1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

7

γὰρ ἐπειδὴ πάσης αὐτῆς τὴν χρῆσιν οὐκ ἔχομεν, οὐδὲ πάσης ἐκ τούτου κυριεύειν νομιζόμεθα. οὐδὲ γὰρ σὺ τὸν σῖτον ὠνησάμενος οὐκ εἶ διὰ τοῦτο τοῦ παντὸς κύριος, ἐπειδὴ ἐν τῷ σίτῳ τὸ μὲν ἐδώδιμον τὸ δὲ ἀπόβλητον εὑρίσκεις καὶ ἀποβάλλῃ, καὶ τὰ λιθίδια μὲν ὡς ἄχρηστα ἀπορρίπτεις ἐκεῖθεν ἀναλεγόμενος καὶ εἴ τι ἄλλο ἐπιμέμικται τῷ σίτῳ ἀνεπιτήδειον πρὸς τροφήν, τὸ δὲ ἄχυρον ἀποφυσήσας καὶ τὰ ζιζάνια ἀποκρίνας τὸ ὅσον καθαρὸν μόνον 27aπρὸς οἰκείαν ἐπιλέγῃ βρῶσιν. οὕτω τοίνυν καὶ ἡ γῆ ἡ μὲν ἐχαρίσθη σοι ὡς πρὸς οἴκησιν ἐπιτηδεία, ἡ δὲ ὡς πρὸς γεωργίαν ἀναγκαία, ἄλλη ὡς πρὸς βοσκημάτων τετραπόδων ἀνειμένη νομὴν καὶ ἄλλη κατ' ἄλλην χρείαν τινὰ τῶν σοὶ κατὰ τὸν βίον ἁρμοζουσῶν. καὶ διατάττειν † σε ἃ βούλει καὶ ὡς βούλει περὶ αὐτῆς, ἐπειδή σε κύριον ὁ δεσπότης τῆς ἑαυτοῦ κατέστησε κτίσεως. αὕτη τοίνυν ἡ τοῦ Πληρώσατε τὴν γῆν εὐλογία, αὕτη ἡ νομοθεσία, τοῦτο τὸ ἀξίωμα τὸ δεδομένον ἡμῖν παρὰ θεοῦ. Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν. ἆρ' οὐκ ἐπεσημήνω ὅτι ἐλλιπής ἐστιν ὁ ἀποτελεσμὸς πρὸς τὴν πρώτην βουλήν; ἐκεῖ Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, ἐνταῦθα Κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν. ἡ βουλὴ δύο εἶχε· τὸ Κατ' εἰκόνα καὶ τὸ Καθ' ὁμοίωσιν. ἡ δημιουργία τὸ ἓν ἔχει μόνον, τὸ Κατ' εἰκόνα. μὴ ἄλλως ἡ βουλὴ καὶ ἄλλως τὸ ποίημα; μὴ μεταμέλειά τις ἐν τῷ ποιεῖν παρηκολούθησεν ἢ ἀτονία τύχον τοῦ ποιοῦντος μεγάλα μὲν προελομένου μικρὰ δὲ ἀποτελέσαντος; ἢ μή που ἀδολεσχία ἐν τοῖς προτέροις λόγοις ὑποληφθείη καὶ περιττὴ 28a ἡ τοῦ δευτέρου προσθήκη, ὡς τῶν δύο λέξεων τὴν αὐτὴν ἔννοιαν ἐχουσῶν καὶ τὸ αὐτὸ ἀπαραλλάκτως σημαινουσῶν; ἀλλ' ὅπερ ἂν ἐκ τούτων ἁπάντων ὑπονοήσωμεν καὶ προφασισώμεθα, εἰς κατηγορίαν τοῦτο τῆς γραφῆς οὐ μετρίαν ἀποτελευτήσει. εἴτε γὰρ ὡς παρέλκον τι τὸ Καθ' ὁμοίωσιν εἴποι τις, ὡς δὶς τὸ αὐτὸ λέγειν, ἀργὸν ἐλέγχει τὸ ῥῆμα καὶ βλασφημία δεινὴ τοῦτο κατὰ τῆς γραφῆς, ἥτις οὐκ οἶδέ ποτε ἀργολογεῖν. οὐκοῦν ἀναγκαῖα καὶ ἄμφω καὶ ἰδιοσήμαντα τό τε Κατ' εἰκόνα καὶ τὸ Καθ' ὁμοίωσιν. Πῶς οὖν οὐχὶ καὶ μετὰ τὸ γενέσθαι τὸν ἄνθρωπον ὁμοίως ἐρρήθη τὸ Κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν; Ἐποίησεν αὐτὸν ὁ θεός, ἀλλὰ μόνον Κατ' εἰκόνα. εἰ μὲν ὅτι ἠτόνησε τυχὸν ὁ ποιῶν, ἀσεβὴς ὁ λόγος καὶ ἄτοπος· εἰ δὲ ὅτι μετεμελήθη, πολλάκις ἀσεβέστερον τὸ ἐνθύμημα· εἰ δὲ καὶ ὅτι τὴν προτέραν βουλὴν οὐ πάνυ ὀρθῶς ἔχουσαν ὕστερον ἐν τῇ ποιήσει τάχα ἐπιδιωρθώσατο, καὶ τοῦτο ὁμοίως ἀθεΐας τὸ ἐννόημα. ἀλλ' οὔτε ὁ δημιουργὸς ἀτονεῖ οὔτε ὁ ἀγαθὸς τὰ πάντα εἰδὼς μεταμέλεται καὶ περὶ τὰς ὑποσχέσεις ἀναβάλλεται οὔτε ὁ σοφὸς μεταβουλεύεται οὔτε ἡ γραφὴ τοιοῦτον λέγει τι. τίς οὖν ὁ λόγος τοῦ τὸ Κατ' εἰκόνα μόνον ἐν τῇ ποιήσει περὶ τοῦ ἀνθρώπου εἰπεῖν τὸν θεσπέσιον Μωυσῆν, τὸ Καθ' ὁμοίωσιν ἀποσιωπήσαντα, καίτοι ἐν τῇ προτέρᾳ βουλῇ ἀμφοτέρων ὁμοίως συμπαραληφθέντων αὐτῷ;

29a Ῥᾳδία τῷ προσέχοντι καὶ συνιέναι βουλομένῳ ἡ ἐπίλυσις. τὸ μὲν γὰρ Κατ' εἰκόνα φύσει δέδοται ἡμῖν καὶ ἀμετάβλητον ἐξ ἀρχῆς καὶ εἰς τέλος συμπάρεστι, τὸ δὲ Καθ' ὁμοίωσιν ἐκ προαιρέσεως καὶ οἴκοθεν ὕστερον κατορθοῦμεν. ἐν μὲν οὖν τῇ πρώτῃ βουλῇ λέγων ὁ θεὸς Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ τὸ Καθ' ὁμοίωσιν προσέθηκε, δεικνὺς ὅτι καὶ προαίρεσιν ἡμῖν αὐτεξουσίαν ἐμβαλεῖ τὴν δυναμένην ποιῆσαι ἡμᾶς ὁμοιωθῆναι θεῷ· καὶ οὖν καὶ τοιοῦτοι ἀπετελέσθημεν κατὰ τὴν πρόρρησιν τοῦ θεοῦ. πολλοὶ γὰρ οἱ ὁμοιω θέντες αὐτῷ, πάντως δὲ καὶ οἱ ὁμοιωθησόμενοι, κἂν μὴ καὶ πάντες εἰς τοῦτο ἐπισπεύδοιμεν ἀλλὰ τὴν ἐναντίαν μᾶλλον ἀπὸ ἐθελοκακίας βαδίζοιμεν. ἐν δὲ τῇ κατασκευῇ ὕστερον μόνον εἶπε τὸ Κατ' εἰκόνα ὡς καὶ μόνον τοῦτο ἐντελὲς καὶ ἀναλλοίωτον τῇ ἀνθρωπίνῃ φύσει ἐγκατασκευάσας· τὸ δέ γε Καθ' ὁμοίωσιν, ἐπειδὴ δυνάμει τέως μόνον ἐγκατέσπειρε τῷ ἀνθρώπῳ, οὔπω δὲ καὶ εἰς ἀποτέλεσμα ἐμπεφάνιστο ἀλλ' ἐδεῖτο ἔτι πρὸς ἀποτέλεσμα τῆς τοῦ λαβόντος τὴν προαίρεσιν πράξεως, εἰκότως ἀπεσιώπησεν. εἰ μὲν