1

 2

 3

 4

 5

 6

 7

 8

 9

2

φθόγγους λύρας ἁπάσης καὶ κιθάρας ἡδίω φθεγγομένους· καὶ μάλιστα, ὅταν ᾖ τις ὁ τὰς νευρὰς ταύτας ἀνακρού σασθαι ἐπιστάμενος. Καὶ πῶς ἠχοῦσι; φησί. Στόμα οὐρανὸς οὐ κινεῖ, οὔτε γλῶτταν, οὐδὲ ὑπερῴαν, οὐδὲ ὀδόντας, οὐδὲ χείλη· πῶς οὖν ἡ φωνὴ πρόεισι; πῶς δὲ ἡ ἡμέρα φθέγγεται; Οὐδὲ γὰρ ταῦτα ὄργανα φω νητικά ἐστιν, ἀλλὰ δρόμος ἐστὶν ἡλίου καὶ σελήνης, ἡμέρα καὶ νὺξ, καιροῦ πάροδος. Ἵν' οὖν μή τις τῶν παχυτέρων ταῦτα ἀκούων θορυβῆται καὶ ταράττηται, ἄκουσον πῶς ὁ Προφήτης ἐπαγωνίζεται τῷ εἰρημένῳ. Εἰπὼν γὰρ, ὅτι Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, καὶ ὅτι Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν, οὐκ ἔστη μέχρι τούτου, ἀλλ' ἐπήγαγεν· Οὐκ εἰσὶ λαλιαὶ, οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν.

Ὃ δὲ λέγει, τοιοῦ τόν ἐστι· οὐ μόνον φωνὴν ἔχουσιν ἡμέρα καὶ νὺξ, καὶ οὐρανὸς, ἀλλὰ καὶ τοιαύτην φωνὴν, ἣ τῆς ἀνθρωπί νης ἐστὶν εὐσημοτέρα, καὶ σαφεστέρα, καὶ εὐτονω τέρα. Πῶς καὶ τίνι τρόπῳ; Ἄκουσον τῆς ῥήσεως αὐτῆς. Οὐκ εἰσὶ λαλιαὶ, οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκού ονται αἱ φωναὶ αὐτῶν. Τί ποτ' οὖν τοῦτό ἐστιν; Ἐγκώμιον τῆς φωνῆς, ἔπαινος τῆς ἠχῆς. Ἡ μὲν γὰρ ἐμὴ φωνὴ τῷ ἐμῷ ὁμοφώνῳ γνώριμος, ἑτερογλώσσῳ δὲ οὐκέτι. Οἷόν τι λέγω, Ἑλλάδι διαλεγομένῳ μοι γλώττῃ, ἂν τοίνυν τὴν φωνὴν εἰδῇ τις, ἐκεῖνος ἀκούσεταί μου· ὁ δὲ Σκύθης, καὶ ὁ Θρᾷξ, καὶ ὁ Μαῦ ρος, καὶ ὁ Ἰνδὸς οὐκέτι· ἡ γὰρ διαφορὰ τῆς γλώττης οὐκ ἀφίησιν εὔσημον αὐτῷ γενέσθαι τὴν ἐμὴν διά λεξιν.

βʹ. Πάλιν ἐγὼ τοῦ Σκύθου καὶ τοῦ Θρᾳκὸς διαλεγο μένου οὐ δυνήσομαι

ἀκούειν, οὐδὲ ἕτερος τῆς ἑτέρου γλώττης· ἐπὶ δὲ τοῦ οὐρανοῦ, καὶ νυκτὸς, καὶ τῆς ἡμέρας οὐκ ἔστι τοῦτο, ἀλλὰ τοιαύτη αὐτῶν ἐστιν ἡ φωνὴ, ὡς πάσῃ γλώττῃ, πάσῃ λαλιᾷ, παντὶ ἔθνει ἀκούεσθαι, καὶ εὔδηλον εἶναι καὶ σαφῆ. ∆ιὰ τοῦτο εἰ πὼν, ὅτι Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, καὶ, Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, ἐπήγαγεν· Οὐκ εἰσὶ λαλιαὶ, οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· τοιαύτην ἔχουσι λαλιὰν, καὶ τοιαύτην ἔχουσι φωνὴν ἡ ἡμέρα, καὶ ἡ νὺξ, καὶ ὁ οὐρανὸς, καὶ τὰ κτίσματα ἅπαντα, ὡς πά σαις ταῖς λαλιαῖς, τουτέστι, πάσαις ταῖς γλώτταις, πᾶσι τοῖς ἔθνεσιν ἀκούεσθαι αὐτῶν τὴν φωνήν. Οὐ γάρ ἐστι λαλιὰ, φησὶ, τουτέστιν, οὐκ ἔστιν ἔθνος, οὐκ ἔστι φωνὴ, ἔνθα μὴ ἀκούεται ἡ φωνὴ τοῦ οὐρανοῦ· ἀλλὰ καὶ ὁ Σκύθης, καὶ ὁ Θρᾷξ, καὶ ὁ Μαῦρος, καὶ ὁ Ἰνδὸς, καὶ ὁ Σαυρομάτης, καὶ πᾶσα λαλιὰ, καὶ πᾶσα γλῶττα, καὶ πᾶν ἔθνος δυνήσεται ταύτης ὑπακούειν τῆς φωνῆς. Πῶς καὶ τίνι τρόπῳ; Τοῦτο λοιπὸν ἄκουε, ἵνα μάθῃς πῶς σιγῶν ὁ οὐρανὸς φθέγγεται.

Ὅταν γὰρ ἴδῃς αὐτοῦ τὸ κάλλος, τὸ μέγεθος, τὴν θέσιν, τὸ διαρκὲς, τὴν φαιδρότητα, καὶ ταῦτα πάντα συναγαγὼν παρὰ σαυτῷ, δοξάσῃς τὸν ∆ημιουργὸν, εὐφημήσῃς τὸν ποιήσαντα, ὁ οὐρανὸς φωνὴν ἀφῆκε, διὰ τῆς γλώττης ἀναπέμψας τῷ Θεῷ δόξαν. Καὶ τοῦτό ἐστι τὸ εἰρημένον, ὅτι Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. Πῶς καὶ τίνι τρόπῳ; Τὸν θεατὴν τῷ κάλλει τῆς οἰκείας φαιδρότητος εἰς θαῦμα παραπέμ ποντες τοῦ ∆ημιουργοῦ. Ὅταν γὰρ ἰδὼν τὸ τοιοῦτον ἔργον, εἴπῃς, ∆όξα σοι, ὁ Θεὸς, ἡλίκον σῶμα εἰργάσω, καὶ ἐν τῷ μέσῳ τέθεικας· οἱ οὐρανοῖ τὴν δόξαν ταύτην ἀνήνεγκαν, τῇ σῇ γλώττῃ χρησάμενοι, καὶ διὰ τῆς ὄψεως τὸ θαῦμα παραπέμποντες. Οὕτω σι γῶντες ἀναφέρουσι δόξαν τῷ Θεῷ, καὶ ταύτης τῆς φωνῆς πάντες ἀκούουσιν. Ἐπειδὴ γὰρ οὐκ ἔστιν ἀκοῇ ταῦτα μαθεῖν, ἀλλ' ὄψει καὶ θεωρίᾳ, ὄψις δὲ πᾶσι μία, εἰ καὶ ἡ γλῶττα διάφορος, καὶ Βάρβαρος, καὶ Σκύθαι, καὶ Θρᾷκες, καὶ Μαῦροι, καὶ Ἰνδοὶ ταύτης ἀκούουσι τῆς φωνῆς, τουτέστι, τὸ θαῦμα βλέποντες, τὸ κάλλος ἐκπληττόμενοι, τὴν φαιδρότητα, τὸ μέγε θος, τὰ ἄλλα ἅπαντα τὰ πρὸς τὸν οὐρανὸν, δόξαν ἀνα φέρουσι τῷ ∆ημιουργῷ οἱ καλῶς φρονοῦντες. Τὸ αὐτὸ καὶ περὶ τῆς ἡμέρας καὶ τῆς νυκτὸς ἔστιν εἰ πεῖν. Ὥσπερ οὗτος τῷ κάλλει, τῇ θέσει, τῷ