Sermo in annuntiationem deiparae

 βασιλευόντων, τὸ παντοκράτορα, τὸ ποιητὴν, τὸ δημιουργὸν, τὸ φῶς, τὸ ζωὴν, τὸ ἅγιον, τὸ ἀγαθὸν, τὸ ἀθάνατον, τὸ ἰσχυρὸν, τὸ παντοδύνα μον, καὶ ὅσα ἄλλ

 Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος,» Οὐκοῦν ἰσοδύνα μόν ἐστι, καὶ καθ' ἓν σημαινόμενον ἐπαναστρέφον τὸ, ὑπὸ, καὶ πρὸς, κατὰ πρόθεσιν τοῦ ὀνόματος προσκείμενα.

 ἐννεάμηνος νόμῳ ἀνθρω πίνης κυοφορίας, κἀντεῦθεν θεοϋπόστατος δογματί ζεται ἡ Χριστοῦ σάρκωσις, καὶ οὐδαμῶς ἀνθρωποϋπόστατος· ἐπειδὴ κατὰ τὸν θεῖον χα

 οἶδα. Ἀλλ' εἰπὲ, ὦ ἄγγελε, καὶ διερμήνευσον, «πῶς ἔσται τοῦτο;» Ἀποκρι θεὶς δὲ ὁ ἄγγελος, εἶπεν αὐτῇ· «Πνεῦμα ἅγιον ἐπ ελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑ

 δυνάμει καὶ ἐνεργείᾳ, ἀλλ' ὑποστάσει, καθ' ὅλον τὸ πλήρωμα τῆς θεότητος, αὐτὴ ἡ ἀρχίθεος καὶ ὑπεράρχιος τοῦ Υἱοῦ τοῦ Θεοῦ ὑπόστασις ἐσαρκώθη καὶ ἐνηνθ

 Θεὸς Πνεύματι ἁγίῳ·» τοιοῦτον λέγοντες, ὅτι ἐν γαστρὶ τῆς Παρθένου ἔπλα σεν ὁ Θεὸς ἄνθρωπον ἄνευ σπορᾶς, ἐνεργείᾳ τοῦ Πνεύματος, καὶ ἔχρισεν αὐτὸν δύν

 στηρίξαι ἢ βεβαιῶσαι· ἀλλ' ἀπολύτως λέγει, «καὶ δώσει.» Κἀντεῦθεν χρὴ ἐκ τῶν κατ' ἐνέργειαν ἀποτελεσθέντων ἐπιλύσασθαι τὸ ἄπορον· ὅτι τὸ «δώσει» εἴρητ

 πεπλουτισμένοι τοιούτων καλῶν καὶ πνευματικῶν θεωρημάτων, περὶ σοῦ βοῶμεν· Μνήσθητι ἡμῶν, παναγία Παρθένε, καὶ μετὰ τὸ γεννῆσαι παρθένος μείνασα, καὶ

οἶδα. Ἀλλ' εἰπὲ, ὦ ἄγγελε, καὶ διερμήνευσον, «πῶς ἔσται τοῦτο;» Ἀποκρι θεὶς δὲ ὁ ἄγγελος, εἶπεν αὐτῇ· «Πνεῦμα ἅγιον ἐπ ελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι.» Οὗτος, φησὶν, ὁ τρόπος τῆς συλλήψεως, οὕτως συλλήψῃ ἐν γαστρὶ, Πνεύματος ἁγίου ἐπερχομένου σοι, καὶ δυνάμεως Ὑψίστου ἐπισκιαζούσης σοι. «∆ιὸ, φησὶ, καὶ τὸ γεννώμενον ἅγιον Υἱὸς Ὑψίστου κλη θήσεται.» Ἡ δὲ καὶ ἔτι διαποροῦσα, πλὴν ἐπευχο μένη ἑαυτῇ, φησί· «Γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.» Καὶ ἀπῆλθεν ἀπ' αὐτῆς ὁ ἄγγελος. Ἐπισημαίνεται γὰρ τοῦτο ὁ εὐαγγελιστὴς, ὅτι ἀπῆλθεν ἀπ' αὐτῆς ὁ ἄγγελος, ἵνα μὴ καταλείψῃ ἀφορμὴν τοῖς ἐθέλουσι λέγειν, ὅτι αὐτὸς ὁ ἄγγελος ἐνοικήσας ἐν τῇ Παρθένῳ ἐσαρκώθη, οὐδὲ ὅτι ὁ λόγος αὐτοῦ κατὰ προφορὰν ἀπηχήσεως ἐνήργησε τὴν ἐνανθρώπησιν· ἀλλ' ὅτι ἀπελθόντος τοῦ ἀγγέλου ἐπῆλθεν ἐπὶ τὴν Παρθένον τὸ ἅγιον Πνεῦμα, καὶ ἐπεσκίασεν αὐτῇ ἡ δύναμις Ὑψί στου· καὶ οὕτως ὕστερον ἐτελέσθη τὸ σωτήριον κύημα. Ὑπὲρ ὧν καὶ αὖθις χρὴ κατὰ τὸ ἀναγκαῖον ἐπι στῆσαι, καὶ ἐπισκέψασθαι, πῶς εἴρηται πρὸς τὴν Παρ θένον· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύ ναμις Ὑψίστου ἐπισκιάσει σοι.» Ἆρα γὰρ ὥσπερ 28.929 καὶ πρὸς τοὺς ἀποστόλους ἔλεγε Χριστὸς, «Ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλὴμ, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους,» ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς; ἐπίσης γὰρ ἡ ἐπαγγελία, καὶ ἐκ τοῦ ἴσου τρόπου λαμβάνεσθαι δύναται, ἐπείπερ καὶ ἐνταῦθα δύναμιν ἐξ Ὑψίστου ἐπελεύσεσθαι ἐπὶ τοὺς ἀποστόλους καὶ Πνεύματος ἁγίου παρουσίαν. Τί οὖν; ἆρα ὡς πρὸς τοὺς ἀποστόλους τὸ Πνεῦμα καὶ ἡ δύναμις τοῦ Ὑψίστου ἐπήγγελται, οὕτως καὶ πρὸς τὴν Παρθένον; Καὶ εἰ μὲν οὕτως ὥσπερ καὶ εἰς τοὺς ἀποστό λους, καὶ ἡ δύναμις τοῦ Ὑψίστου καὶ ἡ ἐπέλευσις τοῦ Πνεύματος γέγονε, καὶ ἐν τοῖς ἀποστόλοις οὐ παρηκολούθησε σάρκωσις· δῆλον, ὅτι οὔτε ἐν τῇ Παρθένῳ ἡ δύναμις ἐσαρκώθη, οὔτε τὸ Πνεῦμα ἐνην θρώπησεν, εἰ καὶ αὐτὸς ὁ Υἱὸς κατὰ κοινολογίαν θεολογίας λέγεται δύναμις Ὑψίστου. Ἀλλ' ὥσπερ ἐν τοῖς ἀποστόλοις ἡ δύναμις πρὸς τὸ δύνασθαι κατὰ πάσης ἀντικειμένης δυνάμεως ἐγένετο, καὶ ἡ ἐπ έλευσις τοῦ Πνεύματος καθ' ὅλα τὰ οὐσιωδῶς προσόντα αὐτῷ, ἐνεργοῦσα ἐν πᾶσι σημείοις, καὶ τέρασι, καὶ δυνάμεσι, πρὸς βεβαίωσιν καὶ πίστωσιν τῆς Χριστοῦ ἐπαγγελίας· οὕτω καὶ ἐπὶ τῇ Παρθένῳ ἡ ἐπέλευσις τοῦ Πνεύματος ἐγένετο, ἐν πᾶσι τοῖς οὐσιωδῶς προσ οῦσιν αὐτῷ κατὰ τὴν θεαρχίαν, χάριν ἐμποιοῦν, πρὸς τὸ ἐν πᾶσι χαίρειν αὐτήν. Ἐπείπερ καὶ διὰ τοῦτο κεχαριτωμένη προσωνομάσθη, διὰ τὸ ἐν πάσαις χά ρισι ταῖς διὰ τοῦ Πνεύματος ἐμπεπλῆσθαι αὐτήν· καὶ δύναμιν Ὑψίστου ἐπισκιάζειν αὐτῇ, καὶ ἔχειν ἐν παντὶ χρόνῳ τῷ κατὰ τὴν σύλληψιν, πεπίστευκα δὲ ὅτι καὶ μετὰ τὴν σύλληψιν. Οὐδὲ γὰρ πρὸς καιρὸν, ὡς πείθομαι, τοῦτο ἐγένετο ἐν τῇ Παρθένῳ, ἀλλ' ἐν παντὶ καιρῷ, καὶ τότε, καὶ νῦν, καὶ εἰς τὸ διηνεκὲς ἐπισκιάζουσαν αὐτῇ ἔχουσα τὴν δύναμιν τοῦ Ὑψίστου ἡ Παρθένος, καὶ τὴν ἐπέλευσιν τοῦ ἁγίου Πνεύματος ἐπερχομένην αὐτῇ· ἵνα κεχαριτωμένη μένῃ. Οὕτω γὰρ διανοούμεθα περὶ τούτου· Ἦσαν αὐτῇ πάντα κεχαριτωμένα διὰ τοῦ Πνεύματος καὶ τῆς τοῦ Ὑψί στου δυνάμεως· καὶ οὐχ, ὡς οἱ αἱρετικοί φασιν, ὅτι ἐνέργειά τις παρὰ τοῦ Πνεύματος ἐγένετο ἐν τῇ Παρ θένῳ, τοῦ τελεσθῆναι τὴν σάρκωσιν. Κἂν γὰρ ἄνευ σπορᾶς, οὐχ οὕτω φαμὲν, ὅτι κατὰ τὴν διαίρεσιν τῶν χαρισμάτων τοῦ Πνεύματος διαιροῦντος ἰδίᾳ, καθὼς βούλεται, διεπλάσθη σὰρξ, παρὰ τὴν ὑπόστασιν τὴν ἐξιδιάζουσαν τοῦ Υἱοῦ τοῦ Θεοῦ, μὴ γένοιτο! τοῦτο γὰρ τὸ οὕτω φρονεῖν Παύλου τοῦ Σαμοσατέως ἐστὶ, καὶ τῶν λοιπῶν αἱρετικῶν· ἀλλ' οὕτω λέγομεν κατὰ τὴν τῶν ὀρθοδόξων δογμάτων ὀρθότητα, ὅτι δυνά μεως καὶ Πνεύματος ἐπλήσθη ἡ Παρθένος. Πρὸς ἁγιασμὸν μέντοι τῆς σαρκὸς αὐτῆς, καὶ πρὸς τὸ δύνασθαι φέρειν τὸ σωτήριον κύημα, οὕτως ἀκολούθως αὐτῇ ἡ θεία τοῦ Λόγου ὑπόστασις, ἐνσκηνώσασα ἐν αὐτῇ, ἐσαρκώθη καὶ ἐνηνθρώπησεν· οὐ

5