Sermo in annuntiationem deiparae

 βασιλευόντων, τὸ παντοκράτορα, τὸ ποιητὴν, τὸ δημιουργὸν, τὸ φῶς, τὸ ζωὴν, τὸ ἅγιον, τὸ ἀγαθὸν, τὸ ἀθάνατον, τὸ ἰσχυρὸν, τὸ παντοδύνα μον, καὶ ὅσα ἄλλ

 Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος,» Οὐκοῦν ἰσοδύνα μόν ἐστι, καὶ καθ' ἓν σημαινόμενον ἐπαναστρέφον τὸ, ὑπὸ, καὶ πρὸς, κατὰ πρόθεσιν τοῦ ὀνόματος προσκείμενα.

 ἐννεάμηνος νόμῳ ἀνθρω πίνης κυοφορίας, κἀντεῦθεν θεοϋπόστατος δογματί ζεται ἡ Χριστοῦ σάρκωσις, καὶ οὐδαμῶς ἀνθρωποϋπόστατος· ἐπειδὴ κατὰ τὸν θεῖον χα

 οἶδα. Ἀλλ' εἰπὲ, ὦ ἄγγελε, καὶ διερμήνευσον, «πῶς ἔσται τοῦτο;» Ἀποκρι θεὶς δὲ ὁ ἄγγελος, εἶπεν αὐτῇ· «Πνεῦμα ἅγιον ἐπ ελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑ

 δυνάμει καὶ ἐνεργείᾳ, ἀλλ' ὑποστάσει, καθ' ὅλον τὸ πλήρωμα τῆς θεότητος, αὐτὴ ἡ ἀρχίθεος καὶ ὑπεράρχιος τοῦ Υἱοῦ τοῦ Θεοῦ ὑπόστασις ἐσαρκώθη καὶ ἐνηνθ

 Θεὸς Πνεύματι ἁγίῳ·» τοιοῦτον λέγοντες, ὅτι ἐν γαστρὶ τῆς Παρθένου ἔπλα σεν ὁ Θεὸς ἄνθρωπον ἄνευ σπορᾶς, ἐνεργείᾳ τοῦ Πνεύματος, καὶ ἔχρισεν αὐτὸν δύν

 στηρίξαι ἢ βεβαιῶσαι· ἀλλ' ἀπολύτως λέγει, «καὶ δώσει.» Κἀντεῦθεν χρὴ ἐκ τῶν κατ' ἐνέργειαν ἀποτελεσθέντων ἐπιλύσασθαι τὸ ἄπορον· ὅτι τὸ «δώσει» εἴρητ

 πεπλουτισμένοι τοιούτων καλῶν καὶ πνευματικῶν θεωρημάτων, περὶ σοῦ βοῶμεν· Μνήσθητι ἡμῶν, παναγία Παρθένε, καὶ μετὰ τὸ γεννῆσαι παρθένος μείνασα, καὶ

ἐννεάμηνος νόμῳ ἀνθρω πίνης κυοφορίας, κἀντεῦθεν θεοϋπόστατος δογματί ζεται ἡ Χριστοῦ σάρκωσις, καὶ οὐδαμῶς ἀνθρωποϋπόστατος· ἐπειδὴ κατὰ τὸν θεῖον χαρακτῆρα τὸ ἀν θρώπινον σχῆμα τὴν στάσιν ἑαυτοῦ ἀνεδέξατο, καθ' ἕνωσιν μὲν ὡς πνεύματος πρὸς ψυχήν. Οὕτω γὰρ δύο τέ ἐστι καὶ οὐχ ἓν ὁ Χριστὸς, καὶ εἷς καὶ οὐχὶ δύο· καὶ δύο μὲν καὶ οὐχ ἕν ἐστι κατὰ τὰς δύο φύσεις, καὶ εἷς καὶ οὐχὶ δύο κατὰ τὴν μίαν ὑπόστασιν. ∆ιὸ καὶ δύο μὲν θελήματα λέγομεν, καὶ οὐχὶ δύο τοὺς θέλοντας, καὶ δύο ἐνεργείας καὶ οὐχὶ δύο τοὺς ἐνερ γοῦντας. Ἀλλ' ἕνα μὲν θέλοντα κατὰ τὴν μίαν ὑπό στασιν, δύο δὲ θελήματα καὶ δύο ἐνεργείας, κατὰ τὴν τῶν φύσεων ἰδιολογίαν Ἐν τούτοις οὖν διακηρύττοντες τὸ θεῖον τῆς σαρ κώσεως καὶ ἐνανθρωπήσεως μυστήριον, ἀποβαλλό μεθα τὰς τῶν αἱρετικῶν βλασφημίας, καθ' ἃς καὶ βεβυθισμένους αὐτοὺς καταλιμπάνοντες, μετερχόμεθα εἰς τὰ παρὰ τοῦ εὐαγγελιστοῦ καθιστορούμενα περὶ τοῦ εὐαγγελισμοῦ τῆς Θεοτόκου καὶ Μητρὸς τοῦ Θεοῦ· καὶ ὡς ἔχει συντάξεως, διεξοδικώτερον ἀκουσόμεθα. Σημειούμεθα δὴ οὖν, ὅτι κατὰ καιρὸν εὐδοκίας τοῦ πατρικοῦ θελήματος ἐπὶ συμπληρώσει τῶν ἑβδομή κοντα ἑβδομάδων ∆ανιὴλ τοῦ προφήτου, μετὰ τὸ οἰκο δομηθῆναι Ἱερουσαλὴμ, ἐν τῷ ἐπιστρέψαι τὴν αἰχμαλωσίαν Ἰούδα ἀπὸ Βαβυλῶνος, διὰ Σαλαθιὴλ καὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ, ἀρχιερέων τότε γενομένων κατὰ τὴν συμπλήρωσιν τῶν τετρακοσίων ἐνενήκοντα ἐτῶν, κατ' ἐφημερίαν ἱεραρχίας αὐτοῦ, εἰσῆλθε Ζαχαρίας εἰς τὸν ναὸν τοῦ Θεοῦ θυμιάσαι· καὶ ὤφθη αὐτῷ ἄγ γελος Κυρίου ἐκ δεξιῶν τοῦ θυσιαστηρίου, καὶ εὐαγ γελίζεται αὐτῷ περὶ Ἰωάννου τοῦ υἱοῦ αὐτοῦ, ὡς συλλήψεται Ἐλισάβετ ἡ γυνὴ αὐτοῦ, καὶ τέξεται τὸν Βαπτιστὴν καὶ πρόδρομον τοῦ Χριστοῦ. Καὶ δὴ τῆς συλλήψεως γενομένης, τῷ μηνὶ τῷ ἕκτῳ τῆς ἐν γα στρὶ κυοφορίας Ἐλισάβετ, ἐξαποστέλλεται ὁ ἀρχάγγε λος Γαβριὴλ παρὰ Θεοῦ, εἰς Ναζαρὲτ πόλιν τῆς Γαλιλαίας πρὸς τὴν Παρθένον Μαριάμ. Καὶ εἰσελθὼν πρὸς αὐτὴν ὁ ἄγγελος, ἠσπάζετο ταύτην λέγων· 28.928 «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.» Κἀν ταῦθα πάλιν θεωροῦμεν, ὅτι ἡ μὲν φωνὴ τοῦ ἀγγέ λου, κατὰ προφορὰν πνεύματος ἀπηχήσεως αὐτοῦ διερμηνευομένη, οὐκ αὐτὴ δὲ ἦν ἡ τοῦ Υἱοῦ ὑπόστα σις, οὐδὲ αὐτὴ γέγονε σάρξ· ἀλλὰ κατ' αὐτὴν τὴν φωνὴν, ἑτέρα οὖσα κατὰ τὴν ὑπόστασιν ἰδιότης τοῦ Λόγου καὶ Θεοῦ ἅμα ἐπεφοίτησεν ἐν τῇ κοιλίᾳ τῆς Παρθένου. Καὶ βλασφημοῦσιν οἱ λέγοντες, ὅτι αὐτὴ ἡ φωνὴ τοῦ ἀρχαγγέλου ἦν ἡ ὑπόστασις τοῦ Θεοῦ Λόγου. ∆ιὸ καὶ ἐσημειωσάμεθα τὸν τόπον, ἀποβαλλόμενοι τῆς βλασφημίας τὴν κατάκρισιν. Ἑτέρα τοίνυν παρὰ τὴν φωνὴν τοῦ ἀρχαγγέ λου οὖσα ἡ ὑπόστασις τοῦ Λόγου καὶ Υἱοῦ τοῦ Θεοῦ, ἅμα, ὡς προδιανοιχθείσης τῆς ἀκοῆς τῆς Παρθένου διὰ τῆς ἀρχαγγελικῆς φωνῆς, εἰσῆλθεν εἰς αὐτὴν ἡ θεία τοῦ Υἱοῦ ὑπόστασις. Ὡς αὐτὴ μὲν ἡ Παρθένος οὐκ οἶδεν· οἶδε δὲ ὁ εἰσελθὼν, ὅπως εἰσῆλθε. ∆ιὸ καὶ, ὡς μὴ εἰδυῖα τοῦ μυστηρίου τὴν ἔκβασιν, ἅμα δι εταράχθη ἐπὶ τῷ λόγῳ τοῦ ἀγγέλου εἰπόντος, «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ,» καὶ διελογίζετο, ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος· ὅθεν καὶ ὑπολαβὼν ὁ ἀρχάγγελος, εἶπε πρὸς αὐτήν· «Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ. Καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον ∆αβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.» Ἀλλὰ γὰρ καὶ πρὸς ταῦτα ἔστη δια ποροῦσα ἡ Παρθένος, καὶ ὡς πρὸς τὴν φύσιν ἀποβλέ πουσα, καὶ κατὰ τὸν Ἰωσὴφ διαλογιζομένη, ἀνθ' ὧν μεμνηστευμένη αὐτῷ ἦν, ἀνταποκρίνεται πρὸς τὸν ἄγγελον, καί φησι· «Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄν δρα οὐ γινώσκω;» Καὶ ἐπείπερ, φησὶν, ὦ ἄγγελε, ἄνδρα οὐ γινώσκω, σὺ δὲ διὰ τοῦ, ἰδοὺ, δεικτικοῦ προσρήματος, λέγεις, «Ἰδοὺ συλλήψῃ,» ὡς κατὰ χρόνον ἐνεστῶτα· πῶς ἔσται, οὐκ

4