1

 2

 3

 4

 5

 6

 7

 8

 9

2

δέχονται τῶν ὑποχειρίων τὴν τάξιν τῷ ἀπαρ αιτήτῳ τῆς ἀνάγκης πρὸς τὴν ὑποταγὴν ἐναγόμενοι. τῆς δὲ πρὸς τὸν θεὸν γινομένης ἡμῖν ὑποταγῆς ὁ σκοπός ἐστιν ἡ σωτηρία, καθὼς παρὰ τῆς προφητείας ἐμάθομεν ἥ φησι· Τῷ θεῷ ὑποτάγηθι ἡ ψυχή μου· παρ' αὐτῷ γὰρ τὸ σωτήριόν μου.

Ὅταν τοίνυν προφέρηται παρὰ τῶν ἐναντίων ἡμῖν ἡ τοῦ ἀποστόλου φωνὴ ἡ τὸν υἱὸν ὑποταγήσεσθαι τῷ πατρὶ λέγουσα, ἀκόλουθον ἂν εἴη κατὰ τὴν διεσταλμένην τῆς τοιαύτης φωνῆς σημασίαν ἐρωτᾶν αὐτοὺς πρὸς ποῖον σημαινόμενον τῆς ὑποταγῆς ὁρῶντες ταύτην ἐφαρμόζειν οἴον ται δεῖν τῷ μονογενεῖ θεῷ τὴν φωνήν. ἀλλὰ δῆλον ὅτι κατ' οὐδένα τρόπον τῶν εἰρημένων τοῦ υἱοῦ τὴν ὑποταγὴν ἐροῦσι νοεῖν· οὔτε γὰρ ἐχθρὸς ὢν διὰ πολέμου γέγονεν ὑποχείριος, ὥστε πάλιν αὐτῷ τὴν κατὰ τοῦ κρατοῦντος ἐπανάστασιν δι' ἐλπίδος τε καὶ σπουδῆς εἶναι· οὔτε ὡς ἕν τι τῶν ἀλόγων ὁ Λόγος διὰ τῆς τοῦ ἀγαθοῦ ἐλλείψεως ἀναγκαίαν ἐν τῇ φύσει τὴν ὑποταγὴν ἔχει, ὡς πρόβατα καὶ κτήνη καὶ βόες πρὸς τὸν ἄνθρωπον ἔχουσιν· ἀλλὰ μὴν οὐδὲ καθ' ὁμοιότητα τῶν ἀργυρωνήτων ἢ οἰκογενῶν ἀνδραπόδων νόμῳ δεδουλωμένος ἀναμένει δι' εὐνοίας ἢ χάριτος τοῦ ζυγοῦ ποτε γενέσθαι τῆς 7 δουλείας ἐλεύθερος· ἀλλ' οὐδὲ κατὰ τὸν τῆς σωτηρίας σκοπὸν εἴποι τις ἂν τὸν μονογενῆ θεὸν τῷ πατρὶ ὑποτάσσεσθαι, ὡς διὰ τούτου καθ' ὁμοιότητα τῶν ἀνθρώπων τὴν σωτηρίαν ἑαυτῷ παρὰ τοῦ θεοῦ πραγματεύεσθαι. ἐπὶ μὲν γὰρ τῆς τρεπτῆς φύσεως τῆς διὰ μετουσίας ἐν τῷ ἀγαθῷ γινομένης ἀναγκαία ἐστὶν ἡ πρὸς θεὸν ὑποταγὴ διὰ τὸ ἐκεῖθεν γίνεσθαι τῶν ἀγαθῶν ἡμῖν τὴν κοινωνίαν· ἐν δὲ τῇ ἀτρέπτῳ καὶ ἀναλλοιώτῳ δυνάμει ἡ ὑποταγὴ χώραν οὐκ ἔχει ἐν ᾖ πᾶν ἀγαθὸν ὄνομά τε καὶ νόημα θεωρεῖται, τὸ ἀΐδιον, τὸ ἄφθαρ τον, τὸ μακάριον, τὸ ἀεὶ ὡσαύτως ἔχον, τὸ μὴτε κρεῖττον μήτε χεῖρον γενέσθαι δυνάμενον· οὔτε γὰρ προσθήκην ἐν τῷ ἀγαθῷ ἐπιδέχεται οὔτε τὴν πρὸς τὸ χεῖρον ῥοπήν· ὃ <γὰρ> τοῖς ἄλλοις πηγάζει τὴν σωτηρίαν, οὐκ αὐτὸ τοῦ σῴζοντος ἐνδεῶς ἔχει.

Ποῖον τοίνυν εὐλόγως φήσουσιν ἐπ' αὐτοῦ κυρίως νοεῖν τὸ τῆς ὑποταγῆς σημαινόμενον; ηὑρέθη γὰρ τὰ ἐξητασμένα πάν τα μακρὰν ἀπέχοντα τοῦ κυρίως ἐπὶ τοῦ μονογενοῦς θεοῦ καὶ νοεῖσθαι καὶ λέγεσθαι. εἰ δὲ χρὴ κἀκεῖνο τὸ τῆς ὑποταγῆς εἶδος προσθεῖναι ὅ φησι τὸ κατὰ Λουκᾶν εὐαγγέλιον ὅτι Ἧν ὑποτασσόμενος τοῖς γονεῦσιν εἰς δωδέκατον προελθὼν ἔτος ὁ κύριος, οὐδὲ ἐκεῖνο ἁρμόζοι ἂν ἐπὶ τοῦ προαιωνίου τε καὶ ἀληθινοῦ <υἱοῦ> πρὸς τὸν ἀληθινὸν ἑαυτοῦ πατέρα λέγεσθαι. ἐκεῖ μὲν γὰρ ὁ πεπειραμένος κατὰ πάντα καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας ἐδέξατο καὶ διὰ τῶν ἡλικιῶν προελθεῖν τῆς 8 φύσεως ἡμῶν, καὶ ὥσπερ παιδίον γενόμενος τὴν βρεφικὴν τροφὴν προσήκατο, βούτυρον καὶ μέλι φαγών, οὕτω καὶ εἰς μειράκιον προελθὼν τὸ κατάλληλόν τε καὶ πρέπον τῇ τοιαύτῃ ἡλικίᾳ οὐ παρῃτήσατο, τύπος εὐταξίας τῷ βίῳ γενόμενος. ἐπειδὴ γὰρ ἐπὶ τῶν ἄλλων ἀνθρώπων ἀτελὴς ἐν τοῖς τοιούτοις ἐστὶν ἡ διάνοια καὶ χρεία τῇ νεότητι τῆς διὰ τῶν τελειοτέρων πρὸς τὸ κρεῖττον γινομένης χειραγωγίας, τούτου χάριν ὁ δωδεκαέτης τῇ μητρὶ ὑποτάσσεται, ἵνα δείξῃ ὅτι τὸ διὰ προ κοπῆς τελειούμενον πρὶν εἰς τὸ τέλειον φθάσαι καλῶς τὴν ὑποταγὴν ὡς χειραγωγὸν πρὸς τὸ ἀγαθὸν καταδέχεται. ὁ δὲ ἀεὶ τέλειος ὢν ἐν παντὶ ἀγαθῷ καὶ μήτε προκοπὴν μήτε μείω σιν δυνάμενος ἐφ' ἑαυτοῦ καταδέξασθαι διὰ τὸ ἀπροσδεὲς τῆς φύσεως αὐτοῦ καὶ ἀμείωτον, ὑπὲρ τίνος ὑποτάσσεται οὐκ ἂν εἰπεῖν ἔχοιεν οἱ πάντα λέγοντες ἀπερισκέπτως. ὅτι γὰρ διὰ σαρκὸς τῇ ἀνθρωπίνῃ συναναστρεφόμενος φύσει ἐν τῇ παιδικῇ ἡλικίᾳ ἐνομοθέτει, δι' ὧν ἐποίει, τὴν ὑποταγὴν τῇ νεότητι, δῆλόν ἐστιν ἐκ τοῦ πρὸς τὸ τέλειον τῆς ἡλικίας αὐτὸν προελθόντα μηκέτι πρὸς τὴν τῆς μητρὸς ἐξουσίαν βλέπειν.

Προτρεπομένης γὰρ αὐτὸν ἐκείνης ἐν Κανὰ τῆς Γαλιλαίας δεῖξαι τὴν δύναμιν ἐν τῷ λείποντι τῇ πανδαισίᾳ τῶν γάμων καὶ τὴν τοῦ οἴνου χρείαν τῇ εὐωχίᾳ χαρίσασθαι, τὴν μὲν χάριν τοῖς δεομένοις παρασχεῖν οὐκ ἠρνήσατο, τὴν δὲ μητρῷαν