Fragmenta in sancti Pauli epistulam ad Hebraeos

 οὐχ ἑτέρου τινὸς ἡ σάρξ· Θεὸς γὰρ ὢν φύσει γέγονεν ἄνθρωπος μετὰ τοῦ μεῖναι Θεός· τότε γὰρ τὴν ἀπόῤῥητον τοῦ Θεοῦ καὶ Πατρὸς φανερὰν ἡμῖν ἐποίει βουλή

 θεσπέσιος Παῦλος προσεπήνεγκεν ἀναγκαίως τό ∆ι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε. πῶς οὖν ἂν γένοιτο καὶ τοῦτο ἀληθές; εἰ γὰρ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς

 τῶν παραπτωμάτων. γράφει δὲ ὡδὶ καὶ Ἰωάννης περὶ τοῦ Θεοῦ καὶ Πατρός Ἐὰν περιπατῶμεν ἐν τῷ φωτὶ κοινωνίαν ἔχομεν μετ' αὐτοῦ καὶ τὸ αἷμα Ἰησοῦ Χρισ

 λέγῃ τις γέγονεν ἢ πεποίηται· τὰ δὲ γενητὰ, δημιουργήματα ὄντα, ἀδύνατον λέγεσθαι γεννητὰ, εἰ μὴ ἄρα μετὰ ταῦτα μετασχόντα τοῦ γεννητοῦ Υἱοῦ, γεγεννῆσ

 ἴσον ἀκοῦσαι τῷ Ἐστὶν, ἢ διὰ τὸ γενέσθαι τὴν κρείττω διακονίαν τό Γενόμενος λαβεῖν καὶ νοεῖν ὡς εἴπομεν, ἀλλὰ νομίζουσιν ἐκ ταύτης τῆς λέξεως γενητὸν

 ἀπόδειξιν ἔχει· ἀεὶ δὲ ἦν ὁ 376 Πατήρ· ἦν οὖν ἄρα καὶ ὁ Υἱὸς, συνυφεστηκὼς ἀεὶ τῷ ἰδίῳ γεννήτορι. Ἠγάπησας δικαιοσύνην. Ὁ θεσπέσιος ∆αυεὶδ πρὸς τὸν ἐν

 ἐπειδὴ γὰρ ὁ πρῶτος ἄνθρωπος τὴν θείαν πεπάτηκεν ἐντολὴν, εἶτα νενόσηκεν ἡ ἀνθρώπου φύσις τὸ πολὺ λίαν εὐπαρακόμιστον πρὸς ἁμαρτίας· διὰ τοῦτο κατὰ φύ

 ἀδελφὸς τοῖς κατὰ φύσιν οἰκέταις, δέδωκεν ἡμῖν Πατέρα τὸν ἑαυτοῦ. ἀλλ' ὥσπερ ἡμεῖς εἰ καὶ υἱοὶ κεκλήμεθα τοῦ Πατρὸς, ἐσμὲν εἰ ἐσμὲν, ἄνθρωποι δηλονότι

 ἀνθρωπότητος τὰ αὐτῷ καὶ μόνῳ πρέποντα τῷ ἑνωθέντι Λόγῳ· ἐπεὶ δέ ἐστιν εἷς καὶ μόνος καὶ ἀληθινὸς Υἱὸς ὁ Ἐμμανουὴλ, νοεῖται δὲ πρὸς ἡμῶν Θεός τε καὶ ἄ

 καθ' ἡμᾶς καὶ τὸν τῆς κενώσεως ἀφηγεῖται τρόπον προσεπάγων εὐθὺς καὶ ὅσα κατώρθωται δι' αὐτῆς τῇ ἀνθρωπείᾳ φύσει ἀγαθά. ἐννόησον γὰρ ἠλαττώμενον βραχύ

 ὅτι Χριστὸς Ἰησοῦς οὐ καθ' ἑαυτὸν ἄνθρωπος κοινῶς τε καὶ ἰδικῶς νοεῖται καὶ λέγεται πρὸς ἡμῶν, ἐνανθρωπήσας δὲ μᾶλλον ὁ ἐκ Θεοῦ Λόγος. ἵνα δὲ τῶν ἐννο

 αὐτὸν τῆς πάλαι δοθείσης εὐκλείας τὴν μέθεξιν. καὶ ποία τις ἐστὶν ἡ τοῦ παντὸς λόγου κατασκευὴ, τί δὲ τὸ τῆς εὐτεχνίας συμπέρασμα διειπεῖν ἀναγκαῖον.

 τετηρηκὼς ἔφασκε περὶ ἡμῶν ποτὲ μὲν ὅτι Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ποτὲ δέ Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. Παραδέδοται

 πιστὸς ἀρχιερεύς. Μωυσῆς μὲν ὁ θεσπέσιος διὰ τύπου καὶ σκιᾶς ἐνῆκεν εἰς θεογνωσίαν τὸν Ἰσραὴλ καὶ τῆς ἐν νόμῳ δικαιοσύνης παρέδειξε τὴν ὁδὸν, ἀλλ' ἦν

 μακραίωνα βίον συνεκτείνεται καὶ ἀναπόβλητον ἔχει τὴν κτῆσιν. κεχρηματίκαμεν δὲ καὶ ἑτέρως ἐπουράνιοι, Χριστοῦ πρωτεύοντος καὶ ὁδοῦ καὶ θύρας ἡμῖν γεγ

 φύσιν ἁρμοδιώτατος καὶ τοῖς τῆς ἐνανθρωπήσεως λόγοις οὐκ ἀσύμβατος. οἱ μὲν γὰρ πάλαι κατὰ τὸν Μωσέως δοθέντα νόμον ἱερουργοῦντες Θεῷ ὡς ἐν τύπῳ καὶ σκ

 πρὸς τὸ ἐξήνιον καὶ πρός γε τὸ δεῖν ἀντιφέρεσθαι τῷ Χριστῷ. καὶ τῶν εἰς Μωσέα τε λόγων καὶ ἐγκωμίων ἅπτεται, πιστὸν μὲν ἀποκαλῶν, συνεισάγων δὲ τούτοι

 παρὰ Θεοῦ λόγων, Χριστὸν δὲ οὐχ οὕτως· οὐ γὰρ ὡς ἐν οἴκῳ πιστὸν οἰκέτην, ἀλλ' ὡς Υἱὸν καὶ δεσπότην ἐπὶ τὸν οἶκον τοῦ Πατρὸς, τουτέστιν ἡμᾶς τοὺς ἐν πί

 θυσιαστηρίου· ὁ δὲ μέσος μετὰ τὸ ἐπίσπαστρον, οὗ ἔνδον εἰσήρχοντο οἱ ἱερεῖς, τὰς λατρείας καθεκάστην ἐπιτελοῦντες· οὗτος δὲ ὁ τόπος ἐκαλεῖτο Ἅγια, ἃ τ

 ἐρασταὶ, περὶ ὧν γέγραπται Ἀγαπῶν ἀργύριον οὐ πλησθήσεται ἀργυρίου· εἰ δὲ οὐ κορέννυσιν ἐκείνους τὰ γήϊνα καὶ πρόσκαιρα καὶ εὐμάραντα, πῶς οὐκ ἀναγ

 παλινδρομεῖν δύνασθαι πρὸς ζωήν· καὶ γέγονε μὲν αὐτῷ πρὸς ἐντροπῆς τε καὶ ἀδοξίας τὸ παθεῖν· ἐπειδὴ δὲ ἀνέστησε τὸν ἑαυτοῦ ναὸν, καινοτομήσας τὸν θάνα

 ὑπεροχὴν τοῦ Υἱοῦ, πεφλυαρηκότας εἰκῆ κατερυθριάσειν οἶμαι τοὺς δι' ἐναντίας· εἰ δὲ δὴ μεθέντες τὸν Υἱὸν, ἀπαραποίητον ἔσεσθαι τοῖς ἁγίοις τὸ βασιλεύε

 ὁρίζοντος τῇ νόσῳ τὴν ἀποστροφήν· ἔφη γὰρ ὧδε περί τινων ̓Ηγάπησαν κινεῖν πόδας αὐτῶν καὶ οὐκ ἐφείσαντο, καὶ ὁ Θεὸς οὐκ εὐδόκησεν ἐν αὐτοῖς· τὸ γά

 Κυρίλλου ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ἑβραίους ἐπιστολῆς. Εἰ δὲ τετελείωκεν ἡμᾶς δι' ὕδατος καὶ Πνεύματος, πῶς οὐκ ἐνήργει θεϊκῶς τε ἅμα καὶ ἀνθρωπίνως ὁ

θεσπέσιος Παῦλος προσεπήνεγκεν ἀναγκαίως τό ∆ι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε. πῶς οὖν ἂν γένοιτο καὶ τοῦτο ἀληθές; εἰ γὰρ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς τέτοκεν ἡμῖν ἡ ἁγία παρθένος τὸν Ἐμμανουὴλ, πῶς δι' αὐτοῦ τοὺς αἰῶνας πεποιῆσθαί φησι; καὶ μάλα ὀρθῶς. ὁ γὰρ ἐκ Θεοῦ Πατρὸς Λόγος ὁ πρὸ παντὸς αἰῶνος καὶ χρόνου 367 γεγεννημένος, ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων γεγενῆσθαι λέγεται σαρκικῶς ἐκ γυναικός. ἀδικήσει δὲ ὅλως οὐδὲν εἰς ἀρχαιότητα θεοπρεπῆ τὸν οὕτως ἔχοντα κατὰ φύσιν τὸ νεώτερον τῆς οἰκονομίας οὔτε μὴν τῆς ὑπάρξεως αὐτοῦ τὸ πρεσβύτατον τὴν οἰκείαν ἀπολέσει δόξαν· γέγραπται γὰρ ὅτι "Χριστὸς Ἰησοῦς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς "αἰῶνας." ὅτι δὲ καὶ ἐν σαρκὶ πεφηνὼς προσμεμαρτύρηκεν ἑαυτῷ τὸ ὡς ἐν θείᾳ φύσει πρεσβύτατον, πιστώσεται λέγων πρὸς Ἰουδαίους "Ἀμὴν ἀμὴν λέγω ὑμῖν πρὶν Ἁβραὰμ γε"νέσθαι ἐγώ εἰμι·" ἔφη δὲ καὶ ὁ θεσπέσιος Ἰωάννης ὁ εὐαγγελιστής "Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν "ὅτι πρῶτός μου ἦν·" πλουτεῖ γὰρ ἐν πᾶσι καὶ πρωτεύει Χριστός. Ὃς ὢν ἀπαύγασμα τῆς δόξης. Ὥσπερ ἐστὶν ἄτρεπτος ὁ Πατὴρ ἀεὶ διαμένων τοῦθ' ὅπερ ἐστὶ, Πατὴρ δηλονότι οὐχ Υἱὸς, οὕτω καὶ ὁ Υἱὸς ἐμφιλοχωρεῖ τοῖς ἰδίοις, Υἱὸς ἀεὶ μένων καὶ εἰς Πατέρα μὴ μεθιστάμενος, ἵνα φαίνηται καὶ κατ' αὐτὸ δὴ τουτὶ χαρακτὴρ ὑπάρχων τῆς ὑποστάσεως τοῦ Πατρός. ἴδοι δ' ἄν τις αὐτῷ τῆς τοῦ τεκόντος ὑπεροχῆς καὶ μὴν καὶ εὐκλείας ἐμπρέπον τὸ κάλλος. Θεὸς γάρ ἐστιν ἀληθινὸς ἐξ ἀληθινοῦ Θεοῦ, φῶς ἐκ φωτὸς, ζωή τε ὁμοίως ἐκ ζωῆς· ὑπερανέστηκε δὲ τοσοῦτον τὴν σύμπασαν κτίσιν ὅσον ἂν νοοῖτο καὶ αὐτὸς ὁ Πατήρ. ἔστι γὰρ ἀγένητος ἐξ ἀγενήτου, καὶ οὐ τοῖς ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρενηνεγμένοις ἐναρίθμιος· ἦν γὰρ ὁ Λόγος ἐν ἀρχῇ καὶ Θεὸς ἦν ὁ Λόγος· πῶς οὖν ἄρα τό Οὐκ ἦν ἀληθὲς ἔσται λεγόμενον ἐπ' αὐτοῦ παρὰ τῶν ταῖς θείαις πολεμούντων γραφαῖς; εἰ γάρ ἐστι γενητὸς κατ' αὐτοὺς, συνυποκείσεται πάντως τοῖς ἄλλοις ἅπασι καὶ τὸν τῆς δουλείας παραδέξεται ζυγὸν, διοί 368 σει δὲ κατ' οὐδένα τρόπον τῶν ἑαυτοῦ γεγονότων. ἔστιν οὖν Θεὸς μᾶλλον ὡς ἐκ Θεοῦ· φέρει γὰρ τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. γέγονε μὲν γὰρ "δι' αὐτοῦ τὰ πάντα καὶ "χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν·" ἀνέχει δὲ πάλιν αὐτὸς τὰ πάντα πρὸς ἀκλόνητον διαμονήν. Ἐλέγομεν ὅτι τοῖς μὲν ἀρχαιοτέροις ὁ Θεὸς διὰ Μωυσέως τεθέσπικε καὶ τῶν προφητῶν· ἡμεῖς δὲ γεγόναμεν κατὰ τὴν τοῦ προφήτου φωνήν "διδακτοὶ Θεοῦ." διδάσκαλον γὰρ ἐσχήκαμεν αὐτὸν τὸν ἐκ Θεοῦ Λόγον ἐνανθρωπήσαντα δι' ἡμᾶς, τὸν ποιητὴν τῶν αἰώνων, τὸ τῆς πατρικῆς δόξης ἀπαύγασμα, τὸν χαρακτῆρα τῆς ὑποστάσεως· ταῦτα περιοδικῶς θεωρήσαντες προσθήσομεν τὰ ἐχόμενα· τάδε ἐστί ..... Λόγος ὢν ὁ τοῦ Θεοῦ καὶ Πατρὸς παναλκής "Αὐτὸς εἶπε "καὶ ἐγεννήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν, ἔστη"σεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, "πρόσταγμα ἔθετο καὶ οὐ παρελεύσεται." ἐπειδὴ γὰρ τῶν εἰς τὸ εἶναι παρενηνεγμένων ἡ φύσις οὐκ ἔχει τὴν ἀφθαρσίαν οὔτε μὴν τὸ ὡσαύτως ἔχειν διαπαντὸς δύνασθαι· ἴδιον γὰρ τοῦτο τῆς ἀνωτάτω πάντων οὐσίας· φέρει τὰ πάντα αὐτὸς τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. Λόγος μὲν γάρ ἐστιν αὐτὸς ἐνυπόστατος καὶ ὡς ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν γεγεννημένος, πανσθενὲς δὲ καὶ ἐνεργὸν τὸ ῥῆμα αὐτοῦ καὶ πάντα εὐκόλως κατορθοῦν ἰσχύον· ἐπάγει δὲ τούτοις Καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόμηκεν ὄνομα. δείξας αὐτὸν χαρακτῆρα τῆς ὑποστάσεως τοῦ Πατρὸς καὶ μὴν καὶ ἀπαύγασμα τῆς δόξης αὐτοῦ, μέτεισιν ἀναγκαίως ἐπὶ τὴν τῆς ἐνανθρωπήσεως οἰκονομίαν δι' ἧς καὶ σεσώσμεθα καὶ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν πεπλουτήκαμεν, ἡγιάσμεθά τε διὰ τοῦ 369 αἵματος αὐτοῦ. ὡς γὰρ αὐτός φησιν ὁ σοφώτατος Παῦλος " ̓Εν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, "τὴν ἄφεσιν