1

 2

 3

 4

 5

 6

 7

 8

 9

4

πῶς αὕτη διαδέχεται ἐκείνην, καὶ ἐναλλὰξ, ὥσπερ ἔν τινι χορῷ, τὸ γένος ἡμῶν ἀμοι βαδὸν διαδεχόμεναι διατηροῦσι, κἂν ἁπάντων ἀνθρώ πων νωθέστερος ᾖ, δυνήσεται τὸν οἰκεῖον λογισμὸν ἀνακινῶν εἰδέναι τοῦ ἀριστοτέχνου Θεοῦ τὴν σοφίαν, ἣν διὰ τῆς ἡμέρας καὶ τῆς νυκτὸς ἐπεδείξατο, ἐκείνην μὲν εἰς ἐργασίαν, ταύτην δὲ εἰς ἄνεσιν τῶν πόνων ἀποκληρώσας ἡμῖν.

γʹ. Ἀλλὰ ταῦτα μὲν ἐκ τῶν προοιμίων ἅπαντα εἰπεῖν ἐξέβημεν· ἐπειδὴ δὲ τῶν

σήμερον ἡμῖν ἀναγνωσθέν των τινὰ πολλοὺς τῶν οὐ προσεχόντων ἴσως ἐθορύβη 56.146 σε, καὶ τῶν ἀπείρως Γραφὰς ἐχόντων, φέρε δὴ, πολλῇ τῇ ῥύμῃ πρὸς ταῦτα χωρήσωμεν. Ἀνεγνώσθη μὲν γὰρ καὶ ἡ αἱμοῤῥοοῦσα, ἡ τῇ ἁφῇ τὰς πηγὰς τῶν αἱμάτων στήσασα, καὶ τῇ τῆς πίστεως δυνάμει τοσ οῦτον συλήσασα θησαυρόν· καὶ γὰρ ἦν κλοπὴ τὸ γινόμενον· ἀλλὰ καὶ κλοπὴ εὐδοκιμοῦσα, καὶ ἡ συ λήσασα μετὰ τὸν ἔλεγχον ἐπαινουμένη. Αὐτὸς γὰρ ὁ συληθεὶς Ἰησοῦς ἀνακηρύττει τὸ γύναιον. Ἀνεγνώσθη καὶ τὰ στίγματα Παύλου, τὰ τραύματα, τὰ δεσμωτή ρια, αἱ ἀπαγωγαὶ, τὰ ναυάγια, τὰ δεσμὰ, αἱ ἁλύσεις, αἱ ἐπιβουλαὶ αἱ ποικίλαι καὶ διηνεκεῖς, οἱ θάνατοι οἱ καθημερινοὶ, ὁ λιμὸς, τὸ δίψος, ἡ γυμνότης, ἡ ἐπι σύστασις ἡ καθημέραν. Ἀλλὰ τί πάθω; Ἀνάγκη φυγεῖν πολλῇ τῇ σφοδρότητι χρησάμενον, μὴ πάλιν ὁ Παῦλος κατασχὼν, ἀπαγάγῃ τοῦ προκειμένου.

Καὶ γὰρ ἴστε, πολλάκις ἑτέρωθί με βαδίζοντα καὶ τε τραμμένον ἀπαντήσας ἐν μέσῳ τῷ λόγῳ κατέσχε, καὶ οὕτως εἷλεν, ὡς ἐν αὐτῷ πεῖσαι καταλῦσαι τὸν λόγον. Ἵν' οὖν μὴ καὶ σήμερον τοῦτο πάθωμεν, κα θάπερ χαλινὸν ἐκεῖσε φερομένῳ τῷ λόγῳ μετὰ πολ λῆς τῆς σφοδρότητος ἐμβαλόντες, οὕτως αὐτὸν ἑλκύ σωμεν, καὶ ἐπὶ τὴν προφητικὴν ἀγάγωμεν ῥῆσιν. Τίς οὖν ἐστιν ἡ ῥῆσις; Ἐγὼ Κύριος, φησὶν, ὁ ποιήσας φῶς καὶ σκότος, ὁ ποιῶν εἰρήνην, καὶ κτί ζων κακά. Ὁρᾶτε ὡς οὐκ εἰκῆ οὐδὲ μάτην ἐπὶ τὸ χωρίον τοῦτο τὸν δρόμον ἐποιησάμεθα, ἀλλὰ πάντα τὰ ἄλλα παρατρέχοντες, ἐνταῦθα ἀπαντῆσαι ἐσπουδά ζομεν. Καὶ γὰρ πολὺν τῷ μὴ προσέχοντι τὸν θόρυβον ἐμποιεῖ τὸ εἰρημένον.

∆ιανάστητε τοίνυν, καὶ συντεί νατε τὴν ἀκοὴν, καὶ πᾶσαν βιωτικὴν φροντίδα ἐκβα λόντες, προσέχετε τοῖς λεγομένοις. Καὶ γὰρ βούλομαι τοῦτον νῦν ὑμῖν τῆς ἐνταῦθα παρουσίας τὸν μισθὸν ἀποδοῦναι, καὶ τῶν πνευματικῶν ἐμπλήσας ἐδεσμά των, οὕτως ἐκπέμψαι, ὥστε καὶ τοὺς ἀπολειφθέντας ἔργῳ μαθεῖν ἡλίκην ὑπέμειναν ζημίαν· εἴσονται δὲ, εἰ μετὰ ἀκριβείας ὑποδεξάμενοι τὰ λεγόμενα, καὶ πρὸς ἐκείνους διαβιβάσαι δυνηθείητε. Ἐγὼ Κύριος ὁ Θεὸς, ὁ ποιήσας φῶς καὶ σκότος, ὁ ποιῶν εἰ ρήνην, καὶ κτίζων κακά. Συνεχῶς αὐτὸ περιστρέφω, ὥστε ἐντεθῆναι ὑμῶν τῇ διανοίᾳ, καὶ τότε τὴν λύσιν ἐπαγαγεῖν. Οὐδὲ γὰρ οὗτος μόνος τοῦτό φησιν, ἀλλὰ καὶ ἕτερος προφήτης συνῳδὰ ἀποφθεγγόμενος ἔλεγεν· Εἰ ἔστι κακία ἐν πόλει, ἣν Κύριος οὐκ ἐποίησε; Τί οὖν ἐστι τὸ εἰρημένον; Ἅπασι γὰρ δεῖ μίαν λύσιν ἐπαγαγεῖν. Τίς οὖν ἐστιν ἡ λύσις; Εἰ μά θοιμεν τῶν λέξεων τούτων τὴν δύναμιν. Ἀλλὰ προσ έχετε μετὰ ἀκριβείας· οὐ γὰρ εἰκῆ οὐδὲ μάτην συν εχῶς τοῦτο ὑμῖν παραγγέλλομεν, ἀλλ' ἐπειδὴ πρὸς τὸ βάθος τῶν νοημάτων λοιπὸν χωροῦμεν. Τῶν πραγμά των τὰ μέν ἐστι καλὰ, τὰ δὲ κακὰ, τὰ δὲ μέσα· ὧν ἔνια πολλοῖς μὲν εἶναι δοκεῖ κακὰ, οὐκ ἔστι δὲ, ἀλλὰ λέγεται μόνον καὶ ὑποπτεύεται. Ἀλλ' ἵνα σαφέστερον ὃ λέγω ποιήσω, φέρε καὶ ἐπὶ παραδειγμάτων τὸν λόγον γυμνάσωμεν. Ἡ πενία δοκεῖ μὲν πολλοῖς εἶναι κακὸν, οὐκ ἔστι δέ· ἀλλ' εἴ τις νήφει καὶ φιλοσοφεῖ, καὶ κακῶν ἀναιρετικόν. Ὁ 56.147 πλοῦτος πάλιν δοκεῖ μὲν πολλοῖς εἶναι καλὸν, οὐκ ἔστι δὲ ἁπλῶς καλὸν, εἰ μή τις εἰς δέον αὐτῷ χρώμενος εἴη.

Εἰ γὰρ ἁπλῶς καλὸν ἦν ὁ πλοῦτος, ἔδει καὶ τοὺς ἔχοντας αὐτὸν εἶναι καλούς· εἰ δὲ οὐ πάντες οἱ πλου τοῦντες ἐνάρετοι, ἀλλ' οἱ καλῶς τῷ πλούτῳ κεχρη μένοι, εὔδηλον ὅτι οὐχ ἁπλῶς αὐτὸ καθ' ἑαυτὸ ὁ πλοῦ τος καλὸν, ἀλλ' ὕλη τίς ἐστιν ἀρετῆς