πνευματικοῦ. καὶ ταῦτα τολμῶ λέγειν πειθόμενος ταῖς γραφαῖς· οὐ γὰρ εἶπεν πᾶσαν πνευματικὴν τροφὴν ἀληθῆ εἶναι βρῶιν, λέγων ἡ άρξ μου ἀληθή ἐτι βρῶι. ποῖα οὖν οὐ τερεὰ τροφή, τὰ ἠθικώτερα καὶ ὅσα ἐν τοῖς ἠθικοῖς ἀσθενέστερα, κατὰ υγγνώμην λεγόμενα οὐ κατ' ἐπιταγήν, διὰ τὴν ἀσθένειαν τῶν ἀκουόντων οἰκονομούμενα. ὅσα δὲ ἐν ἠθικοῖς τελειοτέρα διδασκαλία ἐν ἀκροαταῖς φιλομαθέσι καὶ φιλοπόνοις, ταῦτα εἴποιμι ἂν ἐν ἠθικοῖς τερεὰν τροφήν, τὴν περὶ ἁγνείας τελείας, τὴν περὶ παρθενίας ἢ σωφροσύνης, τὴν περὶ μαρτυρίου· ταῦτα τερεὰ τροφή. τερεὰ δὲ τροφὴ ἐν μυστικοῖς ἡ περὶ Πατρὸς καὶ Υἱοῦ. οὕτω δὲ καὶ ὁ νόμος ὅτε μὲν τερεὰν παραδίδωσι τροφήν, ὅτε δὲ ὑποδεεστέραν. οἷον ἐρχόμεθα ἐπὶ τὸν λόγον τὸν περὶ τῶν ὄφεων τῶν ἀναιρούντων τοὺς υἱοὺς Ἰσραὴλ διὰ τὸν γογγυσμόν· ἐὰν ἁπλούστερον ἀναγινώσκωμεν, λέγομεν Μηδὲ γογγύζωμεν, καθάπερ τινὲ αὐτῶν ἐγόγγυαν, καὶ ἀπώλοντο ὑπὸ τῶν ὄφεων. ἐὰν δὲ μυστικὸν λόγον δύν<η>ται ἀκούειν ὁ ἀκροατής, λέγομεν τίνες οἱ ὄφεις καὶ τίς ὁ ὄφις ὁ ἐπὶ τοῦ ξύλου κρεμασθείς, καὶ πῶς σώζεται πρὸς ἐκεῖνον τὸν ὄφιν ἰδών, καὶ οὕτως καθ' ἑκάστην γραφὴν πνευματικήν. Τίνες δέ εἰσιν οἱ γάλακτι ποτιζόμενοι δηλώσει ὁ Πέτρος ἐν τῇ ἐπιστολῇ λέγων ὡ ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήατε· καὶ ἐν τῇ πρὸς Ἑβραίους δὲ καὶ γεγόνατε χρείαν ἔχοντε γάλακτο καὶ οὐ τερεᾶ τροφῆ· πᾶ γὰρ ὁ μετέχων γάλακτο ἄπειρο λόγου δικαιούνη· νήπιο γάρ ἐτιν· τελείων δέ ἐτιν ἡ τερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰθητήρια γεγυμναμένα ἐχόντων πρὸ διάκριιν καλοῦ τε καὶ κακοῦ. 13 iii 3-5 [Ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρεις καὶ δixοστασίαι, οὐχὶ σάρ κινοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; ὅτ' ἂν γὰρ λέγῃ τις Ἐγὼ μὲν εἰμὶ Παύλου· ἕτερος δὲ Ἐγὼ Ἀπολλώ· οὐκ ἄνθρωποί ἐστε;] [Ὠριγένους] Τῶν ἐν ἀνθρώποις ἁμαρτημάτων τὰ ἐλάττονά ἐστι ζῆλος καὶ ἔρεις. ἐὰν ἐν πορνείᾳ τις ἔσται, οὐκέτι σάρκινος ὁ τοιοῦτός ἐστιν ἀλλὰ χείρων ἢ σάρκινος. τί δ' ἂν εἴη ὁ τοιοῦτος, εἴδωμεν. ἐγὼ νομίζω διαφορὰν εἶναι σαρκίνου καὶ χοϊκοῦ· Ὡς ἐφορέαμεν, φησί, τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. ἐὰν οὖν τὰ πρὸ θάνατον ἁμαρτάνῃ, οὐκ εἶ σάρκινος ἀλλὰ χοϊκός· ἐὰν δὲ ἁμαρτάνῃς μέν, οὐ πρὸ θάνατον δέ, οὐ χοϊκὸς τέλεον οὐδὲ ἀποπεπτωκὼς τῆς χάριτος τοῦ Χριστοῦ, ἀλλὰ σάρκινος εἶ τότε. καὶ τῶν περιπάτων δὲ ἡμῶν ὁ μέν τίς ἐστι κατὰ ἄνθρωπον, ὁ δὲ κατὰ θεόν. ἐὰν ὡς οἱ πολλοὶ τῶν ἀνθρώπων περιπατῶμεν, κατὰ ἄνθρωπον περιπατοῦμεν· ἐὰν δὲ κατὰ τὸ λαμψάτω τὸ φῶ ὑμῶν ἔμπροθεν τῶν ἀνθρώπων, διαφέρομεν τῶν πολλῶν καὶ οὐ κατὰ ἄνθρωπον περιπατοῦμεν. σαφὴς οὖν ὁ βίος τῷ δυναμένῳ βλέπειν ποῖός ἐστιν ὁ κατὰ ἄνθρωπον καὶ ποῖος ὁ κατὰ θεόν. ὅταν γάρ τις λέγῃ Ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλώ, ἐγὼ δὲ Κηφᾶ. καὶ τούτοις προσέχωμεν. ὀψόμεθα ὅτι ἡμεῖς ἐνίοτε οὐδὲ ἄνθρωποι ἀλλὰ χεῖρον ἢ ἄνθρωποί ἐσμεν. ὁ γὰρ λέγων τότε Ἐγώ εἰμι Ἀπολλώ, ἔλεγεν περὶ ἀνδρὸς ἐλλογίμου καὶ ἁγίου καὶ μακαρίου· ὁ λέγων Ἐγώ εἰμι Παύλου, περὶ ἀνδρὸς λέγει ἀποστόλου ἱεροῦ καὶ μακαρίου. ἐνίοτε δὲ γίνονται προσκλίσεις οὐ παραπλησίως τῇ προσκλίσει Παύλου ἢ Ἀπολλώ, ἀλλὰ προσκλίνεταί τις ἁμαρτωλῷ ἐνίοτε καὶ ἑτεροδόξῳ. εἰ οὖν οὗτοι ἄνθρωποί εἰσι καὶ κατὰ άρκα περιπατοῦσιν, οἱ λέγοντες Ἐγὼ Ἀπολλὼ ἐγὼ δὲ Παύλου· ὅτ' ἂν σὺ λέγῃς ἑαυτὸν τινὸς ὑποδεεστέρου εἶναι, δῆλον ὅτι οὐκέτι οὐδὲ ἄνθρωπος <εἶ> ἀλλὰ καὶ χεῖρον ἢ ἄνθρωπος· καὶ ἴσως λελέξεται πρὸς σὲ Ὄφει γεννήματα ἐχιδνῶν. 14 iii 6-8 [ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἀλλ' ὁ θεὸς ηὔξανεν· ὥστε οὔτε ὁ φυτεύων ἐστί τι οὔτε ὁ ποτίζων, ἀλλ' ὁ αὐξάνων θεός. ... ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον.] [Ὠριγένους] Εἰ ἐφύτευσεν ὁ Παῦλος, συνεφύτευσε τῷ φυτεύοντι προηγουμένως θεῷ· εἰ ἐπότισεν Ἀπολλώς, συνεπότισε τῷ προηγουμένως ποτίσαντι Χριστῷ· φυτεύει γὰρ ὁ θεός· διὸ γέγραπται πᾶα φυτεία ἣν οὐκ ἐφύτευεν ὁ πατήρ μου ὁ οὐράνιο ἐκριζωθήεται· καὶ πάλιν ὁ πατήρ μου ὁ γεωργό ἐτιν. ποιήωμεν οὖν καρποὺ ἵνα μὴ ἐκκοπῶμεν κατὰ