1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

7

λόγου· Ἡ μακαρία ἐν γυναιξὶν ἡ τὸν λόγον ἐκ σοῦ σαρκωθέντα τεκοῦσα, λόγον τὸν τοῦ πατρὸς υἱόν, λόγον τὸν προαιώνιον θεόν, λόγον τὸν ἄναρχον καὶ ἀΐδιον, λόγον τὸν ὁμοούσιον τῆς ἀχωρίστου τριάδος, λόγον τὸν σὺν πατρὶ καὶ ἁγίῳ πνεύματι προσκυνούμενον, λόγον τὸν σύνθρονον τοῦ πατρός, λόγον τὸν ἐπὶ τῶν χερουβὶμ καθήμενον, λόγον, ὃν τὰ τετράμορφα ζῷα δοξολογοῦσι λέγοντα· «Ἅγιος, ἅγιος, ἅγιος, κύριος σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ.» Εἰ μὲν ἑτέρα ἡ δόξα αὐτοῦ παρὰ τὴν τοῦ πατρός, αὐτοῦ μόνου καὶ τὸν ὕμνον φήσομεν. Εἰ δὲ μία ἡ δοξολογία καὶ κοινὴ τῆς ἁγίας τριάδος, εἷς καὶ κοινὸς καὶ ὁ ὕμνος. «Ἅγιος γάρ, ἅγιος, ἅγιος» λέγοντα δοξολογοῦσι τὸν υἱόν, ἀλλ' οὐ τὸν υἱὸν μόνον, ἀλλ' ὡς ἕνα τῆς ἁγίας τριάδος, μέσον πατρός τε καὶ πνεύματος. 10 Εἶτα τοῦ Χρυσοστόμου εἰς τὸν εὐλογημένον, οὗ ἡ ἀρχή· Ἐκ θαυμάτων εἰς θαύματα· Σήμερον ὁ βασιλεὺς τῆς δόξης ἐπὶ γῆς προφητικῶς δοξάζεται καὶ κοινωνοὺς τῆς ἐπουρανίου εὐωχίας τοὺς γηγενεῖς ἀναδείκνυσιν, ἵνα δείξῃ, ὅτι αὐτός ἐστι κύριος ἀμφοτέρων ὡς ἑκατέρωθεν συμφώνως ἀνυμνούμενος. ∆ιὰ τοῦτο οἱ μὲν ἄνω τὴν ἐπὶ γῆς σωτηρίαν καταμηνύοντες ἔψαλλον· «Ἅγιος, ἅγιος, ἅγιος, κύριος σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ», οἱ δὲ κάτω τῇ ἐπουρανίῳ εὐφροσύνῃ συμπανηγυρίζοντες ἐκραύγαζον· «Ὡσαννὰ ἐν τοῖς ὑψίστοις», «ὡσαννὰ τῷ υἱῷ ∆αυίδ.» Καὶ τίς εἴποι εὐφρονῶν τὸ υἱὸν ∆αυὶδ κεχωρίσθαι τῆς τρισαγίου ὑμνολογίας; Εἷς γὰρ τῆς ἁγίας τριάδος συνδοξολογεῖται πατρὶ καὶ πνεύματι, ἀλλ' οὐ τὸ τρισάγιον εἰς αὐτὸν μόνον ἀναφέρεται. Οὐ γὰρ «ἅγιος, ἅγιος, ἅγιος» λέγοντα τὰ σεραφὶμ μόνον τὸν πατέρα ἢ μόνον τὸν υἱὸν ἢ μόνον τὸ πνεῦμα τὸ ἅγιον ἐσήμανεν, ἀλλὰ τὴν τρισυπόστατον θεότητα ὡς μίαν τρισάγιον κυριότητα. Ὁ αὐτὸς τοίνυν ἄνω μετὰ πατρὸς καὶ πνεύματος ἐδοξολογεῖτο τῶν σεραφὶμ αὐτὸν οὐ μόνον, ἀλλὰ σὺν τῷ πατρὶ καὶ τῷ πνεύματι ὑμνούντων καὶ βοώντων· «Ἅγιος, ἅγιος, ἅγιος.» Αὐτὸς καὶ ἐπὶ τῆς γῆς ἀνυμνείτω· «Ὡσαννὰ ἐν τοῖς ὑψίστοις», «ὡσαννὰ τῷ υἱῷ ∆αυίδ», μονονουχὶ διὰ τοῦ ὕμνου μία τῶν τῆς θεότητος ὑψίστων, εἰ καὶ υἱὸς ∆αυὶδ ἐχρημάτισεν, ἀποδεικνύμενος ὑποστάσεων. 11 Εἰ δὲ καὶ λέγοι ὁ θεοφόρος πατήρ, ὅτι «οἱ μὲν ἄνω τὴν ἐπὶ γῆς σωτηρίαν καταμηνύοντες ἔψαλλον», λίαν ἄριστα καὶ ἐνθεαστικώτατά φησιν. Ἴσμεν γάρ, ὡς ἀεὶ μὲν τῆς θείας δόξης πεπλήρωτο ὁ οὐρανός τε καὶ ἡ γῆ. Πάντα γὰρ τὰ ἔργα κυρίου εὐλογεῖ τὸν κύριον καὶ διηγεῖται τὴν δόξαν αὐτοῦ. Ἀλλ' ἐπεὶ ἐν οὐρανοῖς μὲν οἱ ἄγγελοι τὴν τοῦ ὄντος θεοῦ ἐπεγίνωσκον δόξαν, ἐξώκειλε δὲ ἡ ἀνθρωπίνη φύσις ἡ τῆς γῆς εἰληχυῖα τὴν οἴκησιν, καὶ ἠλλάξατο τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων, πεπληρῶσθαί φησιν ὁ θεοφόρος ἀνὴρ τὴν γῆν κατ' ἐπίγνωσιν τῶν τὴν γῆν κατοικούντων θείας δόξης, ὅπερ- καὶ οὐκ ἄλλο-τοῖς ἐπὶ γῆς σωτηρία γεγένηται. Ἡ δὲ θεία δόξα δῆλον, ὡς πατρός ἐστιν καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Οὕτω γὰρ καὶ ὁ ἀψευδὴς ἔφησε κύριος πρὸς τὸν πατέρα· «Πάτερ, τὸ ἔργον, ὃ ἔδωκάς μοι, ἐπλήρωσα· ἐφανέρωσά σου τὸ ὄνομα,» καὶ πάλιν· «Αὕτη ἐστὶν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν.» Οὕτως, ὥσπερ ἡ φύσις, οὕτω καὶ ἡ δόξα κοινὴ τῶν τριῶν τῆς θεότητος ὑποστάσεων. 12 Ἔτι τοῦ ἁγίου Κυρίλλου Ἀλεξανδρείας ἀπὸ ἕκτου λόγου τοῦ περὶ τῆς ἁγίας τριάδος, οὗ ἡ ἀρχή· Ἰσότητος μὲν οὖν· Ἡσαΐας μὲν οὖν ὁ θεσπέσιος οὐκ ἐν μείονι δόξῃ τεθεᾶσθαί φησι τὸν υἱόν. «Εἶδον» γάρ, ἔφη, «τὸν κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. Καὶ σεραφὶμ εἰστήκεισαν κύκλῳ αὐτοῦ· ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί, καὶ ταῖς μὲν δυσὶ