Fragmenta in sancti Pauli epistulam ad Hebraeos

 οὐχ ἑτέρου τινὸς ἡ σάρξ· Θεὸς γὰρ ὢν φύσει γέγονεν ἄνθρωπος μετὰ τοῦ μεῖναι Θεός· τότε γὰρ τὴν ἀπόῤῥητον τοῦ Θεοῦ καὶ Πατρὸς φανερὰν ἡμῖν ἐποίει βουλή

 θεσπέσιος Παῦλος προσεπήνεγκεν ἀναγκαίως τό ∆ι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε. πῶς οὖν ἂν γένοιτο καὶ τοῦτο ἀληθές; εἰ γὰρ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς

 τῶν παραπτωμάτων. γράφει δὲ ὡδὶ καὶ Ἰωάννης περὶ τοῦ Θεοῦ καὶ Πατρός Ἐὰν περιπατῶμεν ἐν τῷ φωτὶ κοινωνίαν ἔχομεν μετ' αὐτοῦ καὶ τὸ αἷμα Ἰησοῦ Χρισ

 λέγῃ τις γέγονεν ἢ πεποίηται· τὰ δὲ γενητὰ, δημιουργήματα ὄντα, ἀδύνατον λέγεσθαι γεννητὰ, εἰ μὴ ἄρα μετὰ ταῦτα μετασχόντα τοῦ γεννητοῦ Υἱοῦ, γεγεννῆσ

 ἴσον ἀκοῦσαι τῷ Ἐστὶν, ἢ διὰ τὸ γενέσθαι τὴν κρείττω διακονίαν τό Γενόμενος λαβεῖν καὶ νοεῖν ὡς εἴπομεν, ἀλλὰ νομίζουσιν ἐκ ταύτης τῆς λέξεως γενητὸν

 ἀπόδειξιν ἔχει· ἀεὶ δὲ ἦν ὁ 376 Πατήρ· ἦν οὖν ἄρα καὶ ὁ Υἱὸς, συνυφεστηκὼς ἀεὶ τῷ ἰδίῳ γεννήτορι. Ἠγάπησας δικαιοσύνην. Ὁ θεσπέσιος ∆αυεὶδ πρὸς τὸν ἐν

 ἐπειδὴ γὰρ ὁ πρῶτος ἄνθρωπος τὴν θείαν πεπάτηκεν ἐντολὴν, εἶτα νενόσηκεν ἡ ἀνθρώπου φύσις τὸ πολὺ λίαν εὐπαρακόμιστον πρὸς ἁμαρτίας· διὰ τοῦτο κατὰ φύ

 ἀδελφὸς τοῖς κατὰ φύσιν οἰκέταις, δέδωκεν ἡμῖν Πατέρα τὸν ἑαυτοῦ. ἀλλ' ὥσπερ ἡμεῖς εἰ καὶ υἱοὶ κεκλήμεθα τοῦ Πατρὸς, ἐσμὲν εἰ ἐσμὲν, ἄνθρωποι δηλονότι

 ἀνθρωπότητος τὰ αὐτῷ καὶ μόνῳ πρέποντα τῷ ἑνωθέντι Λόγῳ· ἐπεὶ δέ ἐστιν εἷς καὶ μόνος καὶ ἀληθινὸς Υἱὸς ὁ Ἐμμανουὴλ, νοεῖται δὲ πρὸς ἡμῶν Θεός τε καὶ ἄ

 καθ' ἡμᾶς καὶ τὸν τῆς κενώσεως ἀφηγεῖται τρόπον προσεπάγων εὐθὺς καὶ ὅσα κατώρθωται δι' αὐτῆς τῇ ἀνθρωπείᾳ φύσει ἀγαθά. ἐννόησον γὰρ ἠλαττώμενον βραχύ

 ὅτι Χριστὸς Ἰησοῦς οὐ καθ' ἑαυτὸν ἄνθρωπος κοινῶς τε καὶ ἰδικῶς νοεῖται καὶ λέγεται πρὸς ἡμῶν, ἐνανθρωπήσας δὲ μᾶλλον ὁ ἐκ Θεοῦ Λόγος. ἵνα δὲ τῶν ἐννο

 αὐτὸν τῆς πάλαι δοθείσης εὐκλείας τὴν μέθεξιν. καὶ ποία τις ἐστὶν ἡ τοῦ παντὸς λόγου κατασκευὴ, τί δὲ τὸ τῆς εὐτεχνίας συμπέρασμα διειπεῖν ἀναγκαῖον.

 τετηρηκὼς ἔφασκε περὶ ἡμῶν ποτὲ μὲν ὅτι Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ποτὲ δέ Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. Παραδέδοται

 πιστὸς ἀρχιερεύς. Μωυσῆς μὲν ὁ θεσπέσιος διὰ τύπου καὶ σκιᾶς ἐνῆκεν εἰς θεογνωσίαν τὸν Ἰσραὴλ καὶ τῆς ἐν νόμῳ δικαιοσύνης παρέδειξε τὴν ὁδὸν, ἀλλ' ἦν

 μακραίωνα βίον συνεκτείνεται καὶ ἀναπόβλητον ἔχει τὴν κτῆσιν. κεχρηματίκαμεν δὲ καὶ ἑτέρως ἐπουράνιοι, Χριστοῦ πρωτεύοντος καὶ ὁδοῦ καὶ θύρας ἡμῖν γεγ

 φύσιν ἁρμοδιώτατος καὶ τοῖς τῆς ἐνανθρωπήσεως λόγοις οὐκ ἀσύμβατος. οἱ μὲν γὰρ πάλαι κατὰ τὸν Μωσέως δοθέντα νόμον ἱερουργοῦντες Θεῷ ὡς ἐν τύπῳ καὶ σκ

 πρὸς τὸ ἐξήνιον καὶ πρός γε τὸ δεῖν ἀντιφέρεσθαι τῷ Χριστῷ. καὶ τῶν εἰς Μωσέα τε λόγων καὶ ἐγκωμίων ἅπτεται, πιστὸν μὲν ἀποκαλῶν, συνεισάγων δὲ τούτοι

 παρὰ Θεοῦ λόγων, Χριστὸν δὲ οὐχ οὕτως· οὐ γὰρ ὡς ἐν οἴκῳ πιστὸν οἰκέτην, ἀλλ' ὡς Υἱὸν καὶ δεσπότην ἐπὶ τὸν οἶκον τοῦ Πατρὸς, τουτέστιν ἡμᾶς τοὺς ἐν πί

 θυσιαστηρίου· ὁ δὲ μέσος μετὰ τὸ ἐπίσπαστρον, οὗ ἔνδον εἰσήρχοντο οἱ ἱερεῖς, τὰς λατρείας καθεκάστην ἐπιτελοῦντες· οὗτος δὲ ὁ τόπος ἐκαλεῖτο Ἅγια, ἃ τ

 ἐρασταὶ, περὶ ὧν γέγραπται Ἀγαπῶν ἀργύριον οὐ πλησθήσεται ἀργυρίου· εἰ δὲ οὐ κορέννυσιν ἐκείνους τὰ γήϊνα καὶ πρόσκαιρα καὶ εὐμάραντα, πῶς οὐκ ἀναγ

 παλινδρομεῖν δύνασθαι πρὸς ζωήν· καὶ γέγονε μὲν αὐτῷ πρὸς ἐντροπῆς τε καὶ ἀδοξίας τὸ παθεῖν· ἐπειδὴ δὲ ἀνέστησε τὸν ἑαυτοῦ ναὸν, καινοτομήσας τὸν θάνα

 ὑπεροχὴν τοῦ Υἱοῦ, πεφλυαρηκότας εἰκῆ κατερυθριάσειν οἶμαι τοὺς δι' ἐναντίας· εἰ δὲ δὴ μεθέντες τὸν Υἱὸν, ἀπαραποίητον ἔσεσθαι τοῖς ἁγίοις τὸ βασιλεύε

 ὁρίζοντος τῇ νόσῳ τὴν ἀποστροφήν· ἔφη γὰρ ὧδε περί τινων ̓Ηγάπησαν κινεῖν πόδας αὐτῶν καὶ οὐκ ἐφείσαντο, καὶ ὁ Θεὸς οὐκ εὐδόκησεν ἐν αὐτοῖς· τὸ γά

 Κυρίλλου ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ἑβραίους ἐπιστολῆς. Εἰ δὲ τετελείωκεν ἡμᾶς δι' ὕδατος καὶ Πνεύματος, πῶς οὐκ ἐνήργει θεϊκῶς τε ἅμα καὶ ἀνθρωπίνως ὁ

τῶν παραπτωμάτων." γράφει δὲ ὡδὶ καὶ Ἰωάννης περὶ τοῦ Θεοῦ καὶ Πατρός "Ἐὰν περιπατῶμεν ἐν τῷ "φωτὶ κοινωνίαν ἔχομεν μετ' αὐτοῦ καὶ τὸ αἷμα Ἰησοῦ "Χριστοῦ τοῦ Υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρ"τίας." αἵματι δὴ οὖν κεκαθαρίσμεθα τῷ ἁγίῳ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ὃς κεκάθικεν ἐν δεξίᾳ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, πότε δέ; ὅτε καθαρισμὸν ἐποιήσατο διὰ τοῦ αἵματος αὐτοῦ, τότε καθίσαι λέγεται, γεγενῆσθαι δὲ καὶ κρείττων ἀγγέλων, κληρονομῆσαι δὲ παρ' αὐτοὺς τὸ διαφορώτερον ὄνομα· κέκληται γὰρ Υἱός. γέγονε μὲν γὰρ σὰρξ ὁ Λόγος καίτοι Λόγος ὢν καὶ ἀπαύγασμα τῆς δόξης τοῦ Πατρὸς καὶ τῆς ὑποστάσεως αὐτοῦ χαρακτὴρ, οὐκ ἰδίᾳ φύσει ποιούμενος τῆς μετὰ σαρκὸς οἰκονομίας ἵν' οὕτως εἴπω τοὺς πόνους· ὑπέμεινε γὰρ "σταυρὸν αἰσχύνης καταφρονήσας," ἀτιμίας τε καὶ ὕβρεις καὶ ἐμπτύσματα· ἀλλ' ἵν' ἡμᾶς ἀπαλλάξῃ παντὸς μολυσμοῦ αἵματι τῷ ἰδίῳ καθαροὺς ἀποφήνας, συνάψῃ δὲ δι' ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί· "δι' αὐτοῦ γὰρ "τὴν προσαγωγὴν" ἐσχήκαμεν, καὶ αὐτός ἐστιν ἡ θύρα καὶ ἡ ὅδος. πλὴν εἰ καὶ γέγονε "σὰρξ ὁ Λόγος καὶ ἐσκήνωσεν "ἐν ἡμῖν," ἴδιον σῶμα ποιησάμενος τὸ ἐκ τῆς ἁγίας παρθένου ληφθὲν, ἀλλ' οὖν ἐν δόξῃ καὶ φύσει θεότητος ἦν καὶ τῶν ὑπερτάτων τοῦ Θεοῦ καὶ Πατρὸς οὐκ ἀπέστη θρόνων. ἦν μὲν γὰρ ἄνθρωπος ἐπὶ γῆς, ἐπλήρου δὲ πάλιν τὸν οὐρανὸν καὶ ἦν αὐτοῦ τὰ πάντα μεστά. καὶ ἠλάττωτο μὲν βραχὺ παρ' ἀγγέλους διά γε τὸ τῆς ἀνθρωπότητος μέτρον· ὑποκάθηται γὰρ τῶν ἀγγέλων τὸ εὐκλεὲς ἡ ἀνθρώπου φύσις· ἦν δὲ καὶ οὕτως ἔχων "ὑπεράνω πάσης ἀρχῆς ἐξουσίας τε "καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον "ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι." καὶ τοῦτο εἰδὼς ὁ θεσπέσιος γράφει Παῦλος "Γινώσκετε γὰρ τὴν 370 "χάριν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὅτι πλούσιος ὢν "ἐπτώχευσε δι' ἡμᾶς, ἵν' ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ" πλουτήσωμεν. Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων. Τὸ μὲν γάρ Ἄγγελος, ὄνομα λειτουργίας ἐστὶ σημαντικὸν, οἰκετικόν τε ἡμῖν ὑπεμφαίνει μέτρον· τὸ δέ γε Υἱὸς, τὴν ἐκ Πατρὸς ὕπαρξιν οὐσιώδη καὶ φυσικὴν δηλοῖ· διὰ τοῦτο γοῦν οὐδὲ συγκριτικῶς εἴρηκε μείζων ἢ τιμιώτερος, ἵνα μὴ ὡς περὶ ὁμογενῶν τούτου κἀκείνων τις λογίσηται· ἀλλά Κρείττων εἴρηκεν, ἵνα τὸ διαλλάττον τῆς φύσεως τοῦ Υἱοῦ πρὸς τὰ γενητὰ γνωρίσῃ· καὶ τούτων ἔχομεν τὴν ἀπόδειξιν ἐκ τῶν θείων γραφῶν, τοῦ μὲν ∆αβὶδ ψάλλοντος "Ὅτι "κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας," τοῦ δὲ Σολομῶντος ἀναφωνοῦντος "Κρείσσων σοφία λίθων "πολυτελῶν·" πῶς γὰρ οὐχ ἑτεροούσια καὶ ἄλλα τὴν φύσιν, ἡ σοφία καὶ οἱ ἀπὸ γῆς λίθοι; ποία δὲ συγγένεια ταῖς ἐν οὐρανοῖς αὐλαῖς καὶ τοῖς ἐπὶ γῆς οἴκοις; οὕτως ἄρα οὐδεμία συγγένεια τοῦ Υἱοῦ πρὸς τοὺς ἀγγέλους ἐστί· μηδεμιᾶς δὲ οὔσης τῆς συγγενείας, οὐκ ἄρα συγκριτικῶς ἐλέχθη τό Κρείττων, ἀλλὰ διακριτικῶς διὰ τὸ διαλλάττον τῆς τούτου φύσεως ἀπ' ἐκείνων· καὶ αὐτὸς οὖν ὁ ἀπόστολος τό Κρείττων ἑρμηνεύων, οὐκ ἐν ἄλλῳ τινὶ, ἢ ἐν τῇ διαφορᾷ τοῦ Υἱοῦ πρὸς τὰ γενητὰ τίθησι λέγων ὅτι ὁ μὲν, Υἱὸς, τὰ δὲ, δοῦλα· καὶ ὁ μὲν ὡς Υἱὸς μετὰ τοῦ Πατρὸς ἐν δεξιᾷ κάθηται, τὰ δὲ ὡς δοῦλα παρέστηκε καὶ ἀποστέλλεται καὶ λειτουργεῖ. Τούτων δὲ οὕτως γεγραμμένων, οὐ γενητὸς ἐκ τούτων ὁ Υἱὸς σημαίνεται, ὦ Ἀρειανοὶ, ἀλλὰ μᾶλλον ἄλλος μὲν τῶν γενητῶν, ἴδιος δὲ τοῦ Πατρὸς, ἐν τοῖς κόλποις ὢν αὐτοῦ· καὶ γὰρ καὶ τὸ γεγραμμένον ἐνταῦθα Γενόμενος οὐ γενητὸν σημαίνει τὸν Υἱὸν, ὥσπερ ὑμεῖς νομίζετε· εἰ μὲν γὰρ ἁπλῶς 371 εἰρήκει γενόμενος καὶ ἐσιώπησεν, ἦν πρόφασις τοῖς Ἀρειανοῖς· ἐπεὶ δὲ Υἱὸν προείρηκε, δι' ὅλης τῆς περικοπῆς ἀποδείξας αὐτὸν ἄλλον εἶναι τῶν γενητῶν, οὐδὲ τὸ γενόμενος ἀπολελυμένως ἔθηκεν, ἀλλὰ τὸ κρείττων συνῆψε τῷ γενόμενος· ἀδιάφορον γὰρ ἡγήσατο τὴν λέξιν· εἰδὼς ὡς ἐπὶ ὁμολογουμένως γνησίου Υἱοῦ ὁ λέγων τὸ γενόμενος, ἴσον τῷ γεγενῆσθαι ὅτι ἐστὶ κρείττων λέγει· τὸ μὲν γὰρ γεν[ν]ητὸν οὐ διαφέρει, κἂν