Σολομῶντος· τὴν δοκοῦσαν ἀπόλλυσι σοφίαν, οὐ τὴν ἀληθῆ. Πῶς δὲ καὶ Ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν θεόν; ἡ σοφία τοῦ θεοῦ ἐν νόμῳ καὶ προφήταις ἐστίν· ὁ κόσμος οὐκ ἔγνω ἐν νόμῳ καὶ προφήταις κηρυσσόμενον τὸν Χριστόν. διὰ τοῦτο ἐπὶ υντελείᾳ τῶν αἰώνων ἔπεμψεν Ἰησοῦν Χριστὸν σταυρωθησόμενον ὑπὲρ <τοῦ> γένους τῶν ἀνθρώπων, ἵνα τῇ μωρίᾳ τοῦ κηρύγματος πιστεύσωσιν οἱ πιστεύσαντες εἰς Ἰησοῦν Χριστὸν ἐσταυρωμένον. Προσέθηκε δὲ τ<ῷ> Οὐ πολλοὶ σοφοὶ τὸ κατὰ σάρκα, εἰδὼς ὅτι τῶν σοφῶν εἰσὶ διαφοραί, καὶ οἱ μέν εἰσι σοφοὶ κατὰ σάρκα οἱ δὲ κατὰ πνεῦμα· καὶ κατὰ σάρκα εἰσὶ σοφοὶ οἱ λεξείδια μόνα μεμελετηκότες καὶ καλλωπίζοντες ὅ τι ποτ' οὖν ὡς ἀλήθειαν οὐκ ὂν ἀλήθειαν. ὅμως δὲ καὶ οὐδὲ οὕτως ἀπέκλεισε τοὺς κατὰ σάρκα σοφοὺς ἀπὸ τῆς πίστεως· οὐ γὰρ εἶπεν Οὐδεὶς σοφὸς κατὰ σάρκα προσέρχεται τῷ λόγῳ, ἀλλ' ὅτι σφόδρα ὀλίγοι. δυνατοὶ δὲ κατὰ σάρκα εἰσὶν οἱ τὰς ἐξουσίας ἔχοντες· κατὰ πνεῦμα δὲ νοήσεις, ἐὰν ἴδῃς τὸν Σωτῆρα τίνα τρόπον οὐκ ἦν μὲν δυνατὸς κατὰ σάρκα· προεδόθη γοῦν καὶ ἐταυρώθη ἐξ ἀθενεία· ἦν δὲ δυνατὸς κατὰ πνεῦμα, πᾶαν νόον καὶ πᾶαν μαλακίαν ἐν τῷ λαῷ θεραπεύων. οὕτω τὰ κατὰ τοὺς ἀποστόλους ὅρα, τίνα τρόπον ἦσαν δυνατοὶ κατὰ πνεῦμα. ἔστιν δυνατὸς κατὰ πνεῦμα καὶ ὁ κατὰ τὸ πνεῦμα βιοὺς καὶ πνεύματι τὰ πράξει τοῦ ώματο θανατῶν. ὁμοίως καὶ ἐπὶ τῶν εὐγενῶν νοήσεις· εὐγενεῖς κατὰ σάρκα εἰσὶν οἱ ἐκ πατέρων πλουσίων καὶ ἐνδόξων· κατὰ δὲ πνεῦμα εὐγενεῖς εἰσὶν οἱ υἱοὶ τοῦ θεοῦ περὶ ὧν γέγραπται Ὅοι δὲ ἔλαβον αὐτὸν ἔδωκεν αὐτοῖ ἐξουίαν τέκνα θεοῦ γενέθαι. Τίνα οὖν ἐξελέξατο ὁ θεός; οὐχ ἁπλῶς τὰ μωρά, ἀλλὰ μετὰ προσθήκης τῆς τοῦ κόσμου· ἡμεῖς οἱ πιστεύοντες μωροί ἐσμεν ὡς πρὸς τὸν κόσμον. γελῶσιν οὖν ἡμᾶς μωροὺς λέγοντες «Χριστιανοὶ λέγουσιν ἀνάστασιν νεκρῶν καὶ ὅτι ζῶμεν μετὰ θάνατον καὶ ὅτι Ἰησοῦς ὃν ἐσταύρωσαν Ἰουδαῖοι ἐκ παρθένου γεγέννηται,» καὶ ὅσα τοιαῦτα. ἐκεῖνοι οὖν γελασάτωσαν ἡμᾶς καὶ μωροὺς λεγέτωσαν· ψυχικὸ γὰρ ἄνθρωπο οὐ δέχεται τὰ τοῦ πνεύματο· μωρία γὰρ αὐτῷ ἐτίν. τὰ μωρὰ οὖν τοῦ κόσμου ἐξελέξατο ὁ θεός, ἵνα καταισχύνῃ τοὺς σοφούς. οὐχ ἁπλῶς τοὺς σοφούς, ἀλλὰ κατὰ κοινοῦ τοῦ κόσμου· ἵνα εἴπῃ τὰ τοῦ κόσμου μωρὰ ἐξελέξατο ὁ θεός, ἵνα καταισχύνῃ τοὺς σοφοὺς τοῦ κόσμου· ἀληθῶς γὰρ καταισχύνονται οἱ σοφοὶ τοῦ κόσμου, ὅταν αὐτοὶ μὲν προσ κυνῶσιν εἰδώλοις οἱ δὲ ἀγράμματοι καὶ ἰδιῶται ἀποθνήσκωσιν ὑπὲρ τοῦ μὴ εἰδωλολατρῆσαι. Καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ θεός· πάλιν ἐνταῦθα μετὰ προσθήκης τῆς τοῦ κόσμου. τί γὰρ εὐγενέστερον ψυχῆς κατα λειπούσης τὰ εἴδωλα καὶ λεγούσης Ὡ ψευδῆ ἐκτήαντο οἱ πατέρε ἡμῶν εἴδωλα καὶ οὐκ ἔτιν ἐν αὐτοῖς ὑετίζων. τὰ ἀγενῆ οὖν τοῦ κόσμου εὐγενῆ δὲ τοῦ θεοῦ ἐξελέξατο ὁ θεός· μόνον κατορθώσωμεν ἐξ οὗ θεῷ οὐκ ἐξουδενωθησόμεθα, περὶ οὗ γέγραπται ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενο. Καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ· τὰ μὴ ὄντα ὠνόμασε τὰ μωρὰ τοῦ κόσμου, τὰ ἀσθενῆ, τὰ ἀγενῆ, τὰ ἐξουθενημένα· τὰ ὄντα τοὺς εὐγενεῖς τοῦ κόσμου· ἐν γὰρ τῷ κόσμῳ οὗτοι εἰσὶ τινές, οὔκ ἐσμεν ἡμεῖς, καταπονού μενοι ὑπὸ πάντων καὶ καταφρονούμενοι. τὰ μὴ ὄντα νῦν ἐξελέξατο ὁ θεός, ἵνα τὰ ὄντα καταργήσῃ, ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ καὶ εἴπῃ ∆ιὰ τοῦτο ἐξελέχθην ὅτι εὐγενής εἰμι. ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστὲ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις· διὰ τοῦτο γὰρ ταῦτα πάντα ἡμῖν ἐστὶ Χριστός, ἵνα τὸ γεγραμμένον γένηται Ὁ καυχώμενος ἐν κυρίῳ καυχάσθω. εἰ γὰρ ὁ καυχώμενος ἐν σοφίᾳ ὀφείλει καυχᾶσθαι, Χριστὸς δὲ ἡ σοφία, δῆλον ὅτι ὁ καυχώμενος ἐν Χριστῷ καυχᾶται· καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως, ἁγια σμοῦ τέ φημι καὶ δικαιοσύνης. 9 ii 4-7 [καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πιθοῖς σοφίας λόγοις, ἀλλ' ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως, ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων ἀλλ' ἐν δυνάμει θεοῦ. σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου