότητος, αὐτὴ ἡ ἀρχίθεος καὶ ὑπεράρχιος τοῦ Υἱοῦ τοῦ Θεοῦ ὑπόστασις ἐσαρκώθη καὶ ἐνηνθ

 Θεὸς Πνεύματι ἁγίῳ·» τοιοῦτον λέγοντες, ὅτι ἐν γαστρὶ τῆς Παρθένου ἔπλα σεν ὁ Θεὸς ἄνθρωπον ἄνευ σπορᾶς, ἐνεργείᾳ τοῦ Πνεύματος, καὶ ἔχρισεν αὐτὸν δύν

 στηρίξαι ἢ βεβαιῶσαι· ἀλλ' ἀπολύτως λέγει, «καὶ δώσει.» Κἀντεῦθεν χρὴ ἐκ τῶν κατ' ἐνέργειαν ἀποτελεσθέντων ἐπιλύσασθαι τὸ ἄπορον· ὅτι τὸ «δώσει» εἴρητ

 πεπλουτισμένοι τοιούτων καλῶν καὶ πνευματικῶν θεωρημάτων, περὶ σοῦ βοῶμεν· Μνήσθητι ἡμῶν, παναγία Παρθένε, καὶ μετὰ τὸ γεννῆσαι παρθένος μείνασα, καὶ

πεπλουτισμένοι τοιούτων καλῶν καὶ πνευματικῶν θεωρημάτων, περὶ σοῦ βοῶμεν· Μνήσθητι ἡμῶν, παναγία Παρθένε, καὶ μετὰ τὸ γεννῆσαι παρθένος μείνασα, καὶ ἀντίδος ἡμῖν ἀντὶ τῶν μικρῶν τούτων λογίων μεγάλας τὰς δωρεὰς ἀπὸ τοῦ πλούτου τῶν χαρισμάτων σου, κεχαριτωμένη· ὑπὲρ ὧν, καὶ ὡς ὑποκειμένων καὶ συστατικῶν διαφωνῶν, 28.940 διαφερόντως σοι πρὸς ἐγκώμιον, εἴ τις ἀρετὴ, καὶ εἴ τις ἔπαινος, προσάγεταί σοι παρ' ἡμῶν καὶ πάσης τῆς κτίσεως ὕμνος, τῇ κεχαριτωμένῃ, τῇ Κυρίᾳ, τῇ Μητρὶ τοῦ Θεοῦ, καὶ κιβωτῷ τοῦ ἁγιάσματος. Ἰδοὺ δὴ καὶ ἀπὸ τοῦ νῦν καὶ ἀρχῆς ἡμέρας ὡς ἀπαρχὴν ἐγκωμίου, προσεπλέξατό σοι κατ' ἐπώνυμον ἐγκώμιον ὁ ἀρχάγγελος βοῶν· «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.» Μακαρίζουσί σε πᾶσαι αἱ γενεαὶ, καὶ πρότερον αἱ κατ' οὐρανὸν πᾶσαι τῶν ἀγγέλων τετραρχίαι, καὶ τῶν ἐπὶ γῆς, ἱεραρχικὰς χεῖρας ἐπαίρουσαι, εὐλογοῦσί σε τὴν ἐν οὐρανοῖς εὐλογημένην, καὶ ἐπὶ γῆς μακαριζομένην. «Εὐλογημένη σὺ ἐν γυναιξὶ, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.» Τοιαῦτα ἡ πρώτη τῶν θρόνων χερουβίμ τε καὶ σεραφὶμ ἱεραρχία ἐμπρηστῶν ἀνακαλουμένων, ἢ πλῆθος γνώσεως γενέσθαι τοῦ Θεοῦ καὶ βασιλέως, εὐλογοῦσαι λέγουσι· Μακαρία σὺ ἐν γυναιξὶ, καὶ μακαρία ἡ κοιλία σου Θεὸν βαστάσασα, καὶ μασθοὶ, οὓς αὐτὸς νηπιάσας ἐθήλασεν. Ἡ δευτέρα ἱεραρχία τῶν κυριοτήτων καὶ δυνάμεων, καὶ ἐξουσιῶν πρὸς σὲ ἀναβλέπουσαι βοῶσιν, ὡς μαθοῦσαι παρὰ τῆς ὑψηλοτέρας αὐτῶν καὶ προτελουμένης ἱεραρχίας· Εὐλογημένη σὺ ἐν γυναιξὶ, καὶ εὐλογημένη ἡ κοιλία σου, ἡ Θεὸν χωρήσασα, καὶ μασθοὶ οἳ ἐξέθρεψαν Θεὸν παιδίον γενόμενον. Τοιαῦτα καὶ ἡ τρίτη τῶν ἀρχῶν, ἀγγέλων τε καὶ ἀρχαγγέλων ἱεραρχία, κεκελευσμένη καὶ ἐπιτετραμμένη παρὰ τοῦ ἀποστείλαντος Θεοῦ, ὡς δι' ἑνὸς ἀρχαγγέλου τοῦ Γαβριὴλ ἐκβοᾷν τὸν ἐκφαντορικώτατον καὶ περιληπτικώτατον ὕμνον, ἀεὶ ἀνακράζει· «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.» Ἀπὸ τούτων καὶ οἱ κατὰ τὴν ἐπὶ γῆς ἱεραρχίαν τὰς ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι φέροντες, μαθόντες ἢ δανειζόμενοι τὰς φωνὰς, ἀνυψοῦμεν μεγάλῃ καὶ διαπρυσίῳ τῇ φωνῇ λέγοντες· «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.» Πρέσβευε, Κυρία, καὶ δέσποινα, βασίλισσά τε καὶ Μήτηρ Θεοῦ, ὑπὲρ ἡμῶν· ὅτι ἐξ ἡμῶν σύ τε καὶ ὁ ἐκ σοῦ τεχθεὶς σαρκοφόρος Θεὸς ἡμῶν· ᾧ πρέπει ἡ δόξα καὶ ἡ μεγαλοπρέπεια, πᾶσά τε τιμὴ καὶ προσκύνησις καὶ εὐχαριστία, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ, καὶ τῷ ἁγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

9