Fragmenta in sancti Pauli epistulam ad Hebraeos

 οὐχ ἑτέρου τινὸς ἡ σάρξ· Θεὸς γὰρ ὢν φύσει γέγονεν ἄνθρωπος μετὰ τοῦ μεῖναι Θεός· τότε γὰρ τὴν ἀπόῤῥητον τοῦ Θεοῦ καὶ Πατρὸς φανερὰν ἡμῖν ἐποίει βουλή

 θεσπέσιος Παῦλος προσεπήνεγκεν ἀναγκαίως τό ∆ι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε. πῶς οὖν ἂν γένοιτο καὶ τοῦτο ἀληθές; εἰ γὰρ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς

 τῶν παραπτωμάτων. γράφει δὲ ὡδὶ καὶ Ἰωάννης περὶ τοῦ Θεοῦ καὶ Πατρός Ἐὰν περιπατῶμεν ἐν τῷ φωτὶ κοινωνίαν ἔχομεν μετ' αὐτοῦ καὶ τὸ αἷμα Ἰησοῦ Χρισ

 λέγῃ τις γέγονεν ἢ πεποίηται· τὰ δὲ γενητὰ, δημιουργήματα ὄντα, ἀδύνατον λέγεσθαι γεννητὰ, εἰ μὴ ἄρα μετὰ ταῦτα μετασχόντα τοῦ γεννητοῦ Υἱοῦ, γεγεννῆσ

 ἴσον ἀκοῦσαι τῷ Ἐστὶν, ἢ διὰ τὸ γενέσθαι τὴν κρείττω διακονίαν τό Γενόμενος λαβεῖν καὶ νοεῖν ὡς εἴπομεν, ἀλλὰ νομίζουσιν ἐκ ταύτης τῆς λέξεως γενητὸν

 ἀπόδειξιν ἔχει· ἀεὶ δὲ ἦν ὁ 376 Πατήρ· ἦν οὖν ἄρα καὶ ὁ Υἱὸς, συνυφεστηκὼς ἀεὶ τῷ ἰδίῳ γεννήτορι. Ἠγάπησας δικαιοσύνην. Ὁ θεσπέσιος ∆αυεὶδ πρὸς τὸν ἐν

 ἐπειδὴ γὰρ ὁ πρῶτος ἄνθρωπος τὴν θείαν πεπάτηκεν ἐντολὴν, εἶτα νενόσηκεν ἡ ἀνθρώπου φύσις τὸ πολὺ λίαν εὐπαρακόμιστον πρὸς ἁμαρτίας· διὰ τοῦτο κατὰ φύ

 ἀδελφὸς τοῖς κατὰ φύσιν οἰκέταις, δέδωκεν ἡμῖν Πατέρα τὸν ἑαυτοῦ. ἀλλ' ὥσπερ ἡμεῖς εἰ καὶ υἱοὶ κεκλήμεθα τοῦ Πατρὸς, ἐσμὲν εἰ ἐσμὲν, ἄνθρωποι δηλονότι

 ἀνθρωπότητος τὰ αὐτῷ καὶ μόνῳ πρέποντα τῷ ἑνωθέντι Λόγῳ· ἐπεὶ δέ ἐστιν εἷς καὶ μόνος καὶ ἀληθινὸς Υἱὸς ὁ Ἐμμανουὴλ, νοεῖται δὲ πρὸς ἡμῶν Θεός τε καὶ ἄ

 καθ' ἡμᾶς καὶ τὸν τῆς κενώσεως ἀφηγεῖται τρόπον προσεπάγων εὐθὺς καὶ ὅσα κατώρθωται δι' αὐτῆς τῇ ἀνθρωπείᾳ φύσει ἀγαθά. ἐννόησον γὰρ ἠλαττώμενον βραχύ

 ὅτι Χριστὸς Ἰησοῦς οὐ καθ' ἑαυτὸν ἄνθρωπος κοινῶς τε καὶ ἰδικῶς νοεῖται καὶ λέγεται πρὸς ἡμῶν, ἐνανθρωπήσας δὲ μᾶλλον ὁ ἐκ Θεοῦ Λόγος. ἵνα δὲ τῶν ἐννο

 αὐτὸν τῆς πάλαι δοθείσης εὐκλείας τὴν μέθεξιν. καὶ ποία τις ἐστὶν ἡ τοῦ παντὸς λόγου κατασκευὴ, τί δὲ τὸ τῆς εὐτεχνίας συμπέρασμα διειπεῖν ἀναγκαῖον.

 τετηρηκὼς ἔφασκε περὶ ἡμῶν ποτὲ μὲν ὅτι Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ποτὲ δέ Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. Παραδέδοται

 πιστὸς ἀρχιερεύς. Μωυσῆς μὲν ὁ θεσπέσιος διὰ τύπου καὶ σκιᾶς ἐνῆκεν εἰς θεογνωσίαν τὸν Ἰσραὴλ καὶ τῆς ἐν νόμῳ δικαιοσύνης παρέδειξε τὴν ὁδὸν, ἀλλ' ἦν

 μακραίωνα βίον συνεκτείνεται καὶ ἀναπόβλητον ἔχει τὴν κτῆσιν. κεχρηματίκαμεν δὲ καὶ ἑτέρως ἐπουράνιοι, Χριστοῦ πρωτεύοντος καὶ ὁδοῦ καὶ θύρας ἡμῖν γεγ

 φύσιν ἁρμοδιώτατος καὶ τοῖς τῆς ἐνανθρωπήσεως λόγοις οὐκ ἀσύμβατος. οἱ μὲν γὰρ πάλαι κατὰ τὸν Μωσέως δοθέντα νόμον ἱερουργοῦντες Θεῷ ὡς ἐν τύπῳ καὶ σκ

 πρὸς τὸ ἐξήνιον καὶ πρός γε τὸ δεῖν ἀντιφέρεσθαι τῷ Χριστῷ. καὶ τῶν εἰς Μωσέα τε λόγων καὶ ἐγκωμίων ἅπτεται, πιστὸν μὲν ἀποκαλῶν, συνεισάγων δὲ τούτοι

 παρὰ Θεοῦ λόγων, Χριστὸν δὲ οὐχ οὕτως· οὐ γὰρ ὡς ἐν οἴκῳ πιστὸν οἰκέτην, ἀλλ' ὡς Υἱὸν καὶ δεσπότην ἐπὶ τὸν οἶκον τοῦ Πατρὸς, τουτέστιν ἡμᾶς τοὺς ἐν πί

 θυσιαστηρίου· ὁ δὲ μέσος μετὰ τὸ ἐπίσπαστρον, οὗ ἔνδον εἰσήρχοντο οἱ ἱερεῖς, τὰς λατρείας καθεκάστην ἐπιτελοῦντες· οὗτος δὲ ὁ τόπος ἐκαλεῖτο Ἅγια, ἃ τ

 ἐρασταὶ, περὶ ὧν γέγραπται Ἀγαπῶν ἀργύριον οὐ πλησθήσεται ἀργυρίου· εἰ δὲ οὐ κορέννυσιν ἐκείνους τὰ γήϊνα καὶ πρόσκαιρα καὶ εὐμάραντα, πῶς οὐκ ἀναγ

 παλινδρομεῖν δύνασθαι πρὸς ζωήν· καὶ γέγονε μὲν αὐτῷ πρὸς ἐντροπῆς τε καὶ ἀδοξίας τὸ παθεῖν· ἐπειδὴ δὲ ἀνέστησε τὸν ἑαυτοῦ ναὸν, καινοτομήσας τὸν θάνα

 ὑπεροχὴν τοῦ Υἱοῦ, πεφλυαρηκότας εἰκῆ κατερυθριάσειν οἶμαι τοὺς δι' ἐναντίας· εἰ δὲ δὴ μεθέντες τὸν Υἱὸν, ἀπαραποίητον ἔσεσθαι τοῖς ἁγίοις τὸ βασιλεύε

 ὁρίζοντος τῇ νόσῳ τὴν ἀποστροφήν· ἔφη γὰρ ὧδε περί τινων ̓Ηγάπησαν κινεῖν πόδας αὐτῶν καὶ οὐκ ἐφείσαντο, καὶ ὁ Θεὸς οὐκ εὐδόκησεν ἐν αὐτοῖς· τὸ γά

 Κυρίλλου ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ἑβραίους ἐπιστολῆς. Εἰ δὲ τετελείωκεν ἡμᾶς δι' ὕδατος καὶ Πνεύματος, πῶς οὐκ ἐνήργει θεϊκῶς τε ἅμα καὶ ἀνθρωπίνως ὁ

τετηρηκὼς ἔφασκε περὶ ἡμῶν ποτὲ μὲν ὅτι "Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς "μου," ποτὲ δέ "Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ "Θεός." Παραδέδοται γὰρ αὐτῷ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς τὰ πάντα, καὶ κλῆρος αὐτοῦ γεγόναμεν καίτοι πάλαι "μερίδες "ἀλωπέκων" ὄντες, καθά φησιν ὁ ∆αυείδ. ὑπεκείμεθα γὰρ οὐχ ἑκόντες οἱ δείλαιοι τοῖς τῶν δαιμονίων ἀγέλαις· ἀλλ' αἵματι τῷ ἰδίῳ πάντας ἡμᾶς κατεκτήσατο καὶ κεκληρονόμηκεν ὁ Χριστός. καὶ γοῦν ἔφη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν "Οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου σοὶ "ἦσαν κἀμοὶ αὐτοὺς δέδωκας, κἀγὼ τὴν δόξαν ἣν δέδωκάς "μοι δέδωκα αὐτοῖς." καίτοι γὰρ Υἱὸς κατὰ φύσιν ὑπάρχων χάριτι μεθ' ἡμῶν τῆς τοιᾶσδε δόξης μετεσχηκέναι φησὶ διὰ τὸ ἀνθρώπινον, πλὴν μεμενηκὼς ὅπερ ἦν δέδωκεν ἡμῖν τὴν ἑαυτοῦ δόξαν. κατεσφράγισε γὰρ τῷ ἰδίῳ Πνεύματι πρὸς υἱοθεσίαν καὶ ἐν αὐτῷ "κράζομεν Ἀββᾶ ὁ πατήρ." οὐκοῦν ἡμεῖς οἱ ἐν τέκνοις ἠριθμημένοι Θεοῦ κεκοινωνήκαμεν αἵματος καὶ σαρκὸς, τουτέστιν ἐν αἵματί τε ἐσμὲν καὶ σαρκὶ καὶ ἐν φθαρτοῖς καὶ γηΐνοις σώμασι. ταύτης ἕνεκα τῆς αἰτίας 394 καὶ αὐτὸς ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος ζωὴ κατὰ φύσιν ὑπάρχων μετέσχε τῶν αὐτῶν καὶ οὐ καθ' ἕτερον τρόπον ἀλλὰ παραπλησίως ἵνα καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου. Ἐπειδὴ γὰρ οὐχ ἑτέρως ἦν δύνασθαι τὸ θανάτῳ καὶ φθορᾷ καὶ ἁμαρτίᾳ κατισχημένον ἀνακομίζεσθαι πρὸς τὸ ἐν ἀρχαῖς πλὴν ὅτι διὰ μόνου Χριστοῦ, τῆς ἐνανθρωπήσεως τὸ μυστήριον ὡς ἐν καιρῷ καθήκοντι πληροῦσθαι λοιπὸν παρεκάλει λέγων ὁ μακάριος ∆αυείδ "Ἵνα τί, Κύριε, ἀφέστηκας "μακρόθεν, ὑπερορᾷς ἐν εὐκαιρίαις ἐν θλίψεσι;" ταύτῃτοι Ἐμμανουὴλ κέκληται· οὐ γὰρ ἀφέστηκεν ἔτι μακρόθεν ἀλλὰ δὴ γέγονεν ἐγγύστερον μεθ' ἡμῶν ἄνθρωπος πεφηνὼς ὁ τοῦ Θεοῦ Λόγος. παραπλησίως γὰρ ἡμῖν μετέσχεν αἵματος καὶ σαρκὸς, ἐπειδὴ θανάτῳ καὶ φθορᾷ κεκράτηται τὸ ἐπὶ γῆς γένος τουτέστιν ὁ ἄνθρωπος, καὶ τῷ Θεῷ τῷ πάντων ἐδόκει διὰ πολλὴν ἡμερότητα καὶ φιλανθρωπίαν "ἀνακεφαλαιώσα"σθαι τὰ πάντα ἐν τῷ Χριστῷ" ἵνα λοιπὸν ἀτονήσῃ θάνατος καὶ ὡς ἐν πρώτῳ τῷ Χριστῷ παραχωρῶν εὑρίσκηται τῷ νικᾶν τοῖς ἐπιγείοις σώμασιν. Οὕτω γὰρ οὕτω εἰς ἅπαν ἡμῶν τὸ γένος ἡ τῆς ἀφθαρσίας δύναμις κατευρύνεται, καὶ πιστώσεται γράφων ὁ θεσπέσιος Παῦλος "Ἐπειδὴ δι' ἀνθρώπου θάνατος καὶ δι' ἀνθρώπου "ἀνάστασις νεκρῶν." ἔδει γὰρ ἔδει τὸ πεπονθὸς θεραπεύεσθαι καὶ διὰ τῆς τῷ θανάτῳ τυραννουμένης σαρκὸς καταργεῖσθαι θάνατον. ὥσπερ γὰρ ἐν Ἀδὰμ προσκρούσασα διὰ τὴν παράβασιν πέπτωκεν ὑπὸ θάνατον οὕτως ἐπειδὴ γέγονεν εὐδόκιμος ἐν Χριστῷ διὰ τὴν ὑπακοὴν, τῶν τοῦ θανάτου βρόχων ἐξήρηται καὶ τῶν ἐκείνου δειμάτων ὡς ἐπ' αὐτοῖς ἀνασκιρτῶντας ἡμᾶς ἐκεῖνο βοᾶν "Ποῦ σοι θάνατε "τὸ νῖκος, ποῦ σου ᾅδη τὸ κέντρον;" ζωὴ γὰρ ὑπάρχων 395 οὐσιωδῶς ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος ἥνωσεν ἑαυτὸν τῇ γηΐνῃ καὶ ἀποθνησκούσῃ σαρκὶ, ἵνα καὶ αὐτῇ καθάπερ τι τῶν ἀτιθάσων θηρίων ἐπιδραμὼν ὁ θάνατος ἀτονήσῃ λοιπὸν ἡττώμενος. οὐ γὰρ ἦν δύνασθαι παραχωρεῖν τῷ θανάτῳ τὴν ζωήν. οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται ἀλλὰ σπέρματος Ἁβραὰμ ἐπιλαμβάνεται ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. εἰ μὴ γέγονεν ἄνθρωπος ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, ἥνωσε δὲ μᾶλλον ἑαυτῷ τὸ ἀνθρώπου πρόσωπον, καθὰ δοκεῖ τοῖς διορίζουσιν ὡς ἐν εὐδοκίᾳ μόνῃ καὶ τῇ κατὰ θέλησιν ῥοπῇ, πῶς ὡμοίωται κατὰ πάντα τοῖς ἀδελφοῖς, μᾶλλον δὲ πῶς ἂν ὅλως νοοῖτο καὶ ἀδελφὸς ὁ παντὸς ἐπέκεινα γενητοῦ καὶ ἀσυγκρίτοις ὑπεροχαῖς, ταῖς κατὰ φύσιν λέγω, τὴν κτίσιν ὑπερκείμενος; πῶς κεκοινώνηκεν αἵματος καὶ σαρκὸς εἰ μὴ γέγονεν ἴδια ταῦτα αὐτοῦ καθὰ καὶ ἡμῶν; εἷς οὖν ἄρα ἐστὶν Υἱὸς καὶ Κύριος ἑνώσει τῇ καθ' ὑπόστασιν συνενεχθέντος τοῦ Λόγου πρὸς τὸ ἀνθρώπινον σαρκός τε καὶ αἵματος κεκοινωνηκότος, ὁμοιωθέντος τε κατὰ πάντα τοῖς ἀδελφοῖς. Ἵνα ἐλεήμων γένηται καὶ