1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

12

διὰ τὸ ἑνικὸν τῆς φύσεως καὶ τὸ τριαδικὸν τῶν ὑποστάσεων. Καὶ ὁ μὲν ἑνικὸς ἀριθμὸς κατὰ τῶν τριῶν ὑποστάσεων φέρεται, θεὸς καὶ θεὸς καὶ θεός, ἀλλ' εἷς θεὸς καὶ οὐ τρεῖς θεοὶ ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, ἵνα μὴ πολυθεΐα νομισθῇ ἡ μοναρχία καὶ διαιρεθῇ ὁ εἷς καὶ ἀδιαίρετος θεὸς τῶν ἑαυτοῦ ἐνυποστάτων δυνάμεων. Θεὸς γὰρ καὶ ὁ τούτου λόγος καὶ τὸ πνεῦμα εἷς θεός, εἰ καὶ ἕκαστον τελεία ὑπόστασις διὰ τὸ ὑπερφυὲς τῆς θεότητος. Ὁ δὲ τριαδικὸς ἀριθμὸς κατὰ μιᾶς ὑποστάσεως οὐκ ἔστιν. Οὐ γὰρ τρισυπόστατος ἑκάστη ὑπόστασις, ἵνα διὰ τοῦ τρισσοῦ ἀριθμοῦ τὸ τρισυπόστατον δειχθῇ ἑκάστης ὑποστάσεως. Ἄπαγε, ἄπαγε. Οὐκ εὐσεβοῦς λογισμοῦ ταῦτα, ἀλλ' ἔξω νοῦ τοῦ καθήκοντος. 26 Ταῦτα, ὦ πάτερ θειότατε, στύλε καὶ ἑδραίωμα τῆς ἀληθείας, πᾶσι τοῖς πατράσι καὶ ἀδελφοῖς καὶ παντὶ τῷ τῆς ἐκκλησίας πληρώματι ἀναγνωσθῆναι ἐκλιπαροῦμεν, καὶ λόγῳ ἐπιεικείας παρακληθῆναι τὸν πατέρα ἡμῶν τὸν κῦριν ἀββᾶν Ἀναστάσιον, τὸν κλεινὸν καθηγεμόνα τῆς εὐαγοῦς μονῆς τοῦ θεοφόρου πατρὸς ἡμῶν Εὐθυμίου, παύσασθαι μὲν τῆς τοιαύτης ἐνστάσεως, σὺν ἡμῖν δὲ τοῖς θεολήπτοις πατράσι κατ' ἴχνος ἀκολουθοῦντα· «Ἅγιος», λέγειν, «ὁ θεὸς» καὶ πατήρ, «ἅγιος ἰσχυρὸς» ὁ υἱὸς τοῦ θεοῦ ὁ σαρκωθεὶς καὶ σταυρωθεὶς σαρκὶ δι' ἡμᾶς, «ἅγιος ἀθάνατος» τὸ πνεῦμα τὸ ἅγιον, ὁ εἷς κύριος σαβαώθ, «ἐλέησον ἡμᾶς», καὶ μήτε ἡμῶν κατηγορεῖν μήτε τοῦ τρισμάκαρος Ἰωάννου τοῦ πατριάρχου ὡς πεπεισμένων ἐπὶ μιᾶς τῶν θεαρχικῶν ὑποστάσεων λέγειν τὸν τρισάγιον ὕμνον. Πᾶς γάρ, ὅστις οὕτω φρονεῖ ἢ λέγει, κοινωνός ἐστι τῆς τοῦ κναφέως τοῦ βαναύσου σκαιότητος. Τίς γὰρ οἶδε τοῦ μακαριωτάτου Ἰωάννου τοῦ πατριάρχου νόημα ἐμοῦ πλέον; Οὐδείς. Ὅς, ἵνα τἀληθὲς εἴπω, οὐκ ἀνέπνευσε πνοὴν δογματικὴν πώποτε, ἣν ἐμοὶ ὡς μαθητῇ οὐκ ἀνέθετο. Τί μὴ ζῶντος καὶ φθεγγομένου τοῦ ἱεροῦ ἀνδρὸς ταῦτα περὶ αὐτοῦ λέλεκτο; Οὐκ ἔστι ταῦτα ἀλλ' ἢ σκήψεις τινὲς πλεῖστον ὅτι τὸ βέβαιον οὐκ ἔχουσαι. Μὴ δυσφημείτωσαν τὸν ζηλωτὴν καὶ πῦρ ὀρθοδοξίας πνεύσαντα, μόσχον φημὶ τὸν ἀοίδιμον, τὸν πάσης κενοφωνίας ἐξοριστὴν καὶ ἀναιρέτην, ὡς τῆς θεολογίας τοῖς ἱεροῖς κεκοινωνηκότα πατράσιν, ἀλλὰ τοῦτον τοῦ ζήλου ἀποδεχέσθωσαν καὶ ὡς ἱερὸν καὶ ἀοίδιμον εὐφημείτωσαν. Ὁ θεὸς ὁ τῆς εἰρήνης, πατὴρ Χριστοῦ τοῦ θεοῦ ἡμῶν- αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν-, ἐμπλήσει τὰς καρδίας ἡμῶν πνεύματος ἁγίου εἰς τὸ δοκιμάζειν τὰ διαφέροντα καὶ ἀπελάσει πᾶσαν πονηρὰν ἔνστασιν ἀφ' ἡμῶν εἰρηνοποιῶν τὴν ἁγίαν αὐτοῦ ἐκκλησίαν, ἣν ἐκτήσατο αὐτῷ ὁ ἀγαπητὸς αὐτοῦ υἱὸς Ἰησοῦς ὁ ὑπέρθεος τῷ τιμίῳ αὑτοῦ αἵματι. Εὔχου ὑπὲρ ἡμῶν, θεοτίμητε, ὡς θεοτίμητος. 27 Προσθετέον δὲ τῷ λόγῳ καὶ τάδε· Ἐν τῇ ἱερᾷ προσκομιδῇ τῆς τελετῆς τῶν θείων μυστηρίων μετὰ τὸ εἰπεῖν τὸν λαὸν τὸν τρισάγιον ὕμνον ὁ ἱερεὺς ὥσπερ ἑρμηνεύων τὸν ὕμνον φησίν· «Ἅγιος εἶ, βασιλεῦ τῶν αἰώνων, καὶ πάσης ἁγιωσύνης κύριος καὶ δοτήρ· ἅγιος καὶ ὁ μονογενής σου υἱός, δι' οὗ τὰ πάντα ἐποίησας· ἅγιον δὲ καὶ τὸ πνεῦμά σου τὸ πανάγιον, τὸ ἐρευνῶν τὰ πάντα καὶ τὰ βάθη σου τοῦ θεοῦ.» ∆ιὰ τί μὴ λέγει ἅγιος, ἅγιος, ἅγιος εἶ, βασιλεῦ τῶν αἰώνων, ἅγιος, ἅγιος, ἅγιος», ὁ μονογενής σου υἱός, ἀλλὰ κοινῶς μὲν τῇ τριάδι «ἅγιος, ἅγιος, ἅγιος», καθ' ἑκάστην δὲ τῶν ὑποστάσεων ἅπαξ τὸ ἅγιος; Καὶ ἐν τῇ ὑψώσει δὲ τοῦ ἄρτου τῆς εὐχαριστίας οὐ λέγομεν· Τρὶς ἅγιος ἢ τρὶς κύριος, ἀλλ'· «Εἷς ἅγιος, εἷς κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν θεοῦ πατρὸς σὺν ἁγίῳ πνεύματι, ᾧ ἡ δόξα.» 28 Ἐπειδὴ δὲ τὸν τρισάγιον ὕμνον ἐν ταῖς συνήθεσιν εὐχαῖς τρίτον φαμέν, ἄξιον καὶ περὶ τούτου διαλαβεῖν, ὅτιπερ οὐχ ἅπαξ τῷ πατρὶ καὶ οὐχ ἅπαξ τῷ υἱῷ καὶ οὐχ ἅπαξ τῷ ἁγίῳ πνεύματι τὸν τρισάγιον ὕμνον προσάγομεν, ἀλλὰ κοινῶς τῇ ἁγίᾳ τριάδι τρὶς