Fragmenta in sancti Pauli epistulam ad Hebraeos

 οὐχ ἑτέρου τινὸς ἡ σάρξ· Θεὸς γὰρ ὢν φύσει γέγονεν ἄνθρωπος μετὰ τοῦ μεῖναι Θεός· τότε γὰρ τὴν ἀπόῤῥητον τοῦ Θεοῦ καὶ Πατρὸς φανερὰν ἡμῖν ἐποίει βουλή

 θεσπέσιος Παῦλος προσεπήνεγκεν ἀναγκαίως τό ∆ι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε. πῶς οὖν ἂν γένοιτο καὶ τοῦτο ἀληθές; εἰ γὰρ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς

 τῶν παραπτωμάτων. γράφει δὲ ὡδὶ καὶ Ἰωάννης περὶ τοῦ Θεοῦ καὶ Πατρός Ἐὰν περιπατῶμεν ἐν τῷ φωτὶ κοινωνίαν ἔχομεν μετ' αὐτοῦ καὶ τὸ αἷμα Ἰησοῦ Χρισ

 λέγῃ τις γέγονεν ἢ πεποίηται· τὰ δὲ γενητὰ, δημιουργήματα ὄντα, ἀδύνατον λέγεσθαι γεννητὰ, εἰ μὴ ἄρα μετὰ ταῦτα μετασχόντα τοῦ γεννητοῦ Υἱοῦ, γεγεννῆσ

 ἴσον ἀκοῦσαι τῷ Ἐστὶν, ἢ διὰ τὸ γενέσθαι τὴν κρείττω διακονίαν τό Γενόμενος λαβεῖν καὶ νοεῖν ὡς εἴπομεν, ἀλλὰ νομίζουσιν ἐκ ταύτης τῆς λέξεως γενητὸν

 ἀπόδειξιν ἔχει· ἀεὶ δὲ ἦν ὁ 376 Πατήρ· ἦν οὖν ἄρα καὶ ὁ Υἱὸς, συνυφεστηκὼς ἀεὶ τῷ ἰδίῳ γεννήτορι. Ἠγάπησας δικαιοσύνην. Ὁ θεσπέσιος ∆αυεὶδ πρὸς τὸν ἐν

 ἐπειδὴ γὰρ ὁ πρῶτος ἄνθρωπος τὴν θείαν πεπάτηκεν ἐντολὴν, εἶτα νενόσηκεν ἡ ἀνθρώπου φύσις τὸ πολὺ λίαν εὐπαρακόμιστον πρὸς ἁμαρτίας· διὰ τοῦτο κατὰ φύ

 ἀδελφὸς τοῖς κατὰ φύσιν οἰκέταις, δέδωκεν ἡμῖν Πατέρα τὸν ἑαυτοῦ. ἀλλ' ὥσπερ ἡμεῖς εἰ καὶ υἱοὶ κεκλήμεθα τοῦ Πατρὸς, ἐσμὲν εἰ ἐσμὲν, ἄνθρωποι δηλονότι

 ἀνθρωπότητος τὰ αὐτῷ καὶ μόνῳ πρέποντα τῷ ἑνωθέντι Λόγῳ· ἐπεὶ δέ ἐστιν εἷς καὶ μόνος καὶ ἀληθινὸς Υἱὸς ὁ Ἐμμανουὴλ, νοεῖται δὲ πρὸς ἡμῶν Θεός τε καὶ ἄ

 καθ' ἡμᾶς καὶ τὸν τῆς κενώσεως ἀφηγεῖται τρόπον προσεπάγων εὐθὺς καὶ ὅσα κατώρθωται δι' αὐτῆς τῇ ἀνθρωπείᾳ φύσει ἀγαθά. ἐννόησον γὰρ ἠλαττώμενον βραχύ

 ὅτι Χριστὸς Ἰησοῦς οὐ καθ' ἑαυτὸν ἄνθρωπος κοινῶς τε καὶ ἰδικῶς νοεῖται καὶ λέγεται πρὸς ἡμῶν, ἐνανθρωπήσας δὲ μᾶλλον ὁ ἐκ Θεοῦ Λόγος. ἵνα δὲ τῶν ἐννο

 αὐτὸν τῆς πάλαι δοθείσης εὐκλείας τὴν μέθεξιν. καὶ ποία τις ἐστὶν ἡ τοῦ παντὸς λόγου κατασκευὴ, τί δὲ τὸ τῆς εὐτεχνίας συμπέρασμα διειπεῖν ἀναγκαῖον.

 τετηρηκὼς ἔφασκε περὶ ἡμῶν ποτὲ μὲν ὅτι Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ποτὲ δέ Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. Παραδέδοται

 πιστὸς ἀρχιερεύς. Μωυσῆς μὲν ὁ θεσπέσιος διὰ τύπου καὶ σκιᾶς ἐνῆκεν εἰς θεογνωσίαν τὸν Ἰσραὴλ καὶ τῆς ἐν νόμῳ δικαιοσύνης παρέδειξε τὴν ὁδὸν, ἀλλ' ἦν

 μακραίωνα βίον συνεκτείνεται καὶ ἀναπόβλητον ἔχει τὴν κτῆσιν. κεχρηματίκαμεν δὲ καὶ ἑτέρως ἐπουράνιοι, Χριστοῦ πρωτεύοντος καὶ ὁδοῦ καὶ θύρας ἡμῖν γεγ

 φύσιν ἁρμοδιώτατος καὶ τοῖς τῆς ἐνανθρωπήσεως λόγοις οὐκ ἀσύμβατος. οἱ μὲν γὰρ πάλαι κατὰ τὸν Μωσέως δοθέντα νόμον ἱερουργοῦντες Θεῷ ὡς ἐν τύπῳ καὶ σκ

 πρὸς τὸ ἐξήνιον καὶ πρός γε τὸ δεῖν ἀντιφέρεσθαι τῷ Χριστῷ. καὶ τῶν εἰς Μωσέα τε λόγων καὶ ἐγκωμίων ἅπτεται, πιστὸν μὲν ἀποκαλῶν, συνεισάγων δὲ τούτοι

 παρὰ Θεοῦ λόγων, Χριστὸν δὲ οὐχ οὕτως· οὐ γὰρ ὡς ἐν οἴκῳ πιστὸν οἰκέτην, ἀλλ' ὡς Υἱὸν καὶ δεσπότην ἐπὶ τὸν οἶκον τοῦ Πατρὸς, τουτέστιν ἡμᾶς τοὺς ἐν πί

 θυσιαστηρίου· ὁ δὲ μέσος μετὰ τὸ ἐπίσπαστρον, οὗ ἔνδον εἰσήρχοντο οἱ ἱερεῖς, τὰς λατρείας καθεκάστην ἐπιτελοῦντες· οὗτος δὲ ὁ τόπος ἐκαλεῖτο Ἅγια, ἃ τ

 ἐρασταὶ, περὶ ὧν γέγραπται Ἀγαπῶν ἀργύριον οὐ πλησθήσεται ἀργυρίου· εἰ δὲ οὐ κορέννυσιν ἐκείνους τὰ γήϊνα καὶ πρόσκαιρα καὶ εὐμάραντα, πῶς οὐκ ἀναγ

 παλινδρομεῖν δύνασθαι πρὸς ζωήν· καὶ γέγονε μὲν αὐτῷ πρὸς ἐντροπῆς τε καὶ ἀδοξίας τὸ παθεῖν· ἐπειδὴ δὲ ἀνέστησε τὸν ἑαυτοῦ ναὸν, καινοτομήσας τὸν θάνα

 ὑπεροχὴν τοῦ Υἱοῦ, πεφλυαρηκότας εἰκῆ κατερυθριάσειν οἶμαι τοὺς δι' ἐναντίας· εἰ δὲ δὴ μεθέντες τὸν Υἱὸν, ἀπαραποίητον ἔσεσθαι τοῖς ἁγίοις τὸ βασιλεύε

 ὁρίζοντος τῇ νόσῳ τὴν ἀποστροφήν· ἔφη γὰρ ὧδε περί τινων ̓Ηγάπησαν κινεῖν πόδας αὐτῶν καὶ οὐκ ἐφείσαντο, καὶ ὁ Θεὸς οὐκ εὐδόκησεν ἐν αὐτοῖς· τὸ γά

 Κυρίλλου ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ἑβραίους ἐπιστολῆς. Εἰ δὲ τετελείωκεν ἡμᾶς δι' ὕδατος καὶ Πνεύματος, πῶς οὐκ ἐνήργει θεϊκῶς τε ἅμα καὶ ἀνθρωπίνως ὁ

ἐπειδὴ γὰρ ὁ πρῶτος ἄνθρωπος τὴν θείαν πεπάτηκεν ἐντολὴν, εἶτα νενόσηκεν ἡ ἀνθρώπου φύσις τὸ πολὺ λίαν εὐπαρακόμιστον πρὸς ἁμαρτίας· διὰ τοῦτο κατὰ φύσιν ἄτρεπτος ὢν ὁ ἐκ Θεοῦ Λόγος, ἅγιός τε καὶ δίκαιος καὶ μισῶν τὴν ἀδικίαν γέγονε καθ' ἡμᾶς καὶ κεχρημάτικε δοῦλος, καὶ Θεὸν ἐπεγράψατο τὸν Πατέρα διὰ τὸ ἀνθρώπινον καίτοι Θεὸς ὑπάρχων, καὶ ἐξ αὐτοῦ κεχρίσθαι λέγεται διὰ τοῦ Ἁγίου Πνεύματος, οὐχ ἑαυτῷ δεχόμενος τοῦτο· καὶ γάρ ἐστι κατὰ φύσιν ἅγιος ὡς Θεός· ἀλλ' οἷον δι' ἑαυτοῦ προσάγων ἡμᾶς τῇ χάριτι καὶ ἀξίους ἀποφαίνων τῆς παρὰ Πατρὸς εὐλογίας, καίτοι πάλαι προσκεκρουκότας διά τε τὴν ἐν Ἀδὰμ παράβασιν καὶ τὴν μετὰ τοῦτο καθ' ἡμῶν τυραννήσασαν ἁμαρτίαν· "Οὐ γὰρ πρέσβυς, οὐκ ἄγγελος ἀλλ' "αὐτὸς" ὁ Κύριος ἔσωσεν ἡμᾶς. εἰ δὲ δή τις οἴεται τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον εἰς ἰδίαν φύσιν δέχεσθαι τὸν ἁγιασμὸν, εἰς πλατὺ καὶ μέγα δυσφημιῶν ἀποδημήσει πέλαγος. εἰ γὰρ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς πεπράχθαι φαμὲν τὴν ἐνθάδε λεγομένην χρίσιν ἤτοι ἁγιασμὸν, πῶς οὐκ ἀναγκαίως καὶ οὐχ ἑκόντας ὁμολογεῖν ὡς οὐκ ἂν εἴη κατὰ φύσιν ἅγιος, μᾶλλον δὲ οὐδὲ ἅγιος κατά γε τοὺς ἐν ἀρχῇ καὶ πρὸ τῆς χρίσεως χρόνους ἤγουν ἀπεράντους αἰῶνας καὶ πρὶν γενέσθαι 379 καθ' ἡμᾶς ἀμοιρήσας ἁγιασμοῦ; καὶ εἰ τοῦτό ἐστιν ἀληθὲς, οὐκ ἦν ἁμαρτίας ἐλεύθερος. Πῶς δὴ οὖν φησιν ὁ σοφώτατος Παῦλος τὸν Υἱὸν ἀπαύγασμά τε εἶναι τῆς δόξης τοῦ Πατρὸς, χαρακτῆρα δὲ ὁμοίως τῆς ὑποστάσεως αὐτοῦ; διαμορφοῖ γὰρ πάντως ὁ χαρακτὴρ ἐφ' ἑαυτῷ τὸ ἀρχέτυπον· οὐκοῦν οὐδὲ αὐτὸς ἅγιος ὁ Πατὴρ κατὰ φύσιν. εἶτα τίς ὁ ἁγιάζων αὐτόν; ἐῤῥῶσθαι δὴ οὖν τοῖς ἐκείνων εἰπόντες ἐμέτοις, ἅγιον κατὰ φύσιν ὑπάρχειν ὁμολογήσομεν τὸν Υἱὸν καθάπερ ἀμέλει καὶ αὐτὸν τὸν Πατέρα, ἡγιᾶσθαι δὲ τότε κατὰ σάρκα φαμὲν, ὅτε κεκενῶσθαι λέγεται κεχρηματικὼς ἄνθρωπος, ᾧ κατὰ μέθεξιν τὴν παρὰ Θεοῦ καὶ οὐ κατὰ φύσιν ἰδίαν ἔνεστιν ὁ ἁγιασμός. καὶ θαυμαστὸν οὐδὲν εἰ τὰ τῆς ἀνθρωπότητος ἴδια Θεὸς ὢν ὁ Λόγος οἰκειοῦται φιλαγάθως τε ἅμα καὶ οἰκονομικῶς. ὁ γὰρ ὅλως τὴν κένωσιν ἐθελήσας παθεῖν, πῶς ἂν εἰκότως παραιτοῖτο τὰ αὐτῆς; οὐκοῦν εἰ μὲν νοοῖτο καθ' ἑαυτὸν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, ἀπροσδεής ἐστι παντὸς ἀγαθοῦ, καὶ ἴδιον αὐτοῦ φαμεν τὸ Ἅγιον Πνεῦμα. ἐπειδὴ δὲ ὡς ἔφην γέγονε σὰρξ αὐτὸς τῷ ἰδίῳ Πνεύματι τὸν αὐτοῦ καταχρίει ναόν· ἐνεργεῖ γὰρ ὁ Πατὴρ ἅπερ ἂν ἐργάζοιτο δι' οὐδενὸς ἑτέρου πλὴν διὰ μόνου τοῦ Υἱοῦ ἐν Ἰσραήλ. οὐκοῦν λέγεται μὲν λαβεῖν τὸ Πνεῦμα οἰκονομικῶς ὡς ἄνθρωπος· "Ἰησοῦν "γὰρ τὸν ἀπὸ Ναζαρὲτ, φησὶν, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς "Πνεύματι Ἁγίῳ καὶ δυνάμει·" δίδωσι δὲ ὡς Θεὸς αὐτὸ τοῖς τοῦτο λαβεῖν ἀξίοις. καὶ γοῦν τοῖς ἁγίοις ἀποστόλοις ἐνεφύσησε λέγων "Λάβετε Πνεῦμα Ἅγιον," προσεφώνει δὲ καὶ τοῖς Ἰουδαίων δήμοις ὁ θεσπέσιος Πέτρος περὶ αὐτοῦ "Τῇ δεξίᾳ οὖν τοῦ Θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ Πνεύματος λαβὼν παρὰ τοῦ Πατρὸς ἐξέχεε τοῦτο ὃ ὑμεῖς "βλέπετε καὶ ἀκούετε." ἀκούεις ἐν τούτοις καὶ μάλα σαφῶς ὑψῶσθαί τε αὐτὸν τῇ δεξιᾷ τοῦ Θεοῦ, λαβεῖν τε ἅμα καὶ 380 δοῦναι τὸ Πνεῦμα, ὑψοῦται δὲ δηλονότι ὅτε τεταπείνωκεν ἑαυτόν· ὥσπερ γὰρ καθῆκεν ἑαυτὸν εἰς τοῦτο ἑκὼν, οὕτω πάλιν ἑαυτὸν ὑψοῖ καὶ μετὰ σαρκὸς αὐτὸς ὢν ἡ χεὶρ τοῦ Πατρὸς, δι' ἧς τὰ πάντα θεοπρεπῶς ἐργάζεται. ὑψοῦται τοίνυν δι' ἑαυτοῦ κατὰ θέλησιν τοῦ Πατρὸς, ὅτε διαῤῥήξας τὰ τοῦ θανάτου δεσμὰ καὶ τοῖς κάτω πνεύμασιν εἰρηκώς " ̓Εξέλθετε," κεκάθικεν ἐν δεξιᾷ τοῦ Πατρός. Κέχρισται τοίνυν τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως ὁ κατὰ φύσιν Υἱὸς, ὅτε καὶ Θεὸς αὐτοῦ κεχρημάτικεν ὁ Πατὴρ καθ' ἡμᾶς γεγονότος. ἄτοπον δὲ τοῦτο λέγειν οὐδαμῶς· ἔφη γάρ που τοῖς ἁγίοις ἀποστόλοις "Πορεύομαι πρὸς τὸν Πατέρα "μου καὶ Πατέρα ὑμῶν καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν." ἰδοὺ δὴ σαφῶς Θεὸν ἑαυτοῦ διὰ τὸ ἀνθρώπινον τὸν ἴδιον ἔφη Πατέρα. ἐπειδὴ δὲ κεκλήμεθα δι' αὐτοῦ πρὸς υἱοθεσίαν, κεχρημάτικεν