Fragmenta in sancti Pauli epistulam ad Hebraeos

 οὐχ ἑτέρου τινὸς ἡ σάρξ· Θεὸς γὰρ ὢν φύσει γέγονεν ἄνθρωπος μετὰ τοῦ μεῖναι Θεός· τότε γὰρ τὴν ἀπόῤῥητον τοῦ Θεοῦ καὶ Πατρὸς φανερὰν ἡμῖν ἐποίει βουλή

 θεσπέσιος Παῦλος προσεπήνεγκεν ἀναγκαίως τό ∆ι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε. πῶς οὖν ἂν γένοιτο καὶ τοῦτο ἀληθές; εἰ γὰρ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς

 τῶν παραπτωμάτων. γράφει δὲ ὡδὶ καὶ Ἰωάννης περὶ τοῦ Θεοῦ καὶ Πατρός Ἐὰν περιπατῶμεν ἐν τῷ φωτὶ κοινωνίαν ἔχομεν μετ' αὐτοῦ καὶ τὸ αἷμα Ἰησοῦ Χρισ

 λέγῃ τις γέγονεν ἢ πεποίηται· τὰ δὲ γενητὰ, δημιουργήματα ὄντα, ἀδύνατον λέγεσθαι γεννητὰ, εἰ μὴ ἄρα μετὰ ταῦτα μετασχόντα τοῦ γεννητοῦ Υἱοῦ, γεγεννῆσ

 ἴσον ἀκοῦσαι τῷ Ἐστὶν, ἢ διὰ τὸ γενέσθαι τὴν κρείττω διακονίαν τό Γενόμενος λαβεῖν καὶ νοεῖν ὡς εἴπομεν, ἀλλὰ νομίζουσιν ἐκ ταύτης τῆς λέξεως γενητὸν

 ἀπόδειξιν ἔχει· ἀεὶ δὲ ἦν ὁ 376 Πατήρ· ἦν οὖν ἄρα καὶ ὁ Υἱὸς, συνυφεστηκὼς ἀεὶ τῷ ἰδίῳ γεννήτορι. Ἠγάπησας δικαιοσύνην. Ὁ θεσπέσιος ∆αυεὶδ πρὸς τὸν ἐν

 ἐπειδὴ γὰρ ὁ πρῶτος ἄνθρωπος τὴν θείαν πεπάτηκεν ἐντολὴν, εἶτα νενόσηκεν ἡ ἀνθρώπου φύσις τὸ πολὺ λίαν εὐπαρακόμιστον πρὸς ἁμαρτίας· διὰ τοῦτο κατὰ φύ

 ἀδελφὸς τοῖς κατὰ φύσιν οἰκέταις, δέδωκεν ἡμῖν Πατέρα τὸν ἑαυτοῦ. ἀλλ' ὥσπερ ἡμεῖς εἰ καὶ υἱοὶ κεκλήμεθα τοῦ Πατρὸς, ἐσμὲν εἰ ἐσμὲν, ἄνθρωποι δηλονότι

 ἀνθρωπότητος τὰ αὐτῷ καὶ μόνῳ πρέποντα τῷ ἑνωθέντι Λόγῳ· ἐπεὶ δέ ἐστιν εἷς καὶ μόνος καὶ ἀληθινὸς Υἱὸς ὁ Ἐμμανουὴλ, νοεῖται δὲ πρὸς ἡμῶν Θεός τε καὶ ἄ

 καθ' ἡμᾶς καὶ τὸν τῆς κενώσεως ἀφηγεῖται τρόπον προσεπάγων εὐθὺς καὶ ὅσα κατώρθωται δι' αὐτῆς τῇ ἀνθρωπείᾳ φύσει ἀγαθά. ἐννόησον γὰρ ἠλαττώμενον βραχύ

 ὅτι Χριστὸς Ἰησοῦς οὐ καθ' ἑαυτὸν ἄνθρωπος κοινῶς τε καὶ ἰδικῶς νοεῖται καὶ λέγεται πρὸς ἡμῶν, ἐνανθρωπήσας δὲ μᾶλλον ὁ ἐκ Θεοῦ Λόγος. ἵνα δὲ τῶν ἐννο

 αὐτὸν τῆς πάλαι δοθείσης εὐκλείας τὴν μέθεξιν. καὶ ποία τις ἐστὶν ἡ τοῦ παντὸς λόγου κατασκευὴ, τί δὲ τὸ τῆς εὐτεχνίας συμπέρασμα διειπεῖν ἀναγκαῖον.

 τετηρηκὼς ἔφασκε περὶ ἡμῶν ποτὲ μὲν ὅτι Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ποτὲ δέ Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. Παραδέδοται

 πιστὸς ἀρχιερεύς. Μωυσῆς μὲν ὁ θεσπέσιος διὰ τύπου καὶ σκιᾶς ἐνῆκεν εἰς θεογνωσίαν τὸν Ἰσραὴλ καὶ τῆς ἐν νόμῳ δικαιοσύνης παρέδειξε τὴν ὁδὸν, ἀλλ' ἦν

 μακραίωνα βίον συνεκτείνεται καὶ ἀναπόβλητον ἔχει τὴν κτῆσιν. κεχρηματίκαμεν δὲ καὶ ἑτέρως ἐπουράνιοι, Χριστοῦ πρωτεύοντος καὶ ὁδοῦ καὶ θύρας ἡμῖν γεγ

 φύσιν ἁρμοδιώτατος καὶ τοῖς τῆς ἐνανθρωπήσεως λόγοις οὐκ ἀσύμβατος. οἱ μὲν γὰρ πάλαι κατὰ τὸν Μωσέως δοθέντα νόμον ἱερουργοῦντες Θεῷ ὡς ἐν τύπῳ καὶ σκ

 πρὸς τὸ ἐξήνιον καὶ πρός γε τὸ δεῖν ἀντιφέρεσθαι τῷ Χριστῷ. καὶ τῶν εἰς Μωσέα τε λόγων καὶ ἐγκωμίων ἅπτεται, πιστὸν μὲν ἀποκαλῶν, συνεισάγων δὲ τούτοι

 παρὰ Θεοῦ λόγων, Χριστὸν δὲ οὐχ οὕτως· οὐ γὰρ ὡς ἐν οἴκῳ πιστὸν οἰκέτην, ἀλλ' ὡς Υἱὸν καὶ δεσπότην ἐπὶ τὸν οἶκον τοῦ Πατρὸς, τουτέστιν ἡμᾶς τοὺς ἐν πί

 θυσιαστηρίου· ὁ δὲ μέσος μετὰ τὸ ἐπίσπαστρον, οὗ ἔνδον εἰσήρχοντο οἱ ἱερεῖς, τὰς λατρείας καθεκάστην ἐπιτελοῦντες· οὗτος δὲ ὁ τόπος ἐκαλεῖτο Ἅγια, ἃ τ

 ἐρασταὶ, περὶ ὧν γέγραπται Ἀγαπῶν ἀργύριον οὐ πλησθήσεται ἀργυρίου· εἰ δὲ οὐ κορέννυσιν ἐκείνους τὰ γήϊνα καὶ πρόσκαιρα καὶ εὐμάραντα, πῶς οὐκ ἀναγ

 παλινδρομεῖν δύνασθαι πρὸς ζωήν· καὶ γέγονε μὲν αὐτῷ πρὸς ἐντροπῆς τε καὶ ἀδοξίας τὸ παθεῖν· ἐπειδὴ δὲ ἀνέστησε τὸν ἑαυτοῦ ναὸν, καινοτομήσας τὸν θάνα

 ὑπεροχὴν τοῦ Υἱοῦ, πεφλυαρηκότας εἰκῆ κατερυθριάσειν οἶμαι τοὺς δι' ἐναντίας· εἰ δὲ δὴ μεθέντες τὸν Υἱὸν, ἀπαραποίητον ἔσεσθαι τοῖς ἁγίοις τὸ βασιλεύε

 ὁρίζοντος τῇ νόσῳ τὴν ἀποστροφήν· ἔφη γὰρ ὧδε περί τινων ̓Ηγάπησαν κινεῖν πόδας αὐτῶν καὶ οὐκ ἐφείσαντο, καὶ ὁ Θεὸς οὐκ εὐδόκησεν ἐν αὐτοῖς· τὸ γά

 Κυρίλλου ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ἑβραίους ἐπιστολῆς. Εἰ δὲ τετελείωκεν ἡμᾶς δι' ὕδατος καὶ Πνεύματος, πῶς οὐκ ἐνήργει θεϊκῶς τε ἅμα καὶ ἀνθρωπίνως ὁ

καθ' ἡμᾶς καὶ τὸν τῆς κενώσεως ἀφηγεῖται τρόπον προσεπάγων εὐθὺς καὶ ὅσα κατώρθωται δι' αὐτῆς τῇ ἀνθρωπείᾳ φύσει ἀγαθά. ἐννόησον γὰρ ἠλαττώμενον βραχύ τι παρ' ἀγγέλους αὐτὸν, ἵν' ἡμεῖς ἐν αὐτῷ πλουτήσωμεν τὰ ὑπὲρ φύσιν ἰδίαν ἐν εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρός· συνήγειρε γὰρ ἡμᾶς "καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις "ἐν Χριστῷ." συνεδρεύοντος γὰρ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ἐφ' ὅλην δραμεῖται τὸ καύχημα τὴν ἀνθρώπου φύσιν. ἐπεὶ τίνα τρόπον ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πεπλουτήκαμεν, εἰ κατὰ μηδένα τρόπον τὸ καθ' ἡμᾶς ἐν ἀμείνοσιν, ὅτε γέγονε καθ' ἡμᾶς ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν; ἠλάττωται τοίνυν βραχὺ παρ' ἀγγέλους ἄνθρωπος γεγονὼς, ἵνα τὴν ἀνθρώπου τιμήσῃ φύσιν καὶ ἀνακομίσῃ πάλιν εἰς τὸ ἐν ἀρχαῖς, δόξῃ καὶ τιμῇ καὶ ἐν αὐτῇ στεφανούμενος καίτοι τῆς δόξης κύριος ὢν ὡς Θεός. ὥσπερ γὰρ ἡ τοῦ Ἀδὰμ παράβασις ἀτιμοτάτους ἀπέδειξεν, οὕτως δεδοξάσμεθα διὰ τῆς ὑπὲρ ἡμῶν ὑπακοῆς τοῦ Χριστοῦ καὶ αὐτὴν τεθεικότος τὴν ἰδίαν ψυχὴν "ἵνα "καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ." 385 Πῶς ἠλάττωται παρὰ τοὺς ἀγγέλους ὁ παρ' αὐτῶν προσκυνούμενος; ἢ ὅτι καθίκετο ἐν τοῖς τῆς ἀνθρωπότητος μέτροις, καὶ τὸ ἀποθνήσκειν πεφυκὸς σῶμα λαβὼν ἐν αὐτῷ πέπονθεν ἑκὼν, καὶ ταῖς ἀνωτάτω δόξαις στεφανοῦται διὰ τὸ πάθος, ὡς δι' αὐτοῦ καταργήσας τὸν θάνατον, καὶ ἄπρακτον ἀποφήνας τὴν φθορὰν, ἅτε ἀφθαρσία ὢν καὶ ζωή. τὰ δὲ τῆς ὑπεροχῆς τοῖς ἀγγέλοις, ὅτι καὶ ἔξω σαρκὸς καὶ τοῦ τεθνάναι κρείττους εἰσὶ, γεγονότος ἐν τούτοις τοῦ Υἱοῦ διὰ τὴν ἑκούσιον κένωσιν. ἀλλ' ὁ βραχὺ παρ' ἀγγέλους ἠλαττωμένος διὰ τὸ τῆς ἀνθρωπότητος μέτρον, ἐν ὑπεροχῇ θεότητος ὢν προσκυνεῖται παρ' αὐτῶν, καὶ ἐνίδρυται θώκοις οὓς περιεστᾶσιν ἐκεῖνοι δοξολογοῦντες ἀεὶ, καὶ τῶν δυνάμεων αὐτὸν ὀνομάζοντες κύριον. 386 Ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου. Τί τό Ἐγεύσατο παντί τῳ σαφὲς ὥς γε οἶμαι. δοὺς γὰρ τῷ θανάτῳ τὸ ἴδιον σῶμα καὶ οἷον ἀπογευσάμενος σαρκικῶς τοῦ συμβεβηκότος, ἀνεβίω πάλιν καὶ πεπάτηκεν εὐθὺς τοῦ θανάτου τὸ κράτος. οὐκοῦν ὁ βραχὺ παρ' ἀγγέλους ἠλαττῶσθαι λεγόμενος, αὐτός ἐστιν ὁ ἐκ Θεοῦ Λόγος, οὐκ εἰς ἰδίαν φύσιν παθὼν τὴν ἐλάττωσιν· ἀεὶ γάρ ἐστιν αὐτὸς καὶ ὡσαύτως ἔχων, ἄτρεπτός τε καὶ ἀναλλοίωτος, ὑπομεμενηκὼς δὲ καὶ τοῦτο δι' ἡμᾶς ἀνθρωπίνως· ἠνέσχετο γὰρ καίτοι Θεὸς ὢν φύσει τῶν τῆς ἀνθρωπότητος μέτρων διὰ τὴν οἰκονομίαν· καὶ τοῦτό ἐστι τοῦ κατ' αὐτὸν μυστηρίου τὸ ὅτι μάλιστα θαυμάζεσθαι πρέπον. οὕτω καὶ ὁ προφήτης ἔλεγεν Ἀμβακούμ "Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην, "κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην·" ἔκστασις γὰρ ἀληθῶς καὶ τοῦ παντὸς ἐπέκεινα θαύματος τὸ γεγενημένον. ἀλλ' οὐκ οἶδ' ὅπως τὸ ἐπ' αὐτὸ μυστήριον οὐ νενοηκότες ὀρθῶς κενολογοῦσί τινες καὶ δὴ καὶ γεγράφασι τὰ ἐν τῷ ὀγδόῳ ψαλμῷ διερμηνεύειν ἐθέλοντες . Σκοπῶμεν τοίνυν τίς ὁ ἄνθρωπος περὶ οὗ ἐκπλήττεται καὶ θαυμάζει ὅτι δὴ ὁ Μονογενὴς κατηξίωσεν αὐτοῦ μνησθῆναί τε καὶ ἐπισκοπὴν ποιήσασθαι·" εἶτα τούτοις ἐπάγει καὶ μάλα ἐναργῶς ὡς οὐκ εἴρηται μὲν ἐπὶ παντὸς ἀνθρώπου τό Τί ἐστιν ἄνθρωπος ὅτι μιμνήσκῃ αὐτοῦ ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν; ἀλλὰ περὶ μόνου τοῦ Υἱοῦ· πειρῶνται δὲ τοὺς ἑαυτῶν λόγους ἐμπεδοῦν εἰς ἀλήθειαν περιενεγκεῖν λέγοντες τὸν μακάριον Παῦλον εἰς τὸ ἑαυτοῦ πρόσωπον τὰ ἐν τῷ ψαλμῷ, 387 διά τοι τὸ φάναι "Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττω"μένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ "καὶ τιμῇ ἐστεφανωμένον." εἶτα διιστάντες τὰς φύσεις, ὁλότροπον τὸν ἐκ τῆς ἁγίας παρθένου γεγεννημένον ἄνθρωπον εἶναί φασιν ἰδικῶς, περὶ οὗ καὶ θαυμάζει, φησὶν, ὁ ∆αυεὶδ, ὅτι καὶ μνήμης καὶ ἐπισκοπῆς ἠξίωται· ἠξίωται δὲ καὶ τῶν ὑπὲρ φύσιν ἰδίαν, ὡς εὐεργετούμενος παρὰ τοῦ Θεοῦ Λόγου. Ἠγνοήκασι δὲ ὡς ἔοικεν,