Sermo in annuntiationem deiparae

 βασιλευόντων, τὸ παντοκράτορα, τὸ ποιητὴν, τὸ δημιουργὸν, τὸ φῶς, τὸ ζωὴν, τὸ ἅγιον, τὸ ἀγαθὸν, τὸ ἀθάνατον, τὸ ἰσχυρὸν, τὸ παντοδύνα μον, καὶ ὅσα ἄλλ

 Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος,» Οὐκοῦν ἰσοδύνα μόν ἐστι, καὶ καθ' ἓν σημαινόμενον ἐπαναστρέφον τὸ, ὑπὸ, καὶ πρὸς, κατὰ πρόθεσιν τοῦ ὀνόματος προσκείμενα.

 ἐννεάμηνος νόμῳ ἀνθρω πίνης κυοφορίας, κἀντεῦθεν θεοϋπόστατος δογματί ζεται ἡ Χριστοῦ σάρκωσις, καὶ οὐδαμῶς ἀνθρωποϋπόστατος· ἐπειδὴ κατὰ τὸν θεῖον χα

 οἶδα. Ἀλλ' εἰπὲ, ὦ ἄγγελε, καὶ διερμήνευσον, «πῶς ἔσται τοῦτο;» Ἀποκρι θεὶς δὲ ὁ ἄγγελος, εἶπεν αὐτῇ· «Πνεῦμα ἅγιον ἐπ ελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑ

 δυνάμει καὶ ἐνεργείᾳ, ἀλλ' ὑποστάσει, καθ' ὅλον τὸ πλήρωμα τῆς θεότητος, αὐτὴ ἡ ἀρχίθεος καὶ ὑπεράρχιος τοῦ Υἱοῦ τοῦ Θεοῦ ὑπόστασις ἐσαρκώθη καὶ ἐνηνθ

 Θεὸς Πνεύματι ἁγίῳ·» τοιοῦτον λέγοντες, ὅτι ἐν γαστρὶ τῆς Παρθένου ἔπλα σεν ὁ Θεὸς ἄνθρωπον ἄνευ σπορᾶς, ἐνεργείᾳ τοῦ Πνεύματος, καὶ ἔχρισεν αὐτὸν δύν

 στηρίξαι ἢ βεβαιῶσαι· ἀλλ' ἀπολύτως λέγει, «καὶ δώσει.» Κἀντεῦθεν χρὴ ἐκ τῶν κατ' ἐνέργειαν ἀποτελεσθέντων ἐπιλύσασθαι τὸ ἄπορον· ὅτι τὸ «δώσει» εἴρητ

 πεπλουτισμένοι τοιούτων καλῶν καὶ πνευματικῶν θεωρημάτων, περὶ σοῦ βοῶμεν· Μνήσθητι ἡμῶν, παναγία Παρθένε, καὶ μετὰ τὸ γεννῆσαι παρθένος μείνασα, καὶ

δυνάμει καὶ ἐνεργείᾳ, ἀλλ' ὑποστάσει, καθ' ὅλον τὸ πλήρωμα τῆς θεότητος, αὐτὴ ἡ ἀρχίθεος καὶ ὑπεράρχιος τοῦ Υἱοῦ τοῦ Θεοῦ ὑπόστασις ἐσαρκώθη καὶ ἐνηνθρώπησε. Προαπεδείχθη γὰρ, ὅτι οὐχ ὑπόστασις, ἀλλ' ὥσπερ ἡ οὐσία καὶ ἡ ἐξουσία, καὶ βασιλεία, καὶ τὰ ἄλλα πάντα, ἃ κατὰ θεολογίαν προτέθειται, οὐχ ὑπόστασις ἕκα 28.932 στον λέγεται, ἀλλὰ περὶ τὴν ὑπόστασιν κατ' οὐσίαν ἰδίᾳ διερμηνευόμενα· οὕτως καὶ ἡ ἐνέργεια καὶ ἡ δύναμις περὶ τὴν ὑπόστασιν οὐσιωδῶς ἀναφέρεται· καὶ κοινῶς μὲν ἐφ' ἑκάστης τῶν ἁγίων τριῶν θεαρ χικῶν ὑποστάσεων, ἰδίως δὲ καὶ ἐπ' αὐτὴν τὴν μίαν τοῦ Υἱοῦ τοῦ Θεοῦ σαρκωθεῖσαν καὶ ἐνανθρωπήσασαν. Ἐπῆλθε τοίνυν τὸ Πνεῦμα τὸ ἅγιον ἐπὶ τὴν Παρθένον, καὶ ἡγίασεν αὐτὴν, ὡς καὶ ἐν Ψαλμοῖς φησι τὸ Πνεῦμα· «Ἡγιάσατο σκήνωμα αὐτοῦ ὁ Ὕψιστος,» καὶ ἐπεσκίασεν ἡ δύναμις τοῦ Ὑψίστου, δυναμώσασα αὐτὴν, καὶ σκιᾶς θείας ἐμφανείας ἐμ ποιήσασα, ἵνα ἔνθεν τυπουμένη ἰδεῖν δύνηται, καθ' ὅσον δύναται ἰδεῖν, τὸν ἐν αὐτῇ κυοφορούμενον ἀνεί δεον Θεόν. Μηδὲ γὰρ ὑποληπτέον, ὅτι καθ' ἁπλῆν τῆς φύσεως ἰδιότητα ἰδεῖν ἠδύνατο τὸν ἐν αὐτῇ ἐνσκη νώσαντα Θεὸν ἡ Παρθένος (τοῦτο γὰρ οὔτε αὐτὴ ἡ ἔμψυχος, λογική τε καὶ νοερὰ σάρκωσις ἰδεῖν ἠδύ νατο)· ἀλλὰ κατὰ τὸ δυνατὸν, ὡς ἐπισκιαζούσης αὐτῆς τῆς τοῦ Ὑψίστου δυνάμεως, καὶ οἷον σκιὰς ἐμποιούσης πρὸς τὸ ἰδεῖν τὸν ἐνσκηνοῦντα Θεόν. Καὶ ὥσπερ ἡμεῖς αὐτοὶ ψυχὴν ἐνσκηνοῦσαν ἐν τῇ σαρκὶ ἡμῶν ἔχοντες, οὐχ ὡς ἔστιν ἡ ψυχὴ ἰδεῖν αὐτὴν δυ νάμεθα, ἀλλ' οἷον σκιὰς αὐτῆς καὶ τύπους ἀπὸ τῶν δυνάμεων αὐτῆς καὶ τῶν ἐνεργειῶν· τοιοῦτο ἥ τε Παρθένος, καὶ αὐτὴ ἡ λογικὴ καὶ νοερὰ ψυχὴ ἰδεῖν ἠδύνατο, καὶ νῦν δὲ δύναται ἐκ τῶν ἐνδιδομένων αὐτῇ δυνάμεων καὶ ἐνεργειῶν. Καὶ κατὰ τοῦτον μᾶλλον ἀναλογεῖ λόγον, ὅτι ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, καὶ κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. Κατ' εἰκόνα γὰρ καὶ ὁμοίωσιν τῆς τοιαύτης σαρκώσεως καὶ ἐναν θρωπήσεως ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· ἵνα, ἐν αὑτῷ φέρων τὸ κατ' εἰκόνα καὶ ὁμοίωσιν, μὴ ἀμφί βολον ἔχῃ τὰ ἐπὶ τῆς τοιαύτης σαρκώσεως καὶ ἐναν θρωπήσεως· σαρκώσεως γὰρ καὶ ἐνανθρωπήσεως· καί γε καὶ συνεκφράσει προσηγορίαν κηρύττομεν, καὶ οὐ μόνον σάρκωσιν καταγγέλλομεν, ἀλλὰ καὶ ἐνανθρώπησιν· ἵνα μὴ δοκῇ τοῖς ἀθέοις αἱρετικοῖς ἄψυχον καὶ ἄνουν καὶ ἄλογον σάρκωσιν δογματίζειν ἡμᾶς, ἀλλὰ διὰ τοῦ λέγειν σάρκωσιν καὶ ἐνανθρώπησιν, τήν τε σάρκα πιστεύειν ἡμᾶς, τήν τε ψυχὴν λογικήν τε καὶ νοερὰν διασημαίνοντας. ∆ιὸ καὶ τοὺς λέγοντας μίαν φύσιν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην, καὶ μὴ ἐπιφέροντας ἐψυχωμένην, λογικήν τε καὶ νοερὰν, οὐ πάνυ ἀποδεχόμεθα, πλὴν ἐπιλυομένους καὶ ἐν δόγμασιν ἀνατιθέντας τὴν ἑρμηνείαν τῆς ῥή σεως· Τὸ γὰρ καὶ πρώην ἀπλάστως ἐῤῥήθη ὑπό τινων, ἀλλ' ἐκακουργήθη ὕστερον, πονηρευομένων τῶν αἱρετικῶν κατὰ τὴν ῥῆσιν. Ἁγιασθεῖσα τοίνυν τῇ ἐπελεύσει τοῦ ἁγίου Πνεύ ματος ἡ Παρθένος, καὶ δυναμωθεῖσα ἐκ τῆς τοῦ Ὑψί στου δυνάμεως, κυοφορεῖ τὸν κατὰ τὴν ἐξιδιάζουσαν αὐτοῦ ὑπόστασιν Υἱὸν τοῦ Θεοῦ, κατὰ τὴν μίαν αὐτοῦ τῆς θεότητος φύσιν· καὶ τίκτει τοῦτον σαρκωθέντα καὶ ἐνανθρωπήσαντα κατὰ τὴν τῶν δύο φύσεων ἰδιότητα· ἐκ δύο καὶ ἐν δύο δογματιζόμενον ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως· οὐ θεοφόρον ἄνθρωπον, ἀλλὰ σαρκοφόρον Θεόν. Μὴ γὰρ, ὡς πάλιν εἰπεῖν, οὕτω ταῦτα νοή σαντες οἱ αἱρετικοὶ, ἀλλ' οἷον εἴρηται, κατ' ἐνέργειαν Πνεύματος καὶ δυνάμεως Ὑψίστου γενομένην τὴν ἐν Παρθένῳ κυοφορίαν, θεοφόρον ἄνθρωπον τὸν ἐκ τῆς 28.933 Παρθένου ἐδογμάτισαν· πεφορημένην θείαν δύναμιν καὶ ἐνέργειαν τοῦ Πνεύματος, ἐνεργήσαντα ἐναντίον Φαραὼ καὶ πάντων τῶν υἱῶν Ἰσραήλ. Ὅθεν καὶπροσλαμβάνουσι τὰς παρὰ τοῦ κορυφαίου φωνὰς, δη μηγοροῦντος ἐν ταῖς Πράξεσι περὶ Χριστοῦ, καὶ αὐτοῦ μὲν ὀρθῶς λέγοντος, οὗτοι δὲ στρεβλῶς καὶ πονηρῶς ἐκλαμβάνοντες, ἀνθ' ὧν καί φησιν· «Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲτ, ὃν ἔχρισεν ὁ

6