1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

8

κατεκάλυπτον τὸ πρόσωπον καὶ ταῖς δυσὶ κατεκάλυπτον τοὺς πόδας καὶ ταῖς δυσὶν ἐπέταντο, καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον», τὸν ἐν τριττῇ μὲν ἀρχῇ, καταλήγοντα δὲ εἰς ἑνάδα καὶ εἰς κυριότητα μίαν ἁγιασμόν. Ἰδοὺ τρανῶς ἔφη, ὅτι «τὸν κύριον σαβαὼθ» ὑμνοῦντα, ὅς ἐστιν εἷς θεὸς ἐν τρισὶν ὑποστάσεσιν δοξαζόμενος, ἔλεγον τὸν ὕμνον, «τὸν ἐν τριττῇ μὲν ἀρχῇ», τουτέστι τὸν ἐν ἀρχῇ μὲν τριττὸν ὕμνον τῶν τριῶν ὑποστάσεων, «καταλήγοντα δὲ εἰς ἑνάδα καὶ εἰς κυριότητα μίαν ἁγιασμόν», τουτέστιν, ὅτι ἑνὰς οὐσίας καὶ μία κυριότης τῷ τρισσῷ ἁγιασμῷ δηλουμένη ἡ τριττὺς τῶν ὑποστάσεών ἐστιν. Ὥστε τὸ «ἅγιος, ἅγιος, ἅγιος» τῶν τριῶν ὑποστάσεών ἐστιν ἐνδεικτικόν, οὐ μιᾶς, τὸ δὲ «κύριος σαβαὼθ» τῆς μιᾶς θεότητος καὶ κυριότητος ἐμφαντικόν. 13 Ἔτι τοῦ αὐτοῦ Κυρίλλου Ἀλεξανδρείας ἀπὸ ἐνάτου λόγου περὶ τῆς ἐν πνεύματι προσκυνήσεως· Τὸ δὲ τῶν ἀνωτάτω δυνάμεων οἱονεί πως ἐντενές τε καὶ ἀκόρεστον εἰς θεοπτίαν ὑποφαίνειν ἔοικεν τὸ βλέπειν ἀεὶ τὰ χερουβὶμ ἐπὶ τὸ ἱλαστήριον ἐν τῷ τοιῷδε σχήματι. Γράφει δὲ καὶ ὁ προφήτης Ἡσαΐας λέγων· «Εἶδον τὸν κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ», καὶ ἓξ μὲν ἑκάστῳ πτέρυγας ἐκπεφυκέναι φησί, καλύπτειν δὲ αὐτὰς ταῖς μὲν δυσὶ τοὺς πόδας, ταῖς δὲ δυσὶ τὰ πρόσωπα, πετᾶσθαι δὲ ταῖς ἑτέραις. Καὶ μετὰ βραχέα· Τὸ ἱλαστήριον ἄρα Χριστός, ὃς καὶ ἐν σαρκὶ πεφηνὼς οὐδὲν ἧττόν ἐστι θεὸς καὶ κύριος φύσει τε καὶ ἀληθείᾳ, περιεστώσας ἐν κύκλῳ δουλοπρεπῶς, καὶ αὐτὸς ἔχων τὰς ἀνωτάτω δυνάμεις. Εἴ γε μὴ πεπήρωταί τις τὰς τοῦ νοῦ αἰσθήσεις, εἰδέναι ἔχοι τὸ «καὶ αὐτὸς» ἐνδεικτικὸν ὑπάρχειν τοῦ μὴ μόνον αὐτὸν ἔχειν κύκλῳ τὰς δυνάμεις ᾀδούσας μηδὲ μόνῳ ἀναπέμπεσθαι τὸν τρισάγιον ὕμνον. Τὸ γὰρ λέγειν «καὶ αὐτὸς» διὰ τοῦ «καὶ» συνδέσμου δηλοῖ, ὡς καὶ ὁ πατὴρ καὶ τὸ πνεῦμα· τὸ γὰρ «καὶ» προσθήκην δηλοῖ συναπτικὸς ὂν σύνδεσμος. Ὁμολογουμένως οὖν τοῦ πατρὸς ἔχοντος κύκλῳ τὰς δυνάμεις ᾀδούσας ἔφη, ὡς καὶ αὐτὸς ὁ Χριστὸς σὺν πατρὶ ἔχει τὰς αὐτὰς δυνάμεις κύκλῳ ᾀδούσας. Εἰ δὲ ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον κύκλῳ ἔχει τὰς δυνάμεις ᾀδούσας «ἅγιος, ἅγιος, ἅγιος», οὐ προσακτέον τῷ υἱῷ μόνῳ τὸν τρισάγιον ὕμνον ἐμφαντικώτατον ὄντα τῶν τριῶν ὑποστάσεων. Εἰ μὲν γὰρ ἅπαξ ἢ δὶς ἢ τετράκις ὕμνησαν τὸ «ἅγιος» τριῶν οὐσῶν τῶν ὑποστάσεων, καὶ ἐφ' ἑκάστης τῶν ὑποστάσεων μόνης ἐλέγομεν ἀναφέρεσθαι τὸν ὕμνον· τὰ γὰρ κοινὰ καθ' ἑκάστου τῶν μερικῶν φέρεται. Ἀλλ' ἐπειδὴ κατάλληλος ὁ τρισάγιος ὕμνος καὶ ἐνδεικτικὸς τῶν τριῶν ὑποστάσεων, ἀπρεπὲς τὸ τῶν τριῶν ἐνδεικτικὸν ἐφ' ἑνὸς λέγεσθαι. Εἰ γὰρ ἐφ' ἑνὸς λέγοιτο, οὐ τριῶν ὑποστάσεων ἐνδεικτικόν· εἰ δὲ τριῶν πάντως ἐνδεικτικόν, οὐκ ἐφ' ἑνὸς λεχθήσεται. 14 Ἔτι τοῦ ἁγίου Κυρίλλου ἐκ τοῦ πρὸς Ἑρμείαν τετάρτου λόγου, οὗ ἡ ἀρχή· Τὸν δὴ θεὸν ἐκ θεοῦ· Κἂν γοῦν ἐν ἰσότητι τεθέντος τοῖς ἀγγέλοις, ἀνθ' ὅτου δὴ οὖν ὁ μὲν πατρικοῖς ἐναγλαΐζεται θώκοις, καὶ συνεδρεύει τῷ πατρί, οἱ δὲ οἷον παρεστᾶσιν ἐν κύκλῳ τῆς ὑπ' αὐτῷ δουλείας οὐκ ἀτιμάζοντες τὸ μέτρον, καὶ ὁ μὲν ἔστι τε καὶ λέγεται κύριος σαβαώθ, οἱ δὲ ταῖς εἰς κυριότητα καταγεραίρουσιν εὐφημίαις πλήρη τε εἶναί φασι τὸν οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ; Ἆρα οὐ τὸ πεποιῆσθαι λέγειν τὸν ὧδε τεθαυμασμένον καὶ πρὸς τῶν ἐχόντων λῆξιν εὐκλείας τῆς ἀνωτάτω, οὐ ψυχρᾶς καὶ ἑώλου νόσημα φρενός. Καὶ τίς ἀντερεῖ, μὴ παρεστάναι τῷ υἱῷ τὰ σεραφὶμ ἢ μὴ συνευφημεῖσθαι τοῦτον τῷ πατρὶ καὶ τῷ πνεύματι καὶ σὺν πατρὶ καὶ πνεύματι τὸν ὕμνον δέχεσθαι καὶ ἅγιον εἶναι καὶ κύριον σαβαὼθ καὶ πλήρη εἶναι τὸν οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ; Ἀλλ' οὐχ ὁ ταῦτα λέγων μόνῳ τῷ υἱῷ τὸν τρισάγιον