Fragmenta in sancti Pauli epistulam ad Hebraeos

 οὐχ ἑτέρου τινὸς ἡ σάρξ· Θεὸς γὰρ ὢν φύσει γέγονεν ἄνθρωπος μετὰ τοῦ μεῖναι Θεός· τότε γὰρ τὴν ἀπόῤῥητον τοῦ Θεοῦ καὶ Πατρὸς φανερὰν ἡμῖν ἐποίει βουλή

 θεσπέσιος Παῦλος προσεπήνεγκεν ἀναγκαίως τό ∆ι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε. πῶς οὖν ἂν γένοιτο καὶ τοῦτο ἀληθές; εἰ γὰρ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς

 τῶν παραπτωμάτων. γράφει δὲ ὡδὶ καὶ Ἰωάννης περὶ τοῦ Θεοῦ καὶ Πατρός Ἐὰν περιπατῶμεν ἐν τῷ φωτὶ κοινωνίαν ἔχομεν μετ' αὐτοῦ καὶ τὸ αἷμα Ἰησοῦ Χρισ

 λέγῃ τις γέγονεν ἢ πεποίηται· τὰ δὲ γενητὰ, δημιουργήματα ὄντα, ἀδύνατον λέγεσθαι γεννητὰ, εἰ μὴ ἄρα μετὰ ταῦτα μετασχόντα τοῦ γεννητοῦ Υἱοῦ, γεγεννῆσ

 ἴσον ἀκοῦσαι τῷ Ἐστὶν, ἢ διὰ τὸ γενέσθαι τὴν κρείττω διακονίαν τό Γενόμενος λαβεῖν καὶ νοεῖν ὡς εἴπομεν, ἀλλὰ νομίζουσιν ἐκ ταύτης τῆς λέξεως γενητὸν

 ἀπόδειξιν ἔχει· ἀεὶ δὲ ἦν ὁ 376 Πατήρ· ἦν οὖν ἄρα καὶ ὁ Υἱὸς, συνυφεστηκὼς ἀεὶ τῷ ἰδίῳ γεννήτορι. Ἠγάπησας δικαιοσύνην. Ὁ θεσπέσιος ∆αυεὶδ πρὸς τὸν ἐν

 ἐπειδὴ γὰρ ὁ πρῶτος ἄνθρωπος τὴν θείαν πεπάτηκεν ἐντολὴν, εἶτα νενόσηκεν ἡ ἀνθρώπου φύσις τὸ πολὺ λίαν εὐπαρακόμιστον πρὸς ἁμαρτίας· διὰ τοῦτο κατὰ φύ

 ἀδελφὸς τοῖς κατὰ φύσιν οἰκέταις, δέδωκεν ἡμῖν Πατέρα τὸν ἑαυτοῦ. ἀλλ' ὥσπερ ἡμεῖς εἰ καὶ υἱοὶ κεκλήμεθα τοῦ Πατρὸς, ἐσμὲν εἰ ἐσμὲν, ἄνθρωποι δηλονότι

 ἀνθρωπότητος τὰ αὐτῷ καὶ μόνῳ πρέποντα τῷ ἑνωθέντι Λόγῳ· ἐπεὶ δέ ἐστιν εἷς καὶ μόνος καὶ ἀληθινὸς Υἱὸς ὁ Ἐμμανουὴλ, νοεῖται δὲ πρὸς ἡμῶν Θεός τε καὶ ἄ

 καθ' ἡμᾶς καὶ τὸν τῆς κενώσεως ἀφηγεῖται τρόπον προσεπάγων εὐθὺς καὶ ὅσα κατώρθωται δι' αὐτῆς τῇ ἀνθρωπείᾳ φύσει ἀγαθά. ἐννόησον γὰρ ἠλαττώμενον βραχύ

 ὅτι Χριστὸς Ἰησοῦς οὐ καθ' ἑαυτὸν ἄνθρωπος κοινῶς τε καὶ ἰδικῶς νοεῖται καὶ λέγεται πρὸς ἡμῶν, ἐνανθρωπήσας δὲ μᾶλλον ὁ ἐκ Θεοῦ Λόγος. ἵνα δὲ τῶν ἐννο

 αὐτὸν τῆς πάλαι δοθείσης εὐκλείας τὴν μέθεξιν. καὶ ποία τις ἐστὶν ἡ τοῦ παντὸς λόγου κατασκευὴ, τί δὲ τὸ τῆς εὐτεχνίας συμπέρασμα διειπεῖν ἀναγκαῖον.

 τετηρηκὼς ἔφασκε περὶ ἡμῶν ποτὲ μὲν ὅτι Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ποτὲ δέ Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. Παραδέδοται

 πιστὸς ἀρχιερεύς. Μωυσῆς μὲν ὁ θεσπέσιος διὰ τύπου καὶ σκιᾶς ἐνῆκεν εἰς θεογνωσίαν τὸν Ἰσραὴλ καὶ τῆς ἐν νόμῳ δικαιοσύνης παρέδειξε τὴν ὁδὸν, ἀλλ' ἦν

 μακραίωνα βίον συνεκτείνεται καὶ ἀναπόβλητον ἔχει τὴν κτῆσιν. κεχρηματίκαμεν δὲ καὶ ἑτέρως ἐπουράνιοι, Χριστοῦ πρωτεύοντος καὶ ὁδοῦ καὶ θύρας ἡμῖν γεγ

 φύσιν ἁρμοδιώτατος καὶ τοῖς τῆς ἐνανθρωπήσεως λόγοις οὐκ ἀσύμβατος. οἱ μὲν γὰρ πάλαι κατὰ τὸν Μωσέως δοθέντα νόμον ἱερουργοῦντες Θεῷ ὡς ἐν τύπῳ καὶ σκ

 πρὸς τὸ ἐξήνιον καὶ πρός γε τὸ δεῖν ἀντιφέρεσθαι τῷ Χριστῷ. καὶ τῶν εἰς Μωσέα τε λόγων καὶ ἐγκωμίων ἅπτεται, πιστὸν μὲν ἀποκαλῶν, συνεισάγων δὲ τούτοι

 παρὰ Θεοῦ λόγων, Χριστὸν δὲ οὐχ οὕτως· οὐ γὰρ ὡς ἐν οἴκῳ πιστὸν οἰκέτην, ἀλλ' ὡς Υἱὸν καὶ δεσπότην ἐπὶ τὸν οἶκον τοῦ Πατρὸς, τουτέστιν ἡμᾶς τοὺς ἐν πί

 θυσιαστηρίου· ὁ δὲ μέσος μετὰ τὸ ἐπίσπαστρον, οὗ ἔνδον εἰσήρχοντο οἱ ἱερεῖς, τὰς λατρείας καθεκάστην ἐπιτελοῦντες· οὗτος δὲ ὁ τόπος ἐκαλεῖτο Ἅγια, ἃ τ

 ἐρασταὶ, περὶ ὧν γέγραπται Ἀγαπῶν ἀργύριον οὐ πλησθήσεται ἀργυρίου· εἰ δὲ οὐ κορέννυσιν ἐκείνους τὰ γήϊνα καὶ πρόσκαιρα καὶ εὐμάραντα, πῶς οὐκ ἀναγ

 παλινδρομεῖν δύνασθαι πρὸς ζωήν· καὶ γέγονε μὲν αὐτῷ πρὸς ἐντροπῆς τε καὶ ἀδοξίας τὸ παθεῖν· ἐπειδὴ δὲ ἀνέστησε τὸν ἑαυτοῦ ναὸν, καινοτομήσας τὸν θάνα

 ὑπεροχὴν τοῦ Υἱοῦ, πεφλυαρηκότας εἰκῆ κατερυθριάσειν οἶμαι τοὺς δι' ἐναντίας· εἰ δὲ δὴ μεθέντες τὸν Υἱὸν, ἀπαραποίητον ἔσεσθαι τοῖς ἁγίοις τὸ βασιλεύε

 ὁρίζοντος τῇ νόσῳ τὴν ἀποστροφήν· ἔφη γὰρ ὧδε περί τινων ̓Ηγάπησαν κινεῖν πόδας αὐτῶν καὶ οὐκ ἐφείσαντο, καὶ ὁ Θεὸς οὐκ εὐδόκησεν ἐν αὐτοῖς· τὸ γά

 Κυρίλλου ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ἑβραίους ἐπιστολῆς. Εἰ δὲ τετελείωκεν ἡμᾶς δι' ὕδατος καὶ Πνεύματος, πῶς οὐκ ἐνήργει θεϊκῶς τε ἅμα καὶ ἀνθρωπίνως ὁ

ἐρασταὶ, περὶ ὧν γέγραπται "Ἀγαπῶν "ἀργύριον οὐ πλησθήσεται ἀργυρίου·" εἰ δὲ οὐ κορέννυσιν ἐκείνους τὰ γήϊνα καὶ πρόσκαιρα καὶ εὐμάραντα, πῶς οὐκ ἀναγκαῖον ἡμᾶς θερμοτέραις κεχρῆσθαι ταῖς ἐπιθυμίαις, ἵνα κερδάνωμεν τὰ παρὰ Θεοῦ, ἃ καὶ εἰς ἀπεράντους αἰῶνας ἐκτείνεται, καὶ ἀκατάληκτον ἔχει τὴν εὐθυμίαν; Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὰ βλεπόμενα γεγονέναι. Μέγα δὴ οὖν καὶ ἐξαίρετον ἀγαθὸν ἡ πίστις· πλουτεῖ γὰρ ἁμαρτιῶν ἀπόθεσιν, ῥύπου παντὸς ἀποκάθαρσιν· ἔστι δὲ καὶ μνηστείας πρόξενος τῆς παρὰ Θεοῦ, καὶ ὁδὸς εἰς ἁγιασμὸν καὶ υἱοθεσίαν, καὶ ἁπαξαπλῶς παντὸς ἀγαθοῦ προμνήστρια· οὕτως εὐδόκιμοι γεγόνασιν οἱ πατέρες, οὕτως λαμπρὰν καὶ ἀοίδιμον ἐσχήκασι δόξαν· κατηνδρίσαντο δὲ καὶ αὐτοῦ θανάτου πολλοὶ, καὶ τὸν ἀμάραντον τῆς δόξης ἀνεδήσαντο στέφανον. Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων εὐλα βηθεὶς κατεσκεύαζε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ. Ἐπειδὴ γὰρ ἡ σύμπασα γῆ τὴν ὁδὸν αὐτῆς διέφθειρε, καθὰ γέγραπται, καὶ ἀπονένευκεν ἡ καρδία "τοῦ ἀνθρώπου 412 "ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος," κατακλυσμὸν τοῖς ἀνὰ πᾶσαν τὴν γῆν ἐπηφίει Θεὸς, οἷόν τινα κῆπον ὑλομανήσαντα καὶ κεχερσωμένον ἀνακτώμενος, καὶ φυτὸν ἐν αὐτῷ τηρήσας εὐγενὲς, τὸν πανάριστον Νῶε, ἵν' ἐξ αὐτοῦ τὸ γένος τὸ ἀνθρώπινον, εἰς ἑτέραν ὥσπερ ἀρχὴν μεταστοιχειούμενον, σώζηται πάλιν ἐπὶ τῆς γῆς. πίστει οὖν χρηματισθεὶς Νῶε κατεσκεύαζε τὴν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, "εἰς "ἣν ὀλίγαι τουτέστιν ὀκτὼ ψυχαὶ διεσώθησαν δι' ὕδατος·" μία μὲν γὰρ ἐξενήνεκται θανάτου ψῆφος κατὰ πάντων τῶν ἐπὶ τῆς γῆς, πεπληθυμένης δηλονότι τῆς ἁμαρτίας καὶ εἰς ἀβούλητον ὀργὴν καλεσάσης τὸν ∆ημιουργόν· ἀλλ' ἐσώζετο πανοικὶ δίκαιος ὢν ὁ Νῶε· πεπίστευκε γὰρ τῷ Θεῷ προστάττοντι κατασκευάσαι τὴν κιβωτὸν, καὶ βεβάπτιστο μὲν ἡ σύμπασα γῆ, ἡ δὲ τοῖς ὕδασιν ἐπενήχετο, κυβερνήτην λαβοῦσα τὸν τῶν ὅλων σωτῆρα Θεόν· καὶ ἦν ἐν αὐτῇ λείψανον ἀνθρωπότητος ὁμοῦ γυναιξὶ καὶ τέκνοις· ὁ πίστιν ἔχων τὸ καύχημα. Πίστει προσήνεγκεν Ἁβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος. Ἀλλ' οὐ δύναμαι τοῦ μεγάλου τούτου ἀποστῆναι θαύματος· πρεσβύτης ἦν ὁ μακάριος Ἁβραὰμ, ἐθρήνει τὴν ἀπαιδίαν, ἐζήτει παρὰ Θεοῦ κληρονόμον ἐξ ἐλευθέρας· εἶτα λαβὼν, καὶ ἐπ' αὐτῷ πᾶσαν ἔχων τὴν τοῦ γένους ἐλπίδα καὶ τὸ τῆς θείας ὑποσχέσεως τέλος, προσετάττετο θύειν αὐτόν· τί οὖν ὁ πρεσβύτης; ἐννοῶ μὲν ἐν ὅσαις γέγονε δυσθυμίαις· ἡ φύσις αὐτὸν ἐβιάζετο πρὸς φιλοστοργίαν, τὸ θεῖον ἐκάλει πρόσταγμα πρὸς ὑπακοήν· προσέκειτο τῷ παιδὶ μόνον ἔχων αὐτὸν, ἐδεδίει προσκροῦσαι Θεῷ· καὶ καθάπερ τι δένδρον μέγα τε καὶ εὐμηκέστατον ταῖς τῶν ἀνέμων ἀντιπνοίαις τῇδε 413 κἀκεῖσε διαῤῥιπτούμενον μονονουχὶ μεθύει καὶ σείεται, οὕτω γέγονεν ἡ τοῦ δικαίου ψυχή· πῶς οὖν ἄρα τὸν τοῦ πειρασμοῦ χειμῶνα νενίκηκεν; ὁ νομομαθέστατος Παῦλος διδάξει λέγων Πίστει προσήνεγκε τὸν Ἰσαὰκ πειραζόμενος, λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγεῖραι δύναται ὁ Θεός. ὢ πίστεως ἑδραιότης· ὢ λογισμῶν ἁγιοπρεπῶν ἀσφάλεια· δέδωκε τῷ Θεῷ τὸ πάντα δύνασθαι κατορθοῦν· καὶ τί τὸ ἐντεῦθεν; εἰς ποῖον αὐτῷ τέλος ἐκδεδράμηκεν ἡ πίστις; τὸ γράμμα διδάξει τὸ ἱερόν· "Ἐπίστευσε γὰρ, φησὶν, Ἁβραὰμ τῷ Θεῷ, καὶ "ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην." Ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας. Μᾶλλον δὲ ὧδε νοεῖν οἰκειότερον, ὅτι καίτοι ἐνὸν αὐτῷ τοῖς τῆς ἰδίας φύσεως ἀξιώμασιν ἐντρυφᾶν, καὶ ταῖς κατὰ πάντων ἀσυγκρίτως ὑπεροχαῖς θεοπρεπῶς ἐναβρύνεσθαι· τοῦτο γὰρ εἶναί φαμεν τὴν προκειμένην αὐτῷ χαράν· κεκένωκεν ἑαυτὸν καθεὶς ἐν τοῖς καθ' ἡμᾶς, ἵν' ὑπὲρ παντὸς τὸν κατὰ σάρκα θάνατον ἀνατλὰς, εἶτα πατήσας αὐτὸν διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως, βάσιμον καὶ ἡμῖν ἀποφήνῃ τὸ