1

 2

 3

 4

 5

 6

 7

 8

 9

6

μηδὲ ἐσθιέτω. Ἀλλὰ ταῦτα τῶν μέσων ἐστὶ, παρὰ τοὺς χρωμένους ποτὲ μὲν τοῦτο, ποτὲ δὲ ἐκεῖνο γινόμενα.

Καὶ τί δεῖ λέγειν ὑγίειαν, καὶ νόσον, καὶ πλοῦτον, καὶ πενίαν; Αὐτὸ γὰρ τοῦτο, ὃ δοκεῖ τοῖς πολλοῖς εἶναι τῶν ἀγαθῶν κε φάλαιον, καὶ τῶν κακῶν ὁ κολοφὼν, ὁ θάνατος, λέγω, καὶ ἡ ζωὴ, οὐδὲ ταῦτα ἁπλῶς ἔσται, ἀλλὰ καὶ ταῦτα τῶν μέσων, παρὰ τὴν γνώμην τῶν χρωμένων ἑκάτερα ταῦτα γινόμενα. Οἷόν τι λέγω· τὸ ζῇν καλὸν, ὅταν εἰς δέον χρώμενος αὐτῷ τις εἴη· ὅταν δὲ εἰς ἁμαρτήματα καὶ παρανομίας, οὐκέτι ἂν εἴη καλὸν, ἀλλὰ βέλτιον τὸν τοιοῦτον τελευτῆσαι. Πάλιν ὃ πολλοῖς φευκτὸν εἶναι δοκεῖ, μυρίων ἀγαθῶν γένοιτ' ἂν αἴτιον, ὅταν αἰτίαν ἔχῃ τὴν προσήκουσαν. Καὶ δηλοῦσιν οἱ μάρτυρες, οἳ πάντων εἰσὶ διὰ τὴν τελευτὴν μακαριώ τεροι. ∆ιὰ δὴ τοῦτο ὁ Παῦλος οὐχ ἁπλῶς ἐπεθύμει ζῇν ἐν Χριστῷ, ἀλλ' ἐπειδὴ τοῦτο αὐτῷ καρπὸς ἔργου.

Καὶ τί αἱρήσομαι γὰρ, φησὶν, οὐ γνωρίζω· συν έχομαι δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων τοῦ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι· πολλῷ γὰρ μᾶλ λον κρεῖσσον· τὸ δὲ ἐπιμεῖναι τῇ σαρκὶ ἀναγκαι ότερον δι' ὑμᾶς. ∆ιὰ δὴ τοῦτο καὶ ὁ Προφήτης, Τί μιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐ τοῦ· οὐχ ἁπλῶς ὁ θάνατος, ἀλλ' ὁ τοιόσδε θάνατος. Καὶ πάλιν ἀλλαχοῦ, Θάνατος ἁμαρτωλῶν πονηρός. Ὁρᾷς καὶ τοῦτο τῶν μέσων, οὐχ ἁπλῶς καλὸν, οὐδὲ ἁπλῶς κακὸν, ἀλλ' ἀπὸ τῆς γνώμης τῶν ὑποδεχομέ νων αὐτό; ∆ιὰ δὴ τοῦτο καὶ ὁ σοφώτατος Σολομὼν, τὸ μέσον τούτων τὸ χρήσιμον καταλέγων, καὶ φιλο σοφῶν ὑπὲρ αὐτῶν, καὶ δεικνὺς ὅτι οὐχ ἁπλῶς τοῦτο καλὸν, κἀκεῖνο κακὸν, ἀλλὰ μετὰ καιροῦ τοῦ προσ ήκοντος γίνεται καλὰ, κἂν φορτικὰ εἶναι δοκῇ, ὅταν τὸν καιρὸν μὴ ἔχῃ τὸν προσήκοντα, Καιρὸς τοῦ κλαῦσαι, καὶ καιρὸς τοῦ γελάσαι, ἔλεγε, καιρὸς τοῦ ζῆσαι, καὶ καιρὸς τοῦ ἀποθανεῖν. Οὐδὲ γὰρ παντα χοῦ τὸ χαίρειν καλὸν, ἀλλ' ἔστιν ὅπου καὶ βλαβερόν· 56.149 οὖτε πανταχοῦ τὸ ἀλγεῖν καλὸν, ἀλλ' ἔστιν ὅπου καὶ θανάσιμον καὶ ὀλέθριον. Καὶ τοῦτο αὐτὸ πάλιν δει κνὺς ὁ Παῦλος ἔλεγεν· Ἡ κατὰ Θεὸν λύπη μετά νοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται· ἡ δὲ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται.

εʹ. Ὁρᾷς καὶ τοῦτο τῶν μέσων ὄν; Οὐκοῦν καὶ τὸ ἐναντίον αὐτοῦ τῶν μέσων,

τὸ χαίρειν λέγω. ∆ιόπερ οὐχ ἁπλῶς χαίρειν ἐκέλευσεν, ἀλλὰ χαίρειν ἐν Κυρίῳ. Ἀλλ' ὁ μὲν τῶν μέσων λόγος ἱκανῶς ἡμῖν διευκρίνη ται, εἴγε ἀκροατὰς ἔχει προσέχοντας· ἰτέον δὲ λοιπὸν ἐπὶ τὰ μὴ μέσα, ἀλλὰ ἐπὶ τὰ καλὰ, ἃ οὐκ ἂν γένοιτο κακὰ, καὶ ἐπὶ τὰ κακὰ, ἃ οὐκ ἂν γένοιτο καλά.

Ταῦτα μὲν γὰρ τὰ εἰρημένα ποτὲ μὲν τοῦτο, ποτὲ δὲ ἐκεῖνο γίνεται· οἷον ὁ πλοῦτος ποτὲ μὲν κακὸν, ὅταν εἰς πλεονεξίαν δαπανᾶται, ποτὲ δὲ καλὸν, ὅταν εἰς ἐλεη μοσύνην ἀναλίσκηται· καὶ τὰ ἄλλα τοιαῦτα κατὰ τὸν κανόνα τοῦτον. Ἔστι δέ τινα, ἃ οὐκ ἄν ποτε γένοιτο κακά· τὰ δὲ, ἐναντία τούτοις, ἀεὶ κακὰ, καὶ οὐκ ἄν ποτε γένοιτο καλά· οἷον ἀσέβεια, βλασφημία, ἀσέλ γεια, ὠμότης, ἀπανθρωπία, γαστριμαργία, καὶ ὅσα τοιαῦτα. Οὐ λέγω ὅτι ἄνθρωπος κακὸς οὐκ ἄν ποτε γένοιτο καλὸς, οὔτε καλὸς οὐκ ἄν ποτε γένοιτο κακός· ἀλλ' ὅτι αὐτὰ τὰ πράγματα οὐκ ἄν ποτε γένοιτο. Ταῦτα μὲν γὰρ εἴη ἐπὶ τῆς οἰκείας τάξεως, τά τε καλὰ, καὶ τὰ κακά· ὁ δὲ ἄνθρωπος, ὅταν μὲν ἐκεῖνα ἕλη ται, καλὸς, ὅταν δὲ ἐναντία, κακός. Οὐκοῦν τρεῖς αὗται μοῖραι· τὰ μὲν γὰρ καλὰ οὐκ ἂν γένοιτο κακὰ, οἷον σωφροσύνη, ἐλεημοσύνη, καὶ ὅσα τοιαῦτα· τὰ δὲ κακὰ οὐκ ἄν ποτε γένοιτο καλὰ, οἷον ἀσέλγεια, ἀπαν θρωπία, ὠμότης· τὰ δὲ ποτὲ μὲν τοῦτο, ποτὲ δὲ ἐκεῖνο γινόμενα, παρὰ τὴν γνώμην τῶν χρωμένων.

Ὁ πλοῦτος ποτὲ μὲν γὰρ εἰς πλεονεξίαν ὑπηρετεῖται. ποτὲ δὲ εἰς ἐλεημοσύνην· ἀλλὰ παρὰ τὴν γνώμην τοῦ χρωμένου. Πενία ποτὲ μὲν εἰς βλασφημίαν, ποτὲ δὲ εἰς εὐφημίαν καὶ φιλοσοφίαν ὑπηρετεῖται. Ἐπεὶ οὖν πολλοὶ