1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

9

ἀνατίθησιν ὕμνον· ὥσπερ εἴ τις ὑμνήσοι τὴν δωδεκάδα τῶν θείων ἀποστόλων λέγων αὐτὴν δωδεκάχορδον λύραν τοῦ πνεύματος οὐδένα μὲν τῶν ἀποστόλων ἀφῆκεν ἀγέραστον-ἕκαστος γὰρ μία χορδὴ τοῦ πνεύματος εἴρηται-, οὐκ εἰς ἕκαστον δὲ μόνον ὁ ὕμνος ἀναφέρεται-οὐ γὰρ ὁ Πέτρος μόνος δωδεκάχορδος λύρα τοῦ πνεύματος οὐδὲ μὴν Ἀνδρέας, ἀλλ' ἡ δωδεκὰς ἅπασα, κἄν τις ὑμνῶν τὸν Πέτρον τυχὸν ἐρεῖ μὲν τὸν ὕμνον, ἀλλ' οὐκ αὐτὸν μόνον ὁ ὕμνος αἰνίξοιτο, ἀλλὰ συνυμνήσοι σὺν αὐτῷ ἅπαντα τὸν τῶν ἀποστόλων χορόν· εἰ δέ γε εἴποι· Ἡ τῶν ἀποστόλων δωδεκάχορδος λύρα ὁ ἐκ Βηθσαϊδὰ Ἰωνᾶ υἱὸς ὁ ἐν Ῥώμῃ μαρτυρήσας ἐπὶ Νέρωνος, ψεύστην ἑαυτὸν ἀποδείξειεν-, οὕτως, εἴ τις εἴποι· Ἅγιος, ἅγιος, ἅγιος, ὁ σταυρωθεὶς δι' ἡμᾶς, βλάσφημος ἀποφανθήσεται, ὁμοίως καὶ ὁ φάσκων· Τρισάγιος ὁ σταυρωθεὶς δι' ἡμᾶς. 15 Ἔτι τοῦ αὐτοῦ Κυρίλλου ἀπὸ τοῦ πέμπτου λόγου τοῦ πρὸς Ἑρμείαν, οὗ ἡ ἀρχή· Εἶεν ἐκ παντὸς ἡμῖν· Καὶ μὴν ἐν κύκλῳ τὸν ὑπερφυᾶ τε καὶ ἐπηρμένον περιεστᾶσι θρόνον δοξολογοῦντα τὰ σεραφὶμ ἅγιόν τε αὐτὸν καὶ μὴν ὅτι καὶ κύριον τῶν δυνάμεων ὀνομάζοντα πλήρη τε εἶναι λέγοντα τὸν οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ. Ὁ δὲ δὴ κατάρχων ἐν ἴσῳ τῶν ὅλων ἰσόχειρ τε καὶ ἰσοσθενὴς τῷ πατρὶ καὶ οὐ μεῖον εὐκλεής· ἔμπλεα γὰρ τὰ πάντα τῆς δόξης αὐτοῦ. Καὶ ταῦτα τῆς προτέρας ἐννοίας ἔχεσθαί φαμεν ἀληθῆ λέγοντες. 16 Ἔτι τοῦ αὐτοῦ ἀπὸ τοῦ προγεγραμμένου λόγου· Ἀλλ' εἴπερ ἦν ἀκλεὴς καὶ τοῦ προσκυνεῖσθαι μακράν, τί μαθόντα τὰ σεραφὶμ ἐν τῷ τῆς θεότητος θώκῳ καθιζάνοντα τὸν υἱὸν κύκλῳ περιεστᾶσιν ὕμνοις καὶ δοξολογίαις καταγεραίροντα, καὶ κύριον σαβαὼθ ὀνομάζοντα πλήρη τε εἶναι λέγοντα τόν τε οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ; Ἴσμεν ταῦτα καὶ ἡμεῖς καὶ σύμφαμεν, ἀλλ' οὐ ταῦτα τὸν υἱὸν τρισάγιον νομοθετεῖ. 17 Τοῦ μακαρίου Πρόκλου Κωνσταντινουπόλεως ἐκ τοῦ λόγου τοῦ εἰς τὴν ἁγίαν θεοτόκον· Ἐπὶ σταυροῦ ἐπήγνυτο καὶ ὁ θρόνος αὐτοῦ ἐν οὐρανοῖς οὐκ ἐγυμνοῦτο, ἐν τάφῳ κατεκλείετο καὶ τὸν οὐρανὸν ἐξέτεινεν ὡσεὶ δέρριν, ἐν νεκροῖς ἐλογίζετο καὶ τὸν ᾅδην ἐσκύλευσε, κάτω πλάνος ἐσυκοφαντεῖτο καὶ ἄνω «ἅγιος, ἅγιος, ἅγιος» ἐδοξολογεῖτο. Ἐγὼ μὲν οὖν καὶ ἐν μιᾷ καὶ ἐν δυσὶ καὶ πλείοσι παλαιαῖς βίβλοις ἅπαξ τὸ ἅγιος ἀνέγνων τὸν ἱερώτατον Πρόκλον λέγοντα. Εἰ δὲ καὶ τρὶς αὐτὸν φάναι τὸ ἅγιος δώσομεν, τῆς αὐτῆς ἐννοίας ἔχεται τοῖς προγεγραμμένοις, ὅτιπερ ὡς εἷς τῆς ἁγίας τριάδος συνδοξολογεῖται πατρὶ καὶ πνεύματι τῶν σεραφὶμ βοώντων· «Ἅγιος, ἅγιος, ἅγιος, κύριος σαβαώθ.» 18 Τοῦ αὐτοῦ ἁγίου Πρόκλου ἐκ τοῦ ἐγκωμίου τοῦ εἰς τὴν ἁγίαν θεοτόκον, οὗ ἡ ἀρχή· Πᾶσαι μὲν αἱ μαρτυρίαι καὶ πανηγύρεις· Οὐδὲν τοίνυν ἐν βίῳ οἷον ἡ θεοτόκος Μαρία. Περίελθε, ὦ ἄνθρωπε, πᾶσαν τὴν κτίσιν τῷ λογισμῷ καὶ βλέπε, εἰ ἔστιν ἴσον ἢ μεῖζον τῆς ἁγίας θεοτόκου. Περινόστησον τὴν γῆν, περίβλεψαι τὴν θάλασσαν, πολυπραγμόνησον τὸν ἀέρα, τοὺς οὐρανοὺς τῇ διανοίᾳ ἐρεύνησον, τὰς ἀοράτους πάσας δυνάμεις ἐνθυμήθητι καὶ βλέπε, εἰ ἔστιν τοιοῦτον θαῦμα ἐν πάσῃ τῇ κτίσει. Οὐρανοὶ μὲν γὰρ δόξαν διηγοῦνται θεοῦ, ἄγγελοι λειτουργοῦσι μετὰ φόβου, ἀρχάγγελοι προσκυνοῦσι μετὰ τρόμου, τὰ χερουβὶμ μὴ φέροντα φρίττει, τὰ σεραφὶμ οὐ πλησιάζουσι περιιπτάμενα καὶ κεκραγότα τρόμῳ· «Ἅγιος, ἅγιος, ἅγιος· πλήρης ἡ γῆ τῆς αἰνέσεως αὐτοῦ.» Καὶ τοῦτο δῆλον, ὡς τῆς τῶν προτέρων ἐννοίας ἤρτηται, ἀλλ' ἀκουέτωσαν οἱ ταῦτα προφέροντες καὶ ἐπιγινωσκέτωσαν. Πέπεισμαι δέ, ὡς ἐπιγνώσονται καὶ τὴν περὶ τούτων φωτισθήσονται πληροφορίαν, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν αὐτοῖς. 19 Τοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ περὶ σαρκώσεως καὶ τριάδος λόγου, οὗ ἡ ἀρχή·