1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

5

θάνατον τοῦτον. «Θάνατος ἐν τούτῳ τῷ λέβητι.» 6 Εἰ δέ τις ἐρεῖ· Ὃ πολλῶν λεγόντων ἀκήκοα, ὅτι τίνος ἕνεκα «δόξα πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι» λέγοντες ἐπιλέγομεν πολλάκις «τῷ σταυρωθέντι βουλήσει καὶ ἐκ νεκρῶν ἀναστάντι» ἤ τι τοιουτότροπον ἕτερον, τὸ δὲ τρισάγιον λέγοντες μὴ ἐπενέγκωμεν τὸ «ὁ σταυρωθεὶς δι' ἡμᾶς», φήσομεν πρὸς αὐτόν, ὅτι τὰ ἔθη καὶ αἱ παραδόσεις τῆς ἐκκλησίας κρατείτωσαν. «Μὴ μέταιρε» γάρ, φησίν, «ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου.» Καὶ «πᾶν τὸ ἀρχαιότητι διαφέρον αἰδέσιμον,» ὁ μέγας Βασίλειος ἀπεφήνατο. Τῇ οὖν ἐκκλησίᾳ ἔθος ἐστὶν ἄνωθεν παραδεδομένον εἰς ῥητοῦ τάξιν λέγεσθαι τὸ «δόξα πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι». Ὥσπερ οὖν ῥητὸν λέγοντες ψαλμοῦ τυχὸν ἢ ᾠδῆς ἐπιλέγομεν πολλάκις τροπάριν μελῴδημα μὴ τῆς τοῦ ῥητοῦ διανοίας ἐχόμενον, οὕτως, ὅταν ἐν ῥητοῦ τάξει εἰς τὸ «δόξα πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι» λέγωμεν, ἐπιλέγομεν τροπάριν ἁρμόζον τῷ υἱῷ μόνῳ μὴ ἐχόμενον τῆς διανοίας ἢ τῆς συντάξεως τοῦ «δόξα πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι». Καὶ γὰρ τὸ μὲν «δόξα πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι» πρὸς δοτικὴν εἴρηται, τὸ δὲ μελῴδημα πολλάκις πρὸς γενικὴν ἢ αἰτιατικὴν ἢ εὐθεῖαν ἢ κλητικήν. Κἀντεῦθεν δῆλον, ὡς οὐ τῆς ἐννοίας ἔχεται τὸ μελῴδημα τοῦ «δόξα πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι». Ὅτε δὲ μόνον τὸ «δόξα πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι» οὐχ ὡς ἐν ῥητοῦ τάξει φαμέν, οὐδαμῶς τὸν σταυρὸν ἤ τι τῶν ἀφοριστικῶν τῆς τοῦ πατρὸς μόνης ἢ τοῦ υἱοῦ ἢ τοῦ ἁγίου πνεύματος ὑποστάσεως ἐπιλέγομεν. «Ἅγιος ὁ θεὸς» ὁ πατήρ, «ἅγιος ἰσχυρὸς» ὁ υἱὸς ὁ σαρκωθεὶς καὶ σταυρωθεὶς σαρκὶ καὶ ἀναστάς, «ἅγιος ἀθάνατος» τὸ πνεῦμα τὸ ἅγιον. Τὰς ὑποστάσεις εἰπὼν καὶ ἕνα θεὸν εἶναι τὰς τρεῖς ὑποστάσεις δεῖξαι βουλόμενος συνάπτω καὶ λέγω· «Ἐλέησον ἡμᾶς», ὥς φησιν ὁ θεὸς νομοθετῶν τῷ Μωσῇ· «Κύριος, ὁ θεός, κύριος εἷς ἐστι», καὶ τὰ σεραφὶμ «ἅγιος, ἅγιος, ἅγιος, κύριος σαβαώθ». Θεὸς ὁ πατήρ, θεὸς ὁ υἱός, θεὸς τὸ πνεῦμα τὸ ἅγιον, ἀλλ' εἷς θεός, ἔφησαν οἱ θεηγόροι πατέρες, καὶ ἅγιος ὁ πατὴρ καὶ ἅγιος ὁ υἱὸς καὶ ἅγιον τὸ πνεῦμα τὸ ἅγιον, ἀλλ' εἷς τὰ τρία ἅγιος, καὶ κύριος καὶ κύριος καὶ κύριος, ἀλλ' εἷς κύριος. Θεὸς δὲ καὶ θεὸς καὶ θεὸς ὁ πατὴρ ἢ θεὸς καὶ θεὸς καὶ θεὸς ὁ υἱὸς ἢ θεὸς καὶ θεὸς καὶ θεὸς τὸ πνεῦμα τὸ ἅγιον ἢ ἅγιος, ἅγιος, ἅγιος ἢ κύριος, κύριος, κύριος, ἐπὶ μιᾶς τῶν ὑποστάσεων οὐδείς πω τῶν ἐγκρίτων πατέρων ἡμῶν διηγόρευσεν. Ὥσπερ γὰρ τὴν τριάδα ἀδύνατον λέγειν μίαν ὑπόστασιν, οὕτως οὐδεμίαν τῶν ὑποστάσεων τριάδα λέγειν ὅσιον. Οὕτω καὶ ἐπὶ Πρόκλου τοῦ τρισμάκαρος ἐξ ἀποκαλύψεως θείας τὸν τρισάγιον ὕμνησαν ὕμνον «ἅγιος ὁ θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς», ὅτε τὸ παιδίον ἐκ μέσης τῆς πληθύος τῶν λιτανευόντων ἡρπάχθαι φασὶ καὶ μεμυῆσθαι τὸν ὕμνον ἐν ἀέρι γενόμενον ἔκ τινος ἀγγελικῆς δυνάμεως καὶ μαρτυρίαν τῆς τοῦ ὕμνου θειότητος γεγενῆσθαι τῆς ἐπαγωγῆς τὴν λώφησιν. Οὕτω δὲ καὶ ὁ θείῳ βεβακχευμένος πνεύματι τῶν ἑξακοσίων τριάκοντα θειότατος θίασος ὕμνησε. Καὶ τίς ἡ καινὴ καὶ κενὴ διδαχὴ αὕτη ἡ νῦν κυκῶσα τὸν τοῦ θεοῦ λεὼν καὶ ἀτάκτως διαταράττουσα; 7 Ἀλλ' ἐρεῖ τις αὖθις τυχόν· ∆ιὰ τί ὑπόστασιν καὶ ὑπόστασιν καὶ ὑπόστασιν λέγοντες τρεῖς ὑποστάσεις φαμέν, θεὸν δὲ καὶ θεὸν καὶ θεὸν λέγοντες οὐ τρεῖς θεοὺς λέγομεν; Πρὸς ὅπερ ἀποκρινούμεθα, ὅτι τὰ μερικὰ οὐ κοινοποιοῦνται, τὰ δὲ κοινά, εἰ καὶ ὑφ' ἑκάστου τῶν μερικῶν μετέχεται, ἀλλ' ἑνιαίως καὶ κοινῶς, καὶ ἑκάστη μὲν ὑπόστασις ἰδιαζόντως θεωρεῖται, οὐκ ἔστιν δὲ αὐτῶν κοινὴ μία ὑπόστασις. Ἡ δὲ θεότης καὶ ὁ ἁγιασμὸς καὶ ἡ κυριότης, εἰ καὶ ὑφ' ἑκάστης τῶν ὑποστάσεων μετέχεται, ἀλλὰ κοινὴ τῶν τριῶν ἐστιν ὑποστάσεων μία τυγχάνουσα. Οὐ γὰρ ἄλλη θεότης πατρὸς καὶ ἄλλη υἱοῦ καὶ ἄλλη ἁγίου πνεύματος οὐδὲ ἁγιασμὸς ἢ κυριότης, ἀλλὰ μία καὶ ἡ αὐτὴ