Sermo in annuntiationem deiparae

 βασιλευόντων, τὸ παντοκράτορα, τὸ ποιητὴν, τὸ δημιουργὸν, τὸ φῶς, τὸ ζωὴν, τὸ ἅγιον, τὸ ἀγαθὸν, τὸ ἀθάνατον, τὸ ἰσχυρὸν, τὸ παντοδύνα μον, καὶ ὅσα ἄλλ

 Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος,» Οὐκοῦν ἰσοδύνα μόν ἐστι, καὶ καθ' ἓν σημαινόμενον ἐπαναστρέφον τὸ, ὑπὸ, καὶ πρὸς, κατὰ πρόθεσιν τοῦ ὀνόματος προσκείμενα.

 ἐννεάμηνος νόμῳ ἀνθρω πίνης κυοφορίας, κἀντεῦθεν θεοϋπόστατος δογματί ζεται ἡ Χριστοῦ σάρκωσις, καὶ οὐδαμῶς ἀνθρωποϋπόστατος· ἐπειδὴ κατὰ τὸν θεῖον χα

 οἶδα. Ἀλλ' εἰπὲ, ὦ ἄγγελε, καὶ διερμήνευσον, «πῶς ἔσται τοῦτο;» Ἀποκρι θεὶς δὲ ὁ ἄγγελος, εἶπεν αὐτῇ· «Πνεῦμα ἅγιον ἐπ ελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑ

 δυνάμει καὶ ἐνεργείᾳ, ἀλλ' ὑποστάσει, καθ' ὅλον τὸ πλήρωμα τῆς θεότητος, αὐτὴ ἡ ἀρχίθεος καὶ ὑπεράρχιος τοῦ Υἱοῦ τοῦ Θεοῦ ὑπόστασις ἐσαρκώθη καὶ ἐνηνθ

 Θεὸς Πνεύματι ἁγίῳ·» τοιοῦτον λέγοντες, ὅτι ἐν γαστρὶ τῆς Παρθένου ἔπλα σεν ὁ Θεὸς ἄνθρωπον ἄνευ σπορᾶς, ἐνεργείᾳ τοῦ Πνεύματος, καὶ ἔχρισεν αὐτὸν δύν

 στηρίξαι ἢ βεβαιῶσαι· ἀλλ' ἀπολύτως λέγει, «καὶ δώσει.» Κἀντεῦθεν χρὴ ἐκ τῶν κατ' ἐνέργειαν ἀποτελεσθέντων ἐπιλύσασθαι τὸ ἄπορον· ὅτι τὸ «δώσει» εἴρητ

 πεπλουτισμένοι τοιούτων καλῶν καὶ πνευματικῶν θεωρημάτων, περὶ σοῦ βοῶμεν· Μνήσθητι ἡμῶν, παναγία Παρθένε, καὶ μετὰ τὸ γεννῆσαι παρθένος μείνασα, καὶ

στηρίξαι ἢ βεβαιῶσαι· ἀλλ' ἀπολύτως λέγει, «καὶ δώσει.» Κἀντεῦθεν χρὴ ἐκ τῶν κατ' ἐνέργειαν ἀποτελεσθέντων ἐπιλύσασθαι τὸ ἄπορον· ὅτι τὸ «δώσει» εἴρηται, ἐφ' ᾧ μεταστῆσαι τοῦτον τὸν θρόνον, ὡς καὶ αὐτὸς ὁ Χριστὸς διερμηνεύων ἔλεγε πρὸς Ἰου δαίους· «∆ιὰ τοῦτο ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.» Οὐκοῦν λαβὼν ὁ Χριστὸς τὸν θρόνον ∆αβὶδ, μετέστησεν αὐτὸν καὶ ἔδωκε τοῖς ἁγίοις Χριστιανῶν βασιλεῦσι, ἐπαναστρέψαι τούτους ἐπὶ τὸν οἶκον Ἰακώβ· καὶ παραδοὺς αὐτὸν εἰς ὀνειδισμὸν καὶ εἰς διαρπαγὴν, βασι λεύει ἐν Χριστιανοῖς εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος· οὐδὲ γὰρ λαῷ ἑτέρῳ ὑπολειφθήσεται, κατὰ τὰς ὁράσεις ∆ανιὴλ τοῦ προφήτου· ἀλλ' ἀνακηρύττουσιν αὐτὸν Χριστὸν βασιλέα εἶναι, αὐτὸν διαρκῆ μέχρι τῆς δευτέρας αὐτοῦ παρουσίας, καθ' ἣν ἐλευσόμενος, μένει βασιλεὺς εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Εἰ γὰρ γεννηθεὶς ἐκ τῆς Παρθένου, καὶ πάντα τελέσας τὰ κατὰ τὴν οἰκονομίαν τοῦ θανάτου καὶ τοῦ σταυροῦ, ἀναστάς φησιν· «Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς·» ἤδη ἐκεῖθεν ἐβασίλευσε, καὶ ἀνακηρύττεται Χριστιανῶν βασιλεύς· ὡς καὶ κατ' ἀρχὰς τῶν εὐχῶν συγκαλούμενοι ἀλλήλους, ἀνακράζουσι λέγοντες· ∆εῦτε, προσκυνήσωμεν, καὶ προσπέσωμεν αὐτῷ Χριστῷ τῷ βασιλεῖ ἡμῶν. Καὶ ἐρχόμε 28.937 νος κατὰ τὴν μεγάλην καὶ ἐπιφανῆ αὐτοῦ δευτέραν παρουσίαν, αὐτὸς μένει βασιλεὺς εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Καὶ ἐπεὶ αὐτὸς βασιλεύς ἐστιν ὁ ἐκ τῆς Παρθένου γεννηθεὶς, καὶ αὐτὸς Κύριος ὁ Θεός. ∆ι' αὐτὸν καὶ ἡ τεκοῦσα αὐτὸν βασίλισσα, καὶ Κυρία καὶ Θεοτόκος, κυρίως καὶ ἀληθῶς δογματίζεται. Καὶ ἐφαρμόζεται κἀντεῦθεν λέγειν ὡς πρὸς αὐτὴν ἀφορῶντας ἡμᾶς, καὶ πρὸς αὐτὸν τὸν ἐξ αὐτῆς τεχθέντα σαρκοφόρον Υἱὸν αὐτῆς· Νῦν «παρέστη ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ, περιβεβλημένη, πεποικιλμένη.» Καὶ γὰρ καθὰ γυνὴ ἐχρημάτισεν ἡ βασίλισσα, καὶ Κυρία, καὶ Μήτηρ τοῦ Θεοῦ, κατὰ τὸ γυναικεῖον αὐτῆς σχῆμα, καὶ νῦν ὡς βασίλισσα παρισταμένη ἐκ δεξιῶν τοῦ παμβασιλέως Υἱοῦ αὐτῆς, ἐν ἱματισμῷ διαχρύσῳ τῆς ἀφθαρσίας, περιβεβλημένη, πεποικιλμένη, ἱερολογεῖται· ἀνθ' ὧν μηδὲ καθ' ἁπλότητα πνευματικὴν, καὶ οἷον ἄσαρκον καὶ ἀσώματον παρίσταται, ἀλλὰ περιβεβλημένη μὲν κατὰ τὴν παναγεστάτην αὐτῆς σάρκα τὴν ἀφθαρσίαν καὶ ἀθανασίαν, καὶ πεποικιλμένη κατὰ τὰ ἐπερείδοντα αὐτῆς τὴν σάρκα παναγιώτατα ὀστᾶ. Καὶ γὰρ καὶ ἐκ τῶν σαρκῶν αὐτῆς καὶ ἐκ τῶν ὀστέων αὐτῆς, ὡς ἐκ τοῦ πάλαι Ἀδὰμ, ὁ νέος Ἀδὰμ, κατ' ἀντιπρόσωπον πλάσας ἑαυτῷ τὴν ὡς πλευρὰν σάρκωσιν, φέρει αὐτὴν εἰς τὸ διηνεκές. Καὶ ἐντεῦθεν ἡ νέα Εὔα, Μήτηρ τῆς ζωῆς ὀνομαζομένη, μένει περιβεβλημένη, πεποικιλμένη, εἰς ἀπαρχὴν ζωῆς ἀθανάτου πάντων τῶν ζώντων. Εἴπωμεν τοίνυν καὶ αὖθις καὶ πάλιν καὶ ἀεὶ καὶ διὰ παντὸς, ὡς πρὸς αὐτὸν τὸν βασιλέα Κύριον καὶ Θεὸν, καὶ πρὸς αὐτὴν τὴν βασίλισσαν Κυρίαν τε καὶ Θεοτόκον ἀποβλέποντες, κινήσει θεωρίας τοῦ κατὰ νοῦν ἡμῶν διορατικοῦ ὀφθαλμοῦ· «Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ, περιβεβλημένη, πεποικιλμένη.» Καὶ δὴ ἄκουσον, θύγατερ ∆αβὶδ καὶ Ἀβραὰμ, καὶ κλῖνον τὸ οὖς σου εἰς τὴν δέησιν ἡμῶν, καὶ μὴ ἐπιλάθῃ τοῦ λαοῦ σου, μηδὲ ἡμῶν τοῦ οἴκου Πατρός σου. Πατέρες γάρ σου ἐσμὲν κατὰ τὴν ἀναλογίαν, καὶ θυγάτηρ ἡμῶν κατὰ τὴν ἐξ ἡμῶν γέννησιν, καὶ πρέπον σοί ἐστιν ὡς Μητέρα τοῦ Θεοῦ γενομένην, βασίλισσαν τε καὶ Κυρίαν, καὶ δέσποιναν, δι' αὐτὸν τὸν ἐκ σοῦ τεχθέντα βασιλέα καὶ Κύριον, καὶ Θεὸν, καὶ δεσπότην, μνημονεύειν, παρεστῶσαν ἐπὶ τοῦ ἡμῖν μὲν φοβεροῦ, σοὶ δὲ τερπνοῦ, καὶ πάσας παρέχοντος χάριτας· ἀνθ' ὧν καὶ κεχαριτωμένη ὠνομάσθης, ὡς πάσης χαρᾶς ἀνάπλεως ἀναδειχθεῖσα, διὰ τῆς ἐπὶ σὲ τοῦ ἁγίου Πνεύματος ἐπελεύσεως. ∆ιὸ καὶ τὸ πρόσωπόν σου λιτανεύοντες οἱ πλούσιοι τοῦ λαοῦ

8