Fragmenta in sancti Pauli epistulam ad Hebraeos

 οὐχ ἑτέρου τινὸς ἡ σάρξ· Θεὸς γὰρ ὢν φύσει γέγονεν ἄνθρωπος μετὰ τοῦ μεῖναι Θεός· τότε γὰρ τὴν ἀπόῤῥητον τοῦ Θεοῦ καὶ Πατρὸς φανερὰν ἡμῖν ἐποίει βουλή

 θεσπέσιος Παῦλος προσεπήνεγκεν ἀναγκαίως τό ∆ι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε. πῶς οὖν ἂν γένοιτο καὶ τοῦτο ἀληθές; εἰ γὰρ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς

 τῶν παραπτωμάτων. γράφει δὲ ὡδὶ καὶ Ἰωάννης περὶ τοῦ Θεοῦ καὶ Πατρός Ἐὰν περιπατῶμεν ἐν τῷ φωτὶ κοινωνίαν ἔχομεν μετ' αὐτοῦ καὶ τὸ αἷμα Ἰησοῦ Χρισ

 λέγῃ τις γέγονεν ἢ πεποίηται· τὰ δὲ γενητὰ, δημιουργήματα ὄντα, ἀδύνατον λέγεσθαι γεννητὰ, εἰ μὴ ἄρα μετὰ ταῦτα μετασχόντα τοῦ γεννητοῦ Υἱοῦ, γεγεννῆσ

 ἴσον ἀκοῦσαι τῷ Ἐστὶν, ἢ διὰ τὸ γενέσθαι τὴν κρείττω διακονίαν τό Γενόμενος λαβεῖν καὶ νοεῖν ὡς εἴπομεν, ἀλλὰ νομίζουσιν ἐκ ταύτης τῆς λέξεως γενητὸν

 ἀπόδειξιν ἔχει· ἀεὶ δὲ ἦν ὁ 376 Πατήρ· ἦν οὖν ἄρα καὶ ὁ Υἱὸς, συνυφεστηκὼς ἀεὶ τῷ ἰδίῳ γεννήτορι. Ἠγάπησας δικαιοσύνην. Ὁ θεσπέσιος ∆αυεὶδ πρὸς τὸν ἐν

 ἐπειδὴ γὰρ ὁ πρῶτος ἄνθρωπος τὴν θείαν πεπάτηκεν ἐντολὴν, εἶτα νενόσηκεν ἡ ἀνθρώπου φύσις τὸ πολὺ λίαν εὐπαρακόμιστον πρὸς ἁμαρτίας· διὰ τοῦτο κατὰ φύ

 ἀδελφὸς τοῖς κατὰ φύσιν οἰκέταις, δέδωκεν ἡμῖν Πατέρα τὸν ἑαυτοῦ. ἀλλ' ὥσπερ ἡμεῖς εἰ καὶ υἱοὶ κεκλήμεθα τοῦ Πατρὸς, ἐσμὲν εἰ ἐσμὲν, ἄνθρωποι δηλονότι

 ἀνθρωπότητος τὰ αὐτῷ καὶ μόνῳ πρέποντα τῷ ἑνωθέντι Λόγῳ· ἐπεὶ δέ ἐστιν εἷς καὶ μόνος καὶ ἀληθινὸς Υἱὸς ὁ Ἐμμανουὴλ, νοεῖται δὲ πρὸς ἡμῶν Θεός τε καὶ ἄ

 καθ' ἡμᾶς καὶ τὸν τῆς κενώσεως ἀφηγεῖται τρόπον προσεπάγων εὐθὺς καὶ ὅσα κατώρθωται δι' αὐτῆς τῇ ἀνθρωπείᾳ φύσει ἀγαθά. ἐννόησον γὰρ ἠλαττώμενον βραχύ

 ὅτι Χριστὸς Ἰησοῦς οὐ καθ' ἑαυτὸν ἄνθρωπος κοινῶς τε καὶ ἰδικῶς νοεῖται καὶ λέγεται πρὸς ἡμῶν, ἐνανθρωπήσας δὲ μᾶλλον ὁ ἐκ Θεοῦ Λόγος. ἵνα δὲ τῶν ἐννο

 αὐτὸν τῆς πάλαι δοθείσης εὐκλείας τὴν μέθεξιν. καὶ ποία τις ἐστὶν ἡ τοῦ παντὸς λόγου κατασκευὴ, τί δὲ τὸ τῆς εὐτεχνίας συμπέρασμα διειπεῖν ἀναγκαῖον.

 τετηρηκὼς ἔφασκε περὶ ἡμῶν ποτὲ μὲν ὅτι Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ποτὲ δέ Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. Παραδέδοται

 πιστὸς ἀρχιερεύς. Μωυσῆς μὲν ὁ θεσπέσιος διὰ τύπου καὶ σκιᾶς ἐνῆκεν εἰς θεογνωσίαν τὸν Ἰσραὴλ καὶ τῆς ἐν νόμῳ δικαιοσύνης παρέδειξε τὴν ὁδὸν, ἀλλ' ἦν

 μακραίωνα βίον συνεκτείνεται καὶ ἀναπόβλητον ἔχει τὴν κτῆσιν. κεχρηματίκαμεν δὲ καὶ ἑτέρως ἐπουράνιοι, Χριστοῦ πρωτεύοντος καὶ ὁδοῦ καὶ θύρας ἡμῖν γεγ

 φύσιν ἁρμοδιώτατος καὶ τοῖς τῆς ἐνανθρωπήσεως λόγοις οὐκ ἀσύμβατος. οἱ μὲν γὰρ πάλαι κατὰ τὸν Μωσέως δοθέντα νόμον ἱερουργοῦντες Θεῷ ὡς ἐν τύπῳ καὶ σκ

 πρὸς τὸ ἐξήνιον καὶ πρός γε τὸ δεῖν ἀντιφέρεσθαι τῷ Χριστῷ. καὶ τῶν εἰς Μωσέα τε λόγων καὶ ἐγκωμίων ἅπτεται, πιστὸν μὲν ἀποκαλῶν, συνεισάγων δὲ τούτοι

 παρὰ Θεοῦ λόγων, Χριστὸν δὲ οὐχ οὕτως· οὐ γὰρ ὡς ἐν οἴκῳ πιστὸν οἰκέτην, ἀλλ' ὡς Υἱὸν καὶ δεσπότην ἐπὶ τὸν οἶκον τοῦ Πατρὸς, τουτέστιν ἡμᾶς τοὺς ἐν πί

 θυσιαστηρίου· ὁ δὲ μέσος μετὰ τὸ ἐπίσπαστρον, οὗ ἔνδον εἰσήρχοντο οἱ ἱερεῖς, τὰς λατρείας καθεκάστην ἐπιτελοῦντες· οὗτος δὲ ὁ τόπος ἐκαλεῖτο Ἅγια, ἃ τ

 ἐρασταὶ, περὶ ὧν γέγραπται Ἀγαπῶν ἀργύριον οὐ πλησθήσεται ἀργυρίου· εἰ δὲ οὐ κορέννυσιν ἐκείνους τὰ γήϊνα καὶ πρόσκαιρα καὶ εὐμάραντα, πῶς οὐκ ἀναγ

 παλινδρομεῖν δύνασθαι πρὸς ζωήν· καὶ γέγονε μὲν αὐτῷ πρὸς ἐντροπῆς τε καὶ ἀδοξίας τὸ παθεῖν· ἐπειδὴ δὲ ἀνέστησε τὸν ἑαυτοῦ ναὸν, καινοτομήσας τὸν θάνα

 ὑπεροχὴν τοῦ Υἱοῦ, πεφλυαρηκότας εἰκῆ κατερυθριάσειν οἶμαι τοὺς δι' ἐναντίας· εἰ δὲ δὴ μεθέντες τὸν Υἱὸν, ἀπαραποίητον ἔσεσθαι τοῖς ἁγίοις τὸ βασιλεύε

 ὁρίζοντος τῇ νόσῳ τὴν ἀποστροφήν· ἔφη γὰρ ὧδε περί τινων ̓Ηγάπησαν κινεῖν πόδας αὐτῶν καὶ οὐκ ἐφείσαντο, καὶ ὁ Θεὸς οὐκ εὐδόκησεν ἐν αὐτοῖς· τὸ γά

 Κυρίλλου ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ἑβραίους ἐπιστολῆς. Εἰ δὲ τετελείωκεν ἡμᾶς δι' ὕδατος καὶ Πνεύματος, πῶς οὐκ ἐνήργει θεϊκῶς τε ἅμα καὶ ἀνθρωπίνως ὁ

Κυρίλλου ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ἑβραίους ἐπιστολῆς. Εἰ δὲ τετελείωκεν ἡμᾶς δι' ὕδατος καὶ Πνεύματος, πῶς οὐκ ἐνήργει θεϊκῶς τε ἅμα καὶ ἀνθρωπίνως ὁ αὐτὸς ὑπάρχων, καὶ ὡς ἐν ἑνὶ Θεός τε ὁμοῦ καὶ ἄνθρωπος; Κυρίλλου ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ἑβραίους, δευτέρου τόμου. Συνέβησαν δὲ ἀλλήλαις ἀποῤῥήτως τε καὶ ὑπὲρ νοῦν θεότης καὶ ἀνθρωπότης· καὶ διάφοροι μὲν αἱ φύσεις ὁμολογουμένως, πλὴν εἷς τε καὶ μόνος ἐξ ἀμφοῖν Υἱός. Κυρίλλου ἐκ τοῦ ὑπομνήματος τῆς πρὸς Ἑβραίους ἐπιστολῆς. Εἰ γὰρ καὶ νοοῖντο διάφοροι καὶ ἀλλήλαις ἄνισοι τῶν εἰς ἑνότητα συνδεδραμηκότων αἱ φύσεις, σαρκὸς δὴ λέγω καὶ Θεοῦ, ἀλλ' οὖν εἷς τε καὶ μόνος ἐξ ἀμφοῖν Υἱὸς, ἀληθῶς 423 ἔχοντος καὶ ἡμῖν ἀραρότως τοῦ καὶ ἐμψυχῶσθαι ψυχῇ λογικῇ τὸν ἑνωθέντα τῷ Λόγῳ ναόν. Κυρίλλου ἐκ τῆς ἑρμηνείας τῆς πρὸς ἑβραίους ἐπιστολῆς. Οὐ γὰρ ἦν ἀνθρώπου ψιλοῦ καὶ τῶν καθ' ἡμᾶς ἑνὸς, τῆς κατὰ φύσιν ζωῆς ἀποπεραίνειν δύνασθαι τὴν ἐνέργειαν, διὰ τοῦτο "χάριτι Θεοῦ" καὶ αὐτὸ τὸ σῶμα τοῦ δι' ἡμᾶς ἐνανθρωπήσαντος Λόγου, καίτοι κατὰ φύσιν ὄντος ζωῆς, ὑπὲρ τῆς ἁπάντων σωτηρίας ἐγεύσατο θανάτου, καθά φησιν αὐτὸς ὁ ἱερώτατος Παῦλος, ἵνα μὴ τοῦ γηΐνου σώματος ἔργον εἶναι νομισθείη τὸ καταργῆσαι θάνατον, αὐτοῦ δὲ δὴ μᾶλλον τοῦ ἑνωθέντος αὐτῷ καὶ παρ' αὐτὸ ἑτέρου κατὰ φύσιν ὑπάρχοντος Λόγου.