Fragmenta in sancti Pauli epistulam ad Hebraeos

 οὐχ ἑτέρου τινὸς ἡ σάρξ· Θεὸς γὰρ ὢν φύσει γέγονεν ἄνθρωπος μετὰ τοῦ μεῖναι Θεός· τότε γὰρ τὴν ἀπόῤῥητον τοῦ Θεοῦ καὶ Πατρὸς φανερὰν ἡμῖν ἐποίει βουλή

 θεσπέσιος Παῦλος προσεπήνεγκεν ἀναγκαίως τό ∆ι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε. πῶς οὖν ἂν γένοιτο καὶ τοῦτο ἀληθές; εἰ γὰρ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς

 τῶν παραπτωμάτων. γράφει δὲ ὡδὶ καὶ Ἰωάννης περὶ τοῦ Θεοῦ καὶ Πατρός Ἐὰν περιπατῶμεν ἐν τῷ φωτὶ κοινωνίαν ἔχομεν μετ' αὐτοῦ καὶ τὸ αἷμα Ἰησοῦ Χρισ

 λέγῃ τις γέγονεν ἢ πεποίηται· τὰ δὲ γενητὰ, δημιουργήματα ὄντα, ἀδύνατον λέγεσθαι γεννητὰ, εἰ μὴ ἄρα μετὰ ταῦτα μετασχόντα τοῦ γεννητοῦ Υἱοῦ, γεγεννῆσ

 ἴσον ἀκοῦσαι τῷ Ἐστὶν, ἢ διὰ τὸ γενέσθαι τὴν κρείττω διακονίαν τό Γενόμενος λαβεῖν καὶ νοεῖν ὡς εἴπομεν, ἀλλὰ νομίζουσιν ἐκ ταύτης τῆς λέξεως γενητὸν

 ἀπόδειξιν ἔχει· ἀεὶ δὲ ἦν ὁ 376 Πατήρ· ἦν οὖν ἄρα καὶ ὁ Υἱὸς, συνυφεστηκὼς ἀεὶ τῷ ἰδίῳ γεννήτορι. Ἠγάπησας δικαιοσύνην. Ὁ θεσπέσιος ∆αυεὶδ πρὸς τὸν ἐν

 ἐπειδὴ γὰρ ὁ πρῶτος ἄνθρωπος τὴν θείαν πεπάτηκεν ἐντολὴν, εἶτα νενόσηκεν ἡ ἀνθρώπου φύσις τὸ πολὺ λίαν εὐπαρακόμιστον πρὸς ἁμαρτίας· διὰ τοῦτο κατὰ φύ

 ἀδελφὸς τοῖς κατὰ φύσιν οἰκέταις, δέδωκεν ἡμῖν Πατέρα τὸν ἑαυτοῦ. ἀλλ' ὥσπερ ἡμεῖς εἰ καὶ υἱοὶ κεκλήμεθα τοῦ Πατρὸς, ἐσμὲν εἰ ἐσμὲν, ἄνθρωποι δηλονότι

 ἀνθρωπότητος τὰ αὐτῷ καὶ μόνῳ πρέποντα τῷ ἑνωθέντι Λόγῳ· ἐπεὶ δέ ἐστιν εἷς καὶ μόνος καὶ ἀληθινὸς Υἱὸς ὁ Ἐμμανουὴλ, νοεῖται δὲ πρὸς ἡμῶν Θεός τε καὶ ἄ

 καθ' ἡμᾶς καὶ τὸν τῆς κενώσεως ἀφηγεῖται τρόπον προσεπάγων εὐθὺς καὶ ὅσα κατώρθωται δι' αὐτῆς τῇ ἀνθρωπείᾳ φύσει ἀγαθά. ἐννόησον γὰρ ἠλαττώμενον βραχύ

 ὅτι Χριστὸς Ἰησοῦς οὐ καθ' ἑαυτὸν ἄνθρωπος κοινῶς τε καὶ ἰδικῶς νοεῖται καὶ λέγεται πρὸς ἡμῶν, ἐνανθρωπήσας δὲ μᾶλλον ὁ ἐκ Θεοῦ Λόγος. ἵνα δὲ τῶν ἐννο

 αὐτὸν τῆς πάλαι δοθείσης εὐκλείας τὴν μέθεξιν. καὶ ποία τις ἐστὶν ἡ τοῦ παντὸς λόγου κατασκευὴ, τί δὲ τὸ τῆς εὐτεχνίας συμπέρασμα διειπεῖν ἀναγκαῖον.

 τετηρηκὼς ἔφασκε περὶ ἡμῶν ποτὲ μὲν ὅτι Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ποτὲ δέ Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. Παραδέδοται

 πιστὸς ἀρχιερεύς. Μωυσῆς μὲν ὁ θεσπέσιος διὰ τύπου καὶ σκιᾶς ἐνῆκεν εἰς θεογνωσίαν τὸν Ἰσραὴλ καὶ τῆς ἐν νόμῳ δικαιοσύνης παρέδειξε τὴν ὁδὸν, ἀλλ' ἦν

 μακραίωνα βίον συνεκτείνεται καὶ ἀναπόβλητον ἔχει τὴν κτῆσιν. κεχρηματίκαμεν δὲ καὶ ἑτέρως ἐπουράνιοι, Χριστοῦ πρωτεύοντος καὶ ὁδοῦ καὶ θύρας ἡμῖν γεγ

 φύσιν ἁρμοδιώτατος καὶ τοῖς τῆς ἐνανθρωπήσεως λόγοις οὐκ ἀσύμβατος. οἱ μὲν γὰρ πάλαι κατὰ τὸν Μωσέως δοθέντα νόμον ἱερουργοῦντες Θεῷ ὡς ἐν τύπῳ καὶ σκ

 πρὸς τὸ ἐξήνιον καὶ πρός γε τὸ δεῖν ἀντιφέρεσθαι τῷ Χριστῷ. καὶ τῶν εἰς Μωσέα τε λόγων καὶ ἐγκωμίων ἅπτεται, πιστὸν μὲν ἀποκαλῶν, συνεισάγων δὲ τούτοι

 παρὰ Θεοῦ λόγων, Χριστὸν δὲ οὐχ οὕτως· οὐ γὰρ ὡς ἐν οἴκῳ πιστὸν οἰκέτην, ἀλλ' ὡς Υἱὸν καὶ δεσπότην ἐπὶ τὸν οἶκον τοῦ Πατρὸς, τουτέστιν ἡμᾶς τοὺς ἐν πί

 θυσιαστηρίου· ὁ δὲ μέσος μετὰ τὸ ἐπίσπαστρον, οὗ ἔνδον εἰσήρχοντο οἱ ἱερεῖς, τὰς λατρείας καθεκάστην ἐπιτελοῦντες· οὗτος δὲ ὁ τόπος ἐκαλεῖτο Ἅγια, ἃ τ

 ἐρασταὶ, περὶ ὧν γέγραπται Ἀγαπῶν ἀργύριον οὐ πλησθήσεται ἀργυρίου· εἰ δὲ οὐ κορέννυσιν ἐκείνους τὰ γήϊνα καὶ πρόσκαιρα καὶ εὐμάραντα, πῶς οὐκ ἀναγ

 παλινδρομεῖν δύνασθαι πρὸς ζωήν· καὶ γέγονε μὲν αὐτῷ πρὸς ἐντροπῆς τε καὶ ἀδοξίας τὸ παθεῖν· ἐπειδὴ δὲ ἀνέστησε τὸν ἑαυτοῦ ναὸν, καινοτομήσας τὸν θάνα

 ὑπεροχὴν τοῦ Υἱοῦ, πεφλυαρηκότας εἰκῆ κατερυθριάσειν οἶμαι τοὺς δι' ἐναντίας· εἰ δὲ δὴ μεθέντες τὸν Υἱὸν, ἀπαραποίητον ἔσεσθαι τοῖς ἁγίοις τὸ βασιλεύε

 ὁρίζοντος τῇ νόσῳ τὴν ἀποστροφήν· ἔφη γὰρ ὧδε περί τινων ̓Ηγάπησαν κινεῖν πόδας αὐτῶν καὶ οὐκ ἐφείσαντο, καὶ ὁ Θεὸς οὐκ εὐδόκησεν ἐν αὐτοῖς· τὸ γά

 Κυρίλλου ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ἑβραίους ἐπιστολῆς. Εἰ δὲ τετελείωκεν ἡμᾶς δι' ὕδατος καὶ Πνεύματος, πῶς οὐκ ἐνήργει θεϊκῶς τε ἅμα καὶ ἀνθρωπίνως ὁ

θυσιαστηρίου· ὁ δὲ μέσος μετὰ τὸ ἐπίσπαστρον, οὗ ἔνδον εἰσήρχοντο οἱ ἱερεῖς, τὰς λατρείας καθεκάστην ἐπιτελοῦντες· οὗτος δὲ ὁ τόπος ἐκαλεῖτο Ἅγια, ἃ τύπος ἦσαν τῆς παλαιᾶς, ἅτε τῶν δι' αἵματος θυσιῶν ἐκεῖ τελουμένων· ὁ δὲ ἐνδότερος ὠνομάζετο Ἅγια ἁγίων, ἃ τύπος ἦν τοῦ παρ' ἡμῖν μυστηρίου. τὴν μὲν οὖν μετὰ τὸ χαλκοῦν θυσιαστήριον σκηνὴν πρώτην ὁ ἀπόστολος λέγει, ὡς πρὸς τὰ ἅγια τῶν ἁγίων· ἐπεί τοι μέση ἦν τῷ ἐπισπάστρῳ ἀπὸ τῆς αὐλῆς διειργομένη· μετὰ δὲ τὴν μέσην ταύτην σκηνὴν αὖθις τὸ καταπέτασμα ἐτέτατο· καὶ ἔνδον τούτου ἦν ἡ σκηνὴ ἡ λεγομένη ἅγια ἁγίων, εἰς ἣν οὐδεὶς εἰσῄει ἢ μόνος ὁ ἀρχιερεὺς, καὶ οὗτος ἅπαξ τοῦ ἐνιαυτοῦ· ἀπέκειτο δὲ ἐν ταύτῃ ἡ κιβωτὸς τὰς πλάκας τοῦ νόμου φέρουσα, καὶ τὴν στάμνον τοῦ μάννα, καὶ τὴν ῥάβδον Ἀαρών. καὶ μὴν αἱ βασιλεῖαί φασιν ἐν τῇ κιβωτῷ μόνας τεθεῖσθαι τὰς πλάκας, ἐκ παραδόσεως δὲ ἴσως ὁ Παῦλος καὶ τὴν ῥάβδον καὶ στάμνον προσέθηκεν. Ὑπεράνω δὲ αὐτῆς χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον. Σύνες οὖν, ὅπως ἐποίει τὸ μὲν ἱλαστήριον εἰς εἰκόνα ἐνανθρωπήσαντος τοῦ Υἱοῦ· τότε γὰρ γέγονεν ἱλαστήριον· πλὴν κύκλῳ περιεστάναι προστάττει τὰ χερουβὶμ, καὶ συσκιάζειν ταῖς πτέρυξιν, ἀεὶ πρὸς αὐτὸν τετραμμένα τε καὶ βλέποντα· εἶτά πως ἡμῖν αὐτὸν ὁ προφήτης τεθεᾶσθαί φησιν, "ὅτε εἶδε τὴν "δόξαν, καὶ ἐλάλησε περὶ αὐτοῦ." εἶδον, γάρ φησι, "τὸν "Κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ τε καὶ 408 "ἐπηρμένου·" καὶ τὰ σεραφὶμ εἱστήκει κύκλῳ αὐτοῦ, καὶ τὸν ἐπὶ θρόνου Κύριον ἐδοξολόγουν, τὰς πτέρυγας τείνοντα· οὕτω τετάχατο καὶ ἐν τῇ ἁγίᾳ σκηνῇ συσκιάζοντα ταῖς πτέρυξιν ἐπὶ τὸ ἱλαστήριον· εἰ δὲ ἦν τις τοῖς χερουβὶμ τοῖς ἐκ χρυσίου πεποιημένοις βοή τε καὶ λόγος, ἐδοξολόγησαν ἂν ὡς κύριον σαβαὼθ, τὸν ἐν τῇ δούλου μορφῇ πεφηνότα Υἱὸν Μονογενῆ τὸν ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν. 409 Καὶ διαφόροις βαπτισμοῖς καὶ δικαιώμασι σαρκὸς μέχρι καιροῦ διορθώσεως ἐπικείμενα. Τετελείωκεν ὁ νόμος οὐδένα κατὰ συνείδησιν, εἰσκεκόμικε δὲ μᾶλλον βαπτισμῶν διδαχὰς, ἀφηγήσεις περιῤῥαντηρίων "πρὸς τὴν τῆς σαρκὸς καθαρότητα·" καταλήγει γὰρ εἰς τοῦτο μόλις τῆς νομικῆς ἱερωσύνης ἡ δύναμις· κἂν γὰρ νεκροῦ τις ἥψατο, κἂν λεπροῦ, κἂν γονοῤῥυὴς ἐγένετο, ἐβαπτίζετο, καὶ οὕτως ἐδόκει καθαρίζεσθαι· ταῦτα δὲ δικαιώματα ἦσαν σαρκὸς, τουτέστιν ἐντολαὶ σάρκιναι, σαρκικῶς δικαιοῦσαι τοὺς κατὰ σάρκα δοκοῦντας ἀκαθάρτους. -Ὅτι δὲ ταῖς κατὰ νόμον σκιαῖς τοὺς ἐξ αἵματος Ἰσραὴλ ἀσυνέτως ἐμφιλοχωρεῖν οὐκ ἠφίει Θεὸς, ἐξ αὐτῶν εἰσόμεθα τῶν ἱερῶν γραμμάτων· προστέταχε μὲν γὰρ καταθύεσθαι τὸν ἀμνὸν εἰς τύπον Χριστοῦ, ὁδοιπορικῶς δὲ ἐσταλμένους σιτεῖσθαι, σημαίνων ὡς μέχρι παντὸς οὐ στήσεται τὰ ἐν τύποις, ἀλλ' οἱονεὶ δραμεῖται πρὸς ἀλήθειαν. 410 Καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας. Ὥσπερ γὰρ στρατιώτην τὸν ῥιψάσπιδα καὶ φυγοπόλεμον οὐ δευτέροις τιμᾶσθαι σημάντροις, ἀλλ' ἤδη κολάζεσθαι χρὴ, καὶ τῆς ἀνανδρίας ἀποτιννύναι λόγον, τὸν αὐτὸν οἶμαι τρόπον τὴν οὕτω σεπτήν τε καὶ ἀξιάγαστον περιυβρίζοντας χάριν οὐ δευτέρου τιμᾶσθαι Πνεύματος δόσει, τῆς πρώτης ἀθετουμένης, ἀλλ' ἤδη ποιναῖς ὑποκεῖσθαι πρέπει· οὐ γάρ "ἡ αὐτῶν ἀπιστία τὴν πίστιν τοῦ Θεοῦ καταργήσει," οὐδ' ἐπείπερ καταπεφρονήκασί τινες ἀνόπιν ἰόντες, τῆς θείας χάριτος τὸ ἀβέβαιον καταγράψομεν· ποιναῖς δὲ μᾶλλον ὁ τῶν ὅλων ὑποθήσει Κριτὴς τοὺς εἰς τοῦτο δυσσεβείας κατολισθεῖν οὐ παραιτουμένους, ὡς τὸν Υἱὸν τοῦ Θεοῦ καταπατῆσαι, καὶ τὸ Πνεῦμα τῆς χάριτος ὑβρίσαι, ἐν ᾧ ἡγιάσθησαν καὶ τῆς θείας φύσεως γεγόνασι κοινωνοί. 411 Ἥτις ἔχει μισθαποδοσίαν μεγάλην. Ὅτι δι' ὑπομονῆς καὶ τοῦ μὴ ἁψικόρως ἔχειν περὶ τὸ πληροῦν τὰ ἐξαίρετα τῶν κατορθωμάτων, ἀλλὰ διψῆν μὲν ἀεὶ, καὶ ἀκορέστως ἔχειν, καὶ ἀπλήστως ἐρᾶν παντὸς ἀγαθοῦ πράγματος, καὶ κατασωρεύειν ἑαυτοῖς τὴν ἐκ πράξεων εὐδοκίμησιν, ἐν τοιαύταις δὲ εἶναι προθυμίαις, ἐν αἷσπερ ἂν εἶεν καὶ οἱ τοῦ πλουτεῖν