1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

3

καὶ τῷ πνεύματι ὁ υἱὸς καὶ συνυμνεῖται καὶ συνδοξάζεται. Τότε εἰς τὸν υἱὸν μόνον φαμὲν ὕμνον λέγεσθαι, ὅτε τὰ ἐνδεικτικὰ τῆς ὑποστάσεως αὐτοῦ λέγομεν, οἷον «ὁ υἱὸς τοῦ θεοῦ», «ὁ λόγος», ἡ σοφία τοῦ θεοῦ καὶ δύναμις, ὁ ἐκ πατρὸς γεννηθείς, ὁ σαρκωθείς, ὁ σταυρωθεὶς σαρκί, ὁ ἀναστάς, ὁ ἀνελθὼν εἰς οὐρανούς, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ πατρός, καὶ τὰ τοιαῦτα. Ὥσπερ οὖν ταῦτα ἐνδεικτικὰ τῆς μιᾶς ὑποστάσεως καὶ οὐδαμῶς ἐφ' ἑτέρας ὑποστάσεως ἢ ἐπὶ τοῦ κοινοῦ τῆς θεότητος χώραν ἔχει, οὕτω καὶ ὁ τρισάγιος ὕμνος ἐνδεικτικὸς ὢν τῶν τριῶν ὑποστάσεων ἐπὶ μιᾶς τῶν ὑποστάσεων χώραν οὐκ ἔχει. Ὥσπερ γὰρ ἑκάστην ὑπόστασιν τῆς ἀνθρωπότητος ἄνθρωπον λέγομεν, φαμὲν δὲ τὴν πολλοὺς ἀνθρώπους περιέχουσαν πόλιν πολυάνθρωπον, οὐ δυνάμεθα δὲ εἰπεῖν ἕκαστον ἄνθρωπον πολυάνθρωπον, οὕτω καὶ ἐπὶ τοῦ τρισαγίου ἑκάστην τῶν ὑποστάσεων ἅγιον λέγομεν, τρισάγιον δὲ τὴν τρισυπόστατον θεότητα, μίαν δὲ τῶν ὑποστάσεων τρισάγιον εἰπεῖν οὐ δυνάμεθα· καὶ ὥσπερ ἀριθμοῦντες ἕνα καὶ ἕνα καὶ ἕνα λέγομεν καὶ οὐ δυνάμεθα ἐφ' ἑκάστου λέγειν τρισάριθμον, οὕτω καὶ ἐπὶ τοῦ τρισαγίου· καὶ ὥσπερ φέγγος καὶ φέγγος καὶ φέγγος λέγομεν καὶ συνάψαντες τριφεγγὲς σέλας φαμέν, οὐ λέγομεν δὲ ἕκαστον τριφεγγές, οὕτω καὶ ἐπὶ τοῦ τρισαγίου. Πάντα μὲν ἑνιαίως καὶ ἁπλῶς καὶ ἀπολύτως τὰ ἐφ' ὅλης τῆς θεότητος λεγόμενα καὶ ἐφ' ἑκάστης τῶν ὑποστάσεων λέγονται, ὁ δὲ τρὶς ἀριθμὸς ἐπὶ τῆς ἁγίας τριάδος τῶν τριῶν ὑποστάσεών ἐστιν δηλωτικός. Καλῶς γὰρ ἔφη καὶ λίαν καιρίως ὁ θεοφόρος Ἐπιφάνιος, ὅτι «διὰ τί μὴ δὶς ἢ τετράκις τὸ "3ἅγιος"3 λέγει τὰ σεραφίμ, ἀλλὰ τρίς, εἰ μὴ ὅτι τὸν τῶν ὑποστάσεων ἀριθμὸν καταμηνύουσιν εἰς μίαν κυριότητά τε καὶ θεότητα ἑνούμενον;» «Ἅγιος ὁ θεὸς» καὶ πατήρ, ἐξ οὗ θεὸς ὁ υἱὸς καὶ θεὸς τὸ πνεῦμα τὸ ἅγιον, «ἅγιος ἰσχυρὸς» ὁ υἱὸς ἡ ἐνυπόστατος τοῦ θεοῦ δύναμις, «ἅγιος ἀθάνατος» τὸ πνεῦμα τὸ ἅγιον τὸ ζωοποιόν, καθώς φησιν ὁ ἀπόστολος· «Ὁ νόμος τοῦ πνεύματος τῆς ζωῆς.» Οὐχ ὅτι οὐκ ἔστι θεὸς ὁ υἱὸς ἢ τὸ πνεῦμα τὸ ἅγιον οὐδ' ὅτι οὐκ ἔστιν ἰσχυρὸς ὁ πατὴρ ἢ τὸ πνεῦμα τὸ ἅγιον οὐδ' ὅτι οὐκ ἔστιν ἀθάνατος ὁ πατὴρ ἢ ὁ υἱός, ἀλλά, καθὼς ὁ ἀπόστολος τὰς ὑποστάσεις δεῖξαι βουλόμενός φησιν· «Ἡμῖν δὲ εἷς θεὸς καὶ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα, καὶ ἓν πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πάντα», οὕτω κἀνταῦθα. Τοῦτο δὲ καὶ ∆αυὶδ προανεφώνησεν εἰπών· «Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρός σε, ὁ θεός.» Ἰδοὺ κοινῶς τὴν θεότητα εἰπὼν ἐπήγαγε καὶ τὰς ὑποστάσεις σημᾶναι βουλόμενος· «Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ἰσχυρόν, τὸν ζῶντα», τουτέστιν τὸν ἀθάνατον, τὸν ἀεὶ ζῶντα· ὁ γὰρ ἀεὶ ζῶν ἀθάνατος. Εἰπών· «Ἐπιποθεῖ ἡ ψυχή μου πρός σε, ὁ θεός», ἐσήμανεν τὴν μίαν θεότητα. Εἶτα εἰπών· «Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ἰσχυρόν, τὸν ζῶντα», τὸ τριαδικὸν τῶν ὑποστάσεων ἔδειξε. Καὶ πάλιν ἐπανῆλθεν εἰς τὸ ἑνιαῖον τῆς φύσεως· «Πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ θεοῦ;» 4 Εἰ δέ τις εἴποι, ὅτι πολλάκις καὶ ἐπὶ μιᾶς ὑποστάσεως λέγεται τὸ τρισόλβιος καὶ τριπόθητος καὶ τρισμακάριστος, γινωσκέτω, ὅτι τὸ τρεῖς, ὅτε μὲν διὰ τῆς ˉεˉι διφθόγγου γράφεται, τὸν τριαδικὸν ἀριθμὸν σημαίνει, ὅτε δὲ διὰ ψιλοῦ τοῦ ἰῶτα, ἀντὶ τοῦ πολλάκις τάττεται, ὥς φαμεν τρεῖς ἄνθρωποι καὶ «τρεῖς εἰσιν οἱ μαρτυροῦντες, τὸ ὕδωρ καὶ τὸ αἷμα καὶ τὸ πνεῦμα», καὶ τρὶς διὰ τοῦ ἰῶτα ἐπιρρηματικῶς ἀντὶ τοῦ πολλάκις, ὥς φησιν ὁ ἀπόστολος· «Περὶ τούτου τρὶς τὸν κύριον παρεκάλεσα,» ἀντὶ τοῦ πολλάκις. Ἰστέον δέ, ὅτι ἐπὶ τοῦ τριαδικοῦ ἀριθμοῦ, ὅταν ἐπιρρηματικῶς λέγηται, διὰ ψιλοῦ τοῦ ἰῶτα γράφεται, οἷον ἅπαξ καὶ δὶς καὶ τρὶς καὶ τετράκις. Καὶ ἐν τῇ συνθέσει δέ, εἴτε τὸν τριαδικόν, εἴτε τὸν πολὺ ἀριθμὸν σημαίνει, διὰ τοῦ ἰῶτα γράφεται· τριώνυμος ὁ τρία