1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

11

Ἑρμείαν, οὗ ἡ ἀρχή· Πόνων ἀγαθῶν· Τί δέ, οὐχὶ καὶ αὐτοὺς τοὺς τοῦ θεοῦ λόγους πνεύματος εἶναί φησιν ἡ γραφή; Ἡσαΐας μὲν γὰρ ὁ θεσπέσιος τὴν ἐξαίσιον ἡμᾶς καὶ φρικωδεστάτην ἐκείνην θεοπτίαν ἀφηγούμενος· «Εἶδον», φησίν, «τὸν κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου», καὶ τὰ διὰ μέσου τούτοις ἐπενεγκών· «Ἤκουσα», φησίν, «κυρίου σαβαὼθ λέγοντος· Τίνα ἀποστείλω καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; Καὶ εἶπα· Ἰδοὺ ἐγώ, ἀπόστειλόν με. Καὶ εἶπε· Πορεύου καὶ εἶπον τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσητε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψητε καὶ οὐ μὴ ἴδητε.» Ἀλλ' ὁ μὲν θεσπέσιος Ἰωάννης περὶ τοῦ μονογενοῦς φησιν· «Ταῦτα εἶπεν Ἡσαΐας, ἡνίκα εἶδε τὴν δόξαν αὐτοῦ καὶ ἐλάλησε περὶ αὐτοῦ». Στέφανός γε μὴν ὁ σοφώτατος Ἰουδαίοις ἔφη προσλαλῶν· «Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ, ὑμεῖς ἀεὶ τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε ὡς οἱ πατέρες ὑμῶν.» Ἆρα οὐκ ἐναργὲς ἤδη πως, ὡς ἑτερότητι μὲν τῇ καθ' ὑπόστασιν ἰδικήν, τί μέν ἐστιν πατήρ, τί δὲ καὶ υἱός, τί δὲ δὴ καὶ τὸ πνεῦμα, εὖ μάλα διαγινώσκεται, συμβάσει γε μὴν τῇ πρὸς ἑνότητα φυσικὴν πάντα δὴ πάντων παρουσία τε καὶ λόγοι καὶ μέθεξις ἐνέργειά τε καὶ δόξα καὶ ὅσα τὴν θείαν κατακαλλύνει φύσιν; Τί δέ, οὐχὶ ἄρα γε καὶ ὁ μικρὸν γοῦν δογματικῆς γεγευμένος εἴσεται σαφῶς, ὡς ὁ τρισάγιος ὕμνος «ἑτερότητι μὲν τῇ καθ' ὑπόστασιν ἰδικήν», ὡς καὶ ὁ θεοφόρος ἔφη πατήρ, τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον δείκνυσι, «συμβάσει δὲ τῇ πρὸς ἑνότητα φυσικὴν» καὶ μοναρχίαν τὸ «κύριος». Ὁ γὰρ τρὶς ἀριθμὸς τριῶν ἐστι σημαντικός, ἑνὸς δὲ ἡ μονάς. Οὐκοῦν «ἅγιος, ἅγιος, ἅγιος» καὶ τρισάγιος, ὅτι τρεῖς ὑποστάσεις· «κύριος», ὅτι εἷς αἱ τρεῖς ὑποστάσεις θεός. Εἷς δὲ τὰ τρία θεός, ὅτι μία θεότης καὶ πρὸς ἓν τὰ ἐξ αὐτοῦ τὴν ἀναφορὰν ἔχει οὐκ ἐξισταμένων οὔτε μὴν συντιθεμένων ἢ συναλειφομένων τῶν ὑποστάσεων. 24 Τοῦ ἁγίου Γρηγορίου τοῦ Νύσσης ἐκ τοῦ κατ' Εὐνομίου πρώτου λόγου· Ὡσαύτως δὲ καὶ τὰ παρὰ τῷ Ἡσαΐᾳ σεραφίμ, παρ' ὧν ἐναργῶς τὸ τῆς τριάδος ἐκηρύχθη μυστήριον, ὅτε τὴν «ἅγιος» φωνὴν τὸ ἐν ἑκάστῳ τῶν ἐν τῇ τριάδι κάλλος καταπλησσόμενα θαυμαστικῶς ἐξεβόησεν. Ἰδοὺ δὴ σαφῶς ἔφη ὁ θεηγόρος πατήρ, διὰ τοῦ τρισαγίου ὕμνου «ἐναργῶς τὸ τῆς τριάδος κεκηρύχθαι μυστήριον» διὰ μὲν τοῦ τρὶς βεβοῆσθαι τὸ «ἅγιος» τὴν τῶν προσώπων τριάδα, διὰ δὲ τοῦ ἅπαξ κεκράχθαι τὸ «κύριος» τὸ ἑνιαῖον τῆς φύσεώς τε καὶ κυριότητος. 25 Καὶ ὁ ἅγιος δὲ καὶ θαυμαστὸς Ἐπιφάνιος ὧδέ πή φησιν ἐν τῷ ἐπιγεγραμμένῳ Ἀγκυρωτῷ λόγῳ· ∆ιὰ δὲ τῆς τριττῆς μαρτυρίας λάβωσι πνεῦμα ἅγιον καὶ πληρωθῶσι φανερῶν τῶν φωνῶν τῶν σεραφὶμ καὶ χερουβὶμ κραζόντων τρίτον τὸ «ἅγιος, ἅγιος, ἅγιος»· οὐ γὰρ διὰ δύο φωνῶν ἡ δοξολογία ἐν οὐρανῷ τελεῖται. Οὐδὲ τέταρτον ἐπιφωνοῦσι τὰ αὐτὰ ἅγια καὶ ἀόρατα καὶ πνευματικὰ ζῷα οὐδὲ τετάρτην φωνὴν ἀποδίδωσι τὰ αὐτὰ οὐδὲ μίαν μόνην, ἀλλὰ τρεῖς φωνὰς ἑνικὰς τὸ «ἅγιος, ἅγιος, ἅγιος» καὶ οὐ λέγουσιν ἅγιοι, ἅγιοι, ἅγιοι, ἵνα μὴ τὸ ἑνικὸν πολυώνυμον ἀποφήνωσι μηδὲ τῶν τριῶν τὸ τρισάριθμον ἀποκρύψωσιν, ἀλλὰ τρὶς μὲν διδόασι τὴν ἁγιστείαν, μονοειδῶς δὲ ἑνικῶς ἀποφθέγγονται τὸν λόγον, ἵνα μὴ πολυθεΐαν ὀνομάσωσιν. Ἀπήλλαξεν ἡμᾶς ὁ θεοφάντωρ οὗτος πατὴρ περὶ τῶν πραγμάτων ἀριδήλως ἀποφηνάμενος, ὡς οὐ διὰ δύο φωνῶν ἡ δοξολογία ἐν οὐρανῷ τελεῖται οὐδὲ μιᾶς ἢ τετάρτης φωνῆς, ἀλλὰ τριῶν καὶ αὐτῶν ἑνικῶν. Τίνος ἕνεκα; Ὅτι οὐ μιᾶς ὑποστάσεως ἐνδεικτικὸς ὁ ὕμνος, ἀλλὰ τῶν τριῶν. Ὥσπερ οὖν οὐ διὰ δύο φωνῶν ἢ τεττάρων ὁ ὕμνος ἐκτελεῖται, ἀλλὰ διὰ τριῶν διὰ τὸ τρισσὸν τῶν ὑποστάσεων, οὕτω τῶν τριῶν ὑποστάσεων ἐνδεικτικὸς ὢν ὁ τρισάγιος ὕμνος ἐπὶ μιᾶς τῶν ὑποστάσεων λέγεσθαι χώραν οὐκ ἔχει. Ἀδύνατον οὖν, ὡς ἔφην ἀνωτέρω, ὡρισμένον ἀριθμὸν ἐπὶ θεοῦ λέγειν εἰ μὴ τὸν ἑνικὸν καὶ τὸν τριαδικὸν