1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

13

τὸν τρισάγιον ὕμνον προσφέρομεν. Τὰ μὲν γὰρ σεραφὶμ ἀεὶ τῷ θεῷ παριστάμενα ἀκαταπαύστως τὴν τρισάγιον προσάγει δοξολογίαν, ἡμεῖς δέ, ἐπειδὴ ἐν ὡρισμέναις ὥραις τεταγμένον τὸν ὕμνον τῷ θεῷ ἀναπέμπομεν, οἰκείως καὶ προσφόρως τὸ τρισάγιον ἐκ τρίτου κοινῶς τῇ τριάδι προσνέμομεν. Καὶ ἐν πᾶσι δὲ τούτου χάριν τὸν τρισάριθμον τῶν λοιπῶν προτιμῶμεν, ὡς τῆς ἁγίας τριάδος ὄντα δηλωτικὸν καὶ ὡς ἐξ αὐτῆς τὴν πληρότητα καὶ τελειότητα κεκτημένον. Μονὰς γὰρ ἄποσος, δυὰς δὲ ἀρχὴ ἀριθμοῦ, τριὰς δὲ ἀριθμὸς τέλειος. Ἀλλ' οὐ διὰ τὸν ἀριθμὸν ἡ θεότης ἐν τριάδι, ἀλλὰ διὰ τὸ εἶναι τὴν θεότητα ἐν τριάδι ὁ τρεῖς ἀριθμὸς τέλειος. Μονὰς γὰρ ἀπ' ἀρχῆς εἰς δυάδα κινηθεῖσα μέχρι τριάδος ἔστη· ἀρχὴ γὰρ τῶν ὄντων καὶ αἰτία ὁ θεός. Ἐκ τῆς ἀρχῆς οὖν καὶ τῆς τῶν ὄντων αἰτίας ἔλαβεν ὁ ἀριθμὸς ταύτην τὴν δύναμιν, ὅτι, ὥσπερ ὁ πατὴρ γεννήτωρ υἱοῦ καὶ προβολεὺς πνεύματος, οὕτως καὶ ὁ ἀριθμὸς εἰς δυάδα ἐρχόμενος καὶ καταντῶν μέχρι τριάδος ἵσταται. ∆ιὸ καὶ ὁ ἑνικὸς ἀριθμὸς ὁ ἕνα σημαίνων, καὶ δυϊκὸς ὁ δύο σημαίνων, καὶ πληθυντικὸς ὁ τρεῖς σημαίνων, καὶ οὐκέτι ἕτερος χαρακτήρ. «Ὁ γὰρ ἄνθρωπος» λέγομεν ἐπὶ ἑνὸς ἀνθρώπου καὶ «τὼ ἀνθρώπω» ἐπὶ δύο καὶ «οἱ ἄνθρωποι» ἐπὶ τριῶν, καὶ ἐπὶ θεοῦ «μία ὑπόστασις» πατρός, «δύο ὑποστάσεις» πατρὸς καὶ υἱοῦ, «τρεῖς ὑποστάσεις» πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ἐπειδὴ ὑποστάσει διαφέρει ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὁμοίως καὶ τρεῖς ὑποστατικαὶ ἰδιότητες. Ἐν οἷς δὲ οὐ διαφέρει ὑπόστασις ὑποστάσεως, τουτέστιν ἐν τοῖς φυσικοῖς, οὐκ ἔστιν ἐπὶ θεοῦ πληθυντικῶς ἀριθμῆσαι, ἀλλ' ἐφ' ἑκάστης ὑποστάσεως μοναδικῶς τὰ φυσικὰ εἰπεῖν, καὶ συνάπτοντας δὲ μοναδικῶς πάλιν εἰπεῖν κοινῶς ἐπὶ τῶν τριῶν ὑποστάσεων τὰ φυσικά, καὶ θεὸς καὶ θεὸς καὶ θεός, ἀλλ' εἷς θεὸς καὶ οὐ τρεῖς θεοί, διότι ὁ θεὸς καὶ αἱ αὐτοῦ ἐνυπόστατοι δυνάμεις εἷς θεός· διὰ μὲν τὸ ἰδίαν ἔχειν ἕκαστον ὑπόστασιν ἕκαστον τέλειον θεὸν καθ' αὑτὸ λεγόμενον, ὅτι δὲ συναριθμοῦνται, οὐ τρεῖς θεοί, ἀλλ' εἷς θεός, διὰ τὸ δυνάμεις εἶναι τοῦ πατρὸς τὸν λόγον καὶ τὸ πνεῦμα. Πατὴρ ὁ πατὴρ καὶ οὐχ υἱός, οὐ γὰρ ἔκ τινος. Υἱὸς ὁ υἱός· ἐκ τοῦ πατρὸς γὰρ καὶ οὐ πατήρ, ἵνα εἷς ᾖ ὁ πατήρ. Πνεῦμα ἅγιον τὸ πνεῦμα τὸ ἅγιον· ἐκ τοῦ πατρὸς γὰρ διὰ τοῦ υἱοῦ καὶ λόγου προϊόν, οὐχ υἱϊκῶς δέ. Εἰ γὰρ πατρὸς υἱὸς ὁ υἱὸς καὶ υἱὸς τὸ πνεῦμα, ἕξει καὶ ἄλλους υἱοὺς καὶ τοῦτο ἐπ' ἄπειρον. Εἰ δὲ υἱὸς τοῦ υἱοῦ τὸ πνεῦμα, ἕξει καὶ τοῦτο υἱὸν κἀκεῖνο ἕτερον καὶ τοῦτο ἐπ' ἄπειρον, καὶ ἔσονται θεοὶ πολλοὶ καὶ κύριοι πολλοὶ καὶ δῆμος θεῶν καὶ οὐχ εἷς θεός· ἡμῖν δὲ εἷς θεὸς ὁ πατὴρ καὶ ὁ λόγος αὐτοῦ καὶ τὸ πνεῦμα αὐτοῦ. Λόγος δὲ ἐνυπόστατον γέννημα, διὸ καὶ υἱός· καὶ πνεῦμα ἐνυπόστατον ἐκπόρευμα καὶ πρόβλημα ἐκ πατρὸς μέν, υἱοῦ δὲ καὶ οὐκ ἐξ υἱοῦ, ὡς πνεῦμα στόματος θεοῦ λόγου ἐξαγγελτικόν. Πάντως δὲ καὶ τὸ στόμα οὐ μέλος σωματικὸν καὶ τὸ πνεῦμα οὐ πνοὴ λυομένη καὶ διαχεομένη. Ἀλλὰ ταῦτα ἄλλης πραγματείας χρῄζει. Τὸ δὲ νῦν ἔχον διευκρινήσαντες ὅση δύναμις καταπαύσωμεν τὸν λόγον. Οἶδα δέ, ὡς καὶ αὐτοὶ θείου πεπληρωμένοι πνεύματος τὰ λείποντα νόμῳ φιλίας ἀναπληρώσετε ἀδιαλείπτως ἡμῶν ὑπερευχόμενοι.