1

 2

 3

 4

 5

 6

 7

 8

 9

9

καὶ νὺξ, πότε ἂν ἀπελαύσαμεν τοῦ φωτός; οὐκ ἂν διεφθάρη καὶ ἀπώλετο τοῦτο τὸ ζῶον ὁ ἄνθρωπος; Ὥσπερ δὲ τὸ σκότος δοκεῖ μὲν τοῖς ἀνοήτοις εἶναι κακὸν, οὐκ ἔστι δὲ, ἀλλὰ πρὸς τὴν ἡμέραν ἡμῖν συν τελεῖ, καὶ πρὸς τὰς ἐργασίας ἐν αὐτῇ τοὺς ἀναπαυ σαμένους ἐπιτηδειοτέρους κατασκευάζει· οὕτω οὐδὲ αἰχμαλωσία φαῦλον· περὶ ἧς ὁ προφήτης διελέγετο λέγων, Ὁ ποιῶν εἰρήνην, καὶ κτίζων κακά· ἀλλὰ χρησιμώτερον τοῖς εἰς δέον χρωμένοις· σωφρονεστέ ρους δὲ καὶ ἐπιεικεστέρους ποιεῖ περικόπτουσα ἀπό νοιαν. Ἀδούλωτον γὰρ ἡ ἀρετή, καὶ οὐδὲν αὐτῆς περι γενέσθαι δύναιτ' ἂν, οὐ δουλεία, οὐκ αἰχμαλωσία, οὐ πενία, οὐ νόσος, οὐκ αὐτὸ, ὃ πάντων τυραννικώτε ρον, ὁ θάνατος. Καὶ δηλοῦσιν ἅπαντες οἱ ταῦτα ὑπο μείναντες ἅπαντα, καὶ δι' αὐτῶν μειζόνως λάμψαν τες. Τί γὰρ τὸν Ἰωσὴφ ἔβλαψεν ἡ δουλεία· (οὐδὲν γὰρ κωλύει πάλιν τὸν αὐτὸν ἄνδρα εἰς μέσον ἀγα γεῖν·) τί γὰρ τὰ δεσμά; τί δὲ αἱ ἁλύσεις; τί δὲ ἡ συκοφαντία; τί δὲ ἡ ἐπιβουλή; τί δὲ ἡ ἐπὶ τῆς ἀλλο τρίας διατριβή; Τί τὸν Ἰὼβ ἡ τῶν βουκολίων καὶ τῶν ποιμνίων ἀναίρεσις, ὁ βίαιος καὶ ἄωρος τῶν παίδων θάνατος, ἡ πληγὴ τοῦ σώματος, αἱ πηγαὶ τῶν σκω λήκων, ἡ ὀδύνη ἡ ἀκαρτέρητος, ἡ ἐπὶ τῆς κοπρίας καθέδρα, ἡ ἐπιβουλὴ τῆς γυναικὸς, τὰ ὀνείδη τῶν φίλων, αἱ λοιδορίαι τῶν οἰκετῶν; Τί δὲ τὸν Λάζαρον τὸ ἐν τῷ πυλῶνι κεῖσθαι, καὶ ταῖς γλώσσαις τῶν κυ νῶν περιλείχεσθαι, καὶ ὁ λιμὸς ὁ διηνεκὴς, καὶ ἡ ὑπεροψία τοῦ πλουσίου, καὶ τὰ τραύματα, καὶ ἡ νόσος ἡ ἀφόρητος, καὶ ἡ ἐρημία τῶν προϊσταμένων, καὶ ἡ ὑπεροψία τῶν βοηθούντων; Τί δὲ τὸν Παῦλον αἱ νιφάδες ἐκείνων τῶν δεσμωτηρίων, τῶν ἀπαγωγῶν, τῶν θανάτων, τῶν καταποντισμῶν, τῶν λοιπῶν πει ρασμῶν, ἃς οὐδὲ λόγῳ ἐξαριθμῆσαι ἔνι; Ταῦτα ἅπαντα ἀναλογισάμενοι, κακίαν φεύγωμεν, ἀρετὴν διώκωμεν· καὶ εὐχώμεθα μὲν μὴ εἰσελθεῖν εἰς πει ρασμόν· εἰ δέ ποτε ἐμπέσωμεν, μὴ ἀλύωμεν, μηδὲ δυσχεραίνωμεν· καὶ γὰρ ὅπλα ἐστὶ ταῦτα ἀρετῆς τοῖς εἰς δέον χρωμένοις, καὶ δυνησόμεθα διὰ πάντων εὐδοκιμεῖν ἐὰν νήφωμεν, καὶ τῶν αἰωνίων ἀγαθῶν ἀπολαῦσαι· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.