Fragmenta ex commentariis in epistulam i ad Corinthios 1I Cor. i 2 [τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, κλητοῖς ἁγίο

 μαρτύρων εἰς Χριστὸν διὰ τοῦ θανάτου αὐτῶν ἐκεῖνος ὁ ἄρχων ἐστὶ τῶν μαρτύρων. τοῦτο μὲν τὸ μαρτύριον χριστοῦ παρ' οἷς μὲν βέβαιόν ἐστι, παρ' οἷς δὲ οὐ

 θαυμαστὸν εἰ, ὅλου τοῦ κόσμου λοιμώττοντος τῇ πλάνῃ, ὑπὲρ τοῦ λοιμοῦ τοῦ ἀληθινοῦ ἐχρῆν ἕνα ἀποθανεῖν ὑπὲρ τοῦ καταλύσαι τὸν τῆς ἀγνοίας καὶ τοῦ σκότο

 Σολομῶντος· τὴν δοκοῦσαν ἀπόλλυσι σοφίαν, οὐ τὴν ἀληθῆ. Πῶς δὲ καὶ Ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν θεόν; ἡ σοφία τοῦ θεοῦ ἐν

 τῶν καταργου μένων. ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν· ἣν οὐδεὶς τῶν ἀρχόν

 σοφίαι πᾶσαι τοῦ κόσμου τούτου λόγοι εἰσὶ διδακτοὶ ἀνθρώπων, ἃ μανθάνει τις καθ' ἕκαστον τῶν λογικῶν τεχνῶν· τὰ δὲ διδακτὰ τοῦ πνεύματος οὐ διδάσκει·

 πνευματικοῦ. καὶ ταῦτα τολμῶ λέγειν πειθόμενος ταῖς γραφαῖς· οὐ γὰρ εἶπεν πᾶσαν πνευματικὴν τροφὴν ἀληθῆ εἶναι βρῶιν, λέγων ἡ άρξ μου ἀληθή ἐτι βρῶι.

 τὴν ἄκαρπον υκῆν. πᾶν γὰρ δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰ πῦρ βάλλεται. ἐπέχωμεν μὴ λεχθῇ περὶ ἡμῶν ἔμεινα ἵνα ποιήσῃ ταφυλήν, ἐποίηε

 Ἰουδαίᾳ οἱ ἀπόστολοι ἔθηκαν, ἐν δὲ τοῖς ἔθνεσιν ὁ ἀπότολο τῶν ἐθνῶν καὶ ὁ συνεργὸς αὐτοῦ Βαρνάβας· δεξιὰ γὰρ ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνία, ἵνα ἡμε

 υναρμολογουμένη εἰ ναὸν ἅγιον ἐν κυρίῳ. ∆ύναται δὲ καὶ ἕκαστος ἡμῶν καθ' ἑαυτὸν εἶναι ναὸς ἑτέρῳ λόγῳ· εἰ γὰρ ναός ἐστιν ὁ ἔχων δόξαν θεοῦ, πᾶς ὁ ἔχων

 τὰ ἐνεστῶτα δὲ ἡμῶν ἐστιν· ὅτι συναγόμεθα ἐν τῷ ἐνεστῶτι αἰῶνι, ὅτι ἀκούομεν γραφῶν ἱερῶν, ὅτι εὐχόμεθα. τὰ δὲ μέλλοντα· ὅταν γὰρ ἔλθῃ τὸ τέλειον, τότ

 φησι Γέγονα ἄφρων· ὑμεῖ με ἠναγκάατε· τοιοῦ τόν τι καὶ ἐνθάδε νοήσας λέγει. ἔστι τις ἀνθρωπίνη ἡμέρα, καὶ ἔστι τις θεία ἡμέρα, περὶ ἧς γέγραπται μυρία

 κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. ∆ύο δὲ λεγομένων πραγμάτων ὀφείλει τις εἶναι τούτων διαφορά· ἃ μὲν γὰρ ὠνόμασε κρυπτὰ σκότους

 οὐκ ἔλαβες; ἐπὶ τίνι δὲ μέγα φρονεῖς; ἐπ' εὐγλωττίᾳ; ἀλλ' ὁ θεός σοι ταύτην κεχάρισται. ἀλλ' ἐπὶ γνώσει; καὶ τοῦτο θεῖον τὸ δῶρον. ἀλλ' ἐπὶ θαυματουργ

 πάντε μαρτυρηθέντε διὰ τῆ πίτεω οὐκ ἐκομίαντο τὴν ἐπαγγελίαν, τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶ ἡμῶν τελειωθῶιν. διὰ τοῦτο φησ

 ἀληθῶς φρόνιμοι ἐν Χριστῷ, ἀλλὰ ταῦτα λέγων εἰρωνικῶς προέτρεπεν αὐτοὺς γενέσθαι φρονίμους ἐν Χριστῷ. Ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι· οὐκέτι προσέθηκε

 ἐν τῷ τὴν ῥάβδον ἔχοντι, καὶ οὐ δείκνυσι τὴν ἀγάπην ἐν τῇ ἀποτομίᾳ τῆς ἐπιπλήξεως. εἶτα τὴν αἰτίαν τῆς τοιαύτης πεύσεως ἐπιφέρει λέγων Ὅλως ἀκούεται ἐ

 διτάλαντον τοῦ ἀργυρίου καὶ ἔλαβε τὰς τολὰ ἀπὸ Νεμὰν τοῦ Σύρου; ἆρ' οὖν Ἐλισσαῖος μὲν ταύτην τὴν χάριν εἶχεν, Παῦλος δὲ ὁ τοῦ Χριστοῦ ἀπό στολος ὁ ζηλ

 ἄφεσιν μὲν οὐκ ἔχει ἁμαρτη μάτων δύναται δὲ τὴν ἁμαρτίαν ἐπικαλύψαι. Μακάριοι γάρ φησιν ὧν ἀφέ θηαν αἱ ἁμαρτίαι, τῶν ἀπὸ τῶν ἐθνῶν προσελθόντων· καὶ ὧ

 ἐκκλησίᾳ· καὶ ἔσται ψόγος τῶν κρινομένων ὅτε δέονται καὶ τῶν ἐξουθενημένων μᾶλλον ἢ τῶν σοφῶν· ὁ μὲν γὰρ τῷ λόγῳ ἀκολουθῶν, εἰ καὶ δεῖται κριτοῦ, δεῖτ

 ὑπό τινος.] [Ὠριγένους] Ὑπεράνω δεῖ εἶναι ὧν ἔλαβον ἐξουσίαν· ἃ καὶ ποιήσαντες οὐχ ἁμαρτησόμεθα. οὕτω γὰρ <οἱ> φιλοτιμότερον πολιτευόμενοι πολιτεύοντα

 πνεύ ματός ἐστιν, οὗ ἔχετε ἀπὸ <τοῦ> θεοῦ; καὶ οὐκ ἐστὲ ἑαυτῶν, ἠγοράσθητε γὰρ τιμῆς. δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν.] [Ὠριγένους] Καλῶς ἀνθυπ

 ἐν τοῖς ἔργοις τοῦ γάμου ἢ τῇ προφάσει τοῦ ἑνὸς τὸν ἕτερον ἐκπεσεῖν τῆς ἐλπίδος τῆς ἐν Χριστῷ· πῶς γὰρ καὶ σωθήσεται ἔνοχος ὢν τῷ θανάτῳ τῆς γυναικός;

 6] καὶ πάλιν, φησίν, ἐπὶ τὸ αὐτὸ ἦτε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν. τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ' ἐπιταγήν. Πανταχοῦ ἀν

 αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ. τοῦτο δὲ δεύτερον καλόν ἐστιν· ἔστι γὰρ πρῶτον τούτου ἄλλο καλόν· καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι. ποῖον δεύτερον καλό

 χρόνον ζῇ ὁ ἀνήρ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐτὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν κυρίῳ. οὐκ ἀκούομεν τοῦ μόνον ἐν κυρίῳ, ἀλλὰ τὸ ἐλευθέρα ἐτὶν ᾧ θέλ

 σῶζον; Τήρησις ἐντολῶν θεοῦ. πᾶς γὰρ ὃ ἐὰν μίαν τῶν ἐντολῶν τούτων λύῃ τῶν ἐλαχίτων καὶ διδάξει οὕτω τοὺ ἀνθρώπου, οὐκ εἶπεν Οὐκ εἰσελεύσεται εἰς τὴν

 ἐπέταξεν, ἀλλ' αὐτεξούσιον εἴασεν. Γνώμην οὖν, φησὶν ὁ ἀπόστολος, δίδωμι, καὶ ἵνα παραστήσῃ ὅτι κύριος ἐν αὐτῷ λέγει εἶπεν ὡς ἠλεημένος ὑπὸ κυρίου πισ

 ἵνα κἂν γνῶσίν τις ἐπαγ γελλόμενος φάσκῃ μὴ βλάπτεσθαι ἀπὸ τῆς τῶν εἰδωλοθύτων χρήσεως αἰτία δὲ ἑτέροις βλάβης γίνηται, ὀφείλει πεφροντικέναι τοῦ πέλα

 ἀκουόντων Ἐπείνων καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν καὶ τὰ ἑξῆς. οὗτος οὖν ἐστιν ὁ μισθός, ἵνα ὅπου ἐξουσίαν ἔχω μὴ ποιήσω. 43 ix 19-23 [Ἐλεύθερος γὰρ ὢν ἐκ

 τελείοι καὶ τὰ ἑξῆς. οὗτος δύναται εἰπεῖν Ἕλληί τε καὶ βαρβάροι, οφοῖ τε καὶ ἀνοήτοι ὀφειλέτη εἰμί. [Ὠριγένους] Μόνος ὁ τέλειος δύναται εἰπεῖν τὴν τοῦ

 ἐτιν· εἰ δέ τι ἀγνοεῖ, ἀγνοεῖται. οὐ μόνον οὖν εἴ τις ἀγνοεῖ τὰ τοῦ ἀποστόλου οὗτος ἀγνοεῖται ὑπὸ τοῦ θεοῦ, ἀλλ' εἴ τις ἀγνοεῖ λέγων πνεύματι θείῳ <κα

 προφητεύητε, εἰέλθῃ δὲ ἄπιτο ἢ ἰδιώτη, οὐχ ὡς ἀδυνάτου ἀλλ' ὡς δυνατοῦ ὄντος τοῦ πάντα οὕτως προφητεύειν. δύο οὖν σημαινόμενά ἐστιν ἀπὸ τοῦ τῆς προφητ

 ὥσπερ ὁ χαλκὸς ἠχῶν ἄσημον δίδωσι φωνήν, ὥσπερ τὸ κύμβαλον τὸ ἀλαλάζον οὐδὲν τρανόν, τὸν αὐτὸν τρόπον, χωρὶς μὲν ἀγάπης, γλῶσσα κἂν ἀγγέλων ἐν ἀνθρώπο

 διαλεχθῆναι. 53 xiii9-12 [Ἐκ μέρους δὲ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται. ὅτε ἤμην νήπι

 αὔξειν τὰ χαρίσματα, τῇ ὠφελείᾳ τῶν πλειόνων ἑαυτοὺς ἐπιδώσομεν. 61 xiv 13-14 [∆ιόπερ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ. ἐὰν γὰρ προσεύχωμαι γ

 εἰκὸς αὐτοὺς ὑπό τινος πονηροῦ πνεύματος ἠπατῆσθαι τοῦ μεταχηματιζομένου εἰ ἄγγελον φωτό, ὡς προφητικοῦ τυχόντας ἀξιώματος. 69 xiv 30-31 [Ἐὰν δὲ ἄλλῳ

 τῶν γυναικῶν μαθηταί, οἱ μαθητευθέντες Πρισκίλλῃ καὶ Μαξιμίλλῃ, οὐ Χριστοῦ τοῦ ἀνδρὸς τῆς νύμφης. ἀλλ' ὅμως εὐγνωμονῶμεν καὶ πρὸς τὰ πιθανὰ ἐκείνων ἀπ

 ἀλλ' ἰδίως αὐτὸ ἐκδεχόμενοι· οἱ ἁμαρτάνοντες οὐχ ἑστήκασι, μὴ βιοῦντες κατὰ τὸ εὐ αγγέλιον. τίνες οὖν ἑστήκασιν ἐν τῷ εὐαγγελίῳ ἢ οἱ παραλαβόντες αὐτὸ

 συγκατέθετο. εἰ ἀνέστη Χριστὸς ἐκ νεκρῶν, πρωτότοκο δὲ ἐκεῖνός ἐστιν ἐκ νεκρῶν, οὐδεὶς δὲ πρωτότοκό ἐστιν ἑτερογενῶς, ἀνάγκη ὁμογενῆ εἶναι τὴν ἀνάστασ

 ἐνεστῶσαν, τὸ Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἐν Χριτῷ ἠλπικότε ἐμὲν μόνον, ἐλεεινότεροι ἐμὲν πάντων ἀνθρώπων. καὶ ἐν τοῖς ἑξῆς δὲ ὡς κατὰ τοὺς λέγοντας μὴ εἶναι ἀ

 ὁ καιρὸς τοῦ ἀνατεῖλαι ἀπὸ τοῦ ἀνθρωπείου σώματος κατὰ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν τὸ ἀναστησόμενον, οὐ θέλεις περιμένειν, ἵνα καὶ τοῦτο ἴδῃς; ἢ οὐκ ο

 τοῦτό που ἀλλὰ παρεχώρησεν. εἶτα παρακαλεῖ αὐτὸν ὁ ἀπόστολος μακροθυμήσαντα ἐπανελθεῖν εἰς τὴν παροικίαν αὐτοῦ. οὗτος δὲ οὐδὲ ὅλως ἑώρακεν τὴν Κόρινθο

πνεύ ματός ἐστιν, οὗ ἔχετε ἀπὸ <τοῦ> θεοῦ; καὶ οὐκ ἐστὲ ἑαυτῶν, ἠγοράσθητε γὰρ τιμῆς. δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν.] [Ὠριγένους] Καλῶς ἀνθυποφορὰν ὑπειδόμενος καὶ προφυλαξάμενος εἶπεν τὸ Οὐκ ἐστὲ ἑαυτῶν. ἐρεῖ γάρ τις Εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνω· ἐξουσίαν ἔχω τοῦ ἰδίου σώματος· εἶτα φησὶν Ἢ οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ τοῦ θεοῦ; εἰς τὸ πνεῦμα τὸ ἅγιον ἀσε βοῦμεν, καὶ δι' αὐτοῦ εἰς πατέρα καὶ υἱὸν εἰς οὓς βεβαπτίσμεθα, ἐὰν πορνεύωμεν· εἰς Χριστὸν μέν, ὅταν ἄρα τὰ μέλη τοῦ Χριτοῦ ποιήω πόρνη μέλη· εἰς τὸ ἅγιον δὲ πνεῦμα, ὅταν τὸν ναὸν τοῦ ἐν ἡμῖν ἁγίου πνεύματος φθείρῃ τις· εἰς τὸν πατέρα δέ, ὅτε τὸν ναὸν τοῦ θεοῦ φθείρω. Πρὸς τούτοις οὖν ὅσα ἂν ἁμάρτωμεν, κἂν φόνους ποιήσωμεν, ἄφθοροι δὲ ὦμεν, φθορᾶς μὴ γευσάμενοι τῆς κατὰ τὴν συνουσίαν, οὐ λεγόμεθα ἐφθάρθαι ἐκ τοῦ πεφονευ κέναι. ἀλλ' ἐπεὶ καὶ ἡ ἀφθαρσία καὶ ἡ φθορὰ περὶ τὴν φύσιν τὴν ἄγευστον συνουσίας τῆς περὶ τὰ ἀφροδίσια ἐστίν-Ἐφθάρη γὰρ ἡ παρθένος, λέγομεν· καὶ πάλιν Ἄφθορος ὁ νεανίσκος, ἢ ἐφθάρη-πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν. ἐπειδὴ οὖν ἐδόθη λύτρον ὑπὲρ ὑμῶν τὸ αἷμα τοῦ χριστοῦ καὶ ἔλαβεν ὑμᾶς ἀπὸ τῆς ἐξουσίας τοῦ διαβόλου, δοξάσατε τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν, ἵνα γένηται τὸ σῶμα ὑμῶν ἄξιον μακαριότητος ὡς ἀγαπησάντων τὴν ἀφθαρσίαν, ὡς καὶ ὁ ἀπόστολος λέγει ἡ χάρι τοῦ θεοῦ μετὰ πάντων τῶν ἀγαπώντων τὸν κύριον ἡμῶν Ἰηοῦν Χριτὸν ἐν ἀφθαρίᾳ. 33 vii 1-4 [Περὶ δὲ ὧν ἐγράψατέ μοι, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω. τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί. ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλ' ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλ' ἡ γυνή.] [Ὠριγένους] Οἱ ἄνθρωποι ἁμαρτάνοντες γενικῷ λόγῳ δixῶς ἁμαρτάνουσιν, ὑποβαίνοντες τὰς ἐντολὰς ἢ ὑπερβαίνοντες. ὅταν γὰρ μὴ ἀπὸ ἐπιστήμης πολιτευώμεθα μηδὲ γινώσκοντες τὰ μέτρα τῆς δικαιοσύνης σφαλλόμεθα, καὶ ἔσθ' ὅτε ὑπερ βαίνοντες τὸν κανόνα φαντασίᾳ τοῦ ποιεῖν τι κρεῖττον ἐκπίπτομεν τοῦ προκειμένου. τάθμιον οὖν ἐστιν, ὃ οὔτε μέγα ἐστὶν οὔτε μικρὸν ἀλλὰ σύμμετρον, τὸ εἰδέναι πῶς δεῖ βιοῦν. ∆έδεαι μετὰ γυναικός· ἓν στάθμιον μέγα ποιεῖς, οὐ φροντίζεις τῆς γυναικὸς ἀλλὰ λέγεις Ἐγὼ δύναμαι ἐγκρα τεύεσθαι καὶ ζῆν καθαρώτερον· ἀλλ' ὅρα ὅτι ἡ γυνή σου ἀπόλλυται, οὐ δυναμένη φέρειν τὴν καθαρότητά σου, δι' ἣν Χριτὸ ἀπέθανεν. Τοιοῦτόν τι γέγονεν ἐν Κορίνθῳ, καὶ ἦν ἀκαταστασία ἐν ταῖς οἰκίαις τῶν ἀδελφῶν, πῆ μὲν ἀνδρῶν πῆ δὲ γυναικῶν ἐγκρατεύεσθαι πειρωμένων καὶ ἀλλή λων κατεξανισταμένων. ἔγραψαν οὖν περὶ τούτου ἐπιστολὴν οἱ ἐν Κορίνθῳ τῷ ἀποστόλῳ, καὶ πρὸς τὴν ἐπιστόλην ταύτην ἀντιγράφει ὁ ἀπόστολος τὰ προγεγραμμένα· καὶ οὔτε ἐπέτεινεν τὸν περὶ ἁγνείας λόγον καὶ ἀνεῖλεν τὸν περὶ γάμου, οὔτε τὸν περὶ γάμου προκρίνας ἀνεῖλεν τὸν περὶ παρθενίας, ὡς καλὸ οἰκονόμο, ἀλλὰ τηρεῖ δι' ὅλου τοῦ λόγου τὸ βούλημα αὐτοῦ τινα τρόπον καὶ προτρέπεται καθαρεύειν· καὶ συγχωρήσας συγκαταβαίνειν, προτρέ πεται πάλιν ἀσκεῖν τὴν ἁγνείαν· καὶ προτρεψάμενος ἀσκεῖν τὴν ἁγνείαν, πάλιν φέρει ἐπὶ τὸ δεῖν τῇ ἀσθενείᾳ συγκαταβαίνειν τῶν ἀσθενεστέρων. ἤρξατο δὲ οὐκ ἀπὸ τῶν ὑποδεεστέρων, οὐ γὰρ ἔπρεπεν, ἀλλ' ἀπὸ τῶν τελειοτέρων πρα γμάτων, λέγων Περὶ δὲ ὧν ἐγράψατέ μοι, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· οἷον· Ἐπαινῶ ὑμᾶς ὅσον ἐπὶ τῷ ἠθεληκέναι ἁγνεύειν τοὺς ἀποστάντας τῆς μίξεως τῆς πρὸς τὴν γυναῖκα, ἀλλὰ λογίσασθε μὴ τὸ ἑαυτῶν μόνον ἀλλὰ καὶ τὸ τῆς γυναικός· Ἡ γὰρ ἀγάπη οὐ ζητεῖ τὰ ἑαυτῆ· διὰ γοῦν τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα. οὐ διὰ τὴν ἑαυτοῦ πορνείαν ὁ ἰσχυρότερος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, ἀλλὰ μή πως πορνεύσῃ τῇ ἐγκρατείᾳ <τοῦ ἀνδρὸς ἡ γυνὴ καὶ τῇ ἐγκρατείᾳ> τῆς γυναικὸς ὁ ἀνήρ. αἱρετώτερον γὰρ τοὺς δύο σωθῆναι εὑρισκομένους