τὴν ἄκαρπον υκῆν. πᾶν γὰρ δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰ πῦρ βάλλεται. ἐπέχωμεν μὴ λεχθῇ περὶ ἡμῶν ἔμεινα ἵνα ποιήσῃ ταφυλήν, ἐποίηεν δὲ ἀκάνθα. ἐὰν γὰρ ταῦτα εἴπῃ περὶ ἡμῶν, ἐρεῖ καὶ τὰ ἑξῆς Νῦν οὖν ἀναγγελῶ τί ποιήω τῷ ἀμπελῶνί μου. ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔται εἰ διαρπαγήν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔται εἰ καταπάτημα. 15 iii 9-15 [θεοῦ γάρ ἐσμεν συνεργοί· θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε. κατὰ τὴν χάριν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ. ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ· θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός· εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσίον, ἀργύριον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται, ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει. εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθή σεται, οὕτως δὲ ὡς διὰ πυρός.] [Ὠριγένους] Ἐπεὶ οὐ μόνον γεώργιον ἀλλὰ καὶ θεοῦ οἰκοδομή ἐσμεν, ζητῶ τὸν ἀρχι τέκτονα τῆς οἰκοδομῆς καὶ τοὺς συνεργοῦντας αὐτῷ. τοῦτο γὰρ νοῶν ὁ ἀπόστολος φησὶ κατὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα· τὴν γὰρ ἐν Κορίνθῳ ἐκκλησίαν πρὸ τοῦ ἀποστόλου οὐδαμῶς <οὖσαν> ὑπέστησεν ὁ Παῦλος. καὶ ἐπειδὴ σχίσματα ἦν ἐν αὐτοῖς φησὶν ὅτι δοθείσης μοι χάριτος ὑπὸ τοῦ θεοῦ ὡς σοφὸς ἀρχιτέκτων ἔθηκα τὸν θεμέλιον, ἄλλος δὲ ἐποικοδομεῖ· εἰ γὰρ ἕτερος μετελθὼν ἐπὶ τὸν θεμέλιον τῆς ἐκκλησίας ἐποικοδομεῖ, ἐκεῖνος οὔκ ἐστιν ἀρχιτέκτων τῆς ἐκκλησίας ἀλλ' ἐποικο δομεῖ τῇ ἐκκλησίᾳ· εἰ θέλεις οὖν ἰδεῖν ὅτι σοφὸς ἀρχιτέκτων ὁ Παῦλος, ἄκουε αὐτοῦ ὅτι Ἀπὸ Ἱερουαλὴμ καὶ μέχρι τοῦ Ἰλλυρικοῦ πεπλήρωκα τὸ εὐαγγέλιοντοῦ θεοῦ, φιλοτιμούμενο εὐαγγελίζεθαι οὐχ ὅπου ὠνομάθη Χριτό, ἵνα μὴ ἐπ' ἀλλότριον θεμέλιον οἰκοδομῶ. καὶ οὐ μόνον ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον κατεβάλλετο, ἀλλὰ καὶ ἀρχιτεκτονικὰ οἱονεὶ βιβλία ἔγραψεν, πῶς δεῖ τὸν ἀρχιτέκτονα οἰκοδομεῖν οἰκίαν, ὁποῖον δεῖ τὸν ἐπίκοπον εἶναι πρεσβυτέρους τε καὶ διακόνους καὶ τὸ ὑπόλοιπον τῆς ἐκκλησίας πλήρωμα· ταῦτα γὰρ πάντα οἱονεὶ νόμοι ἀρχιτεκτονικοὶ ἦσαν. Ἄλλος οὖν φησὶν ἐποικοδομεῖ· ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ. τοῦτο γὰρ κἀμοὶ λέγει, ἵνα μὴ ἀμεριμνῶν ἐποικοδομῶ, εἰδὼς ὅτι τὸ ἔργον ὃ ἐποικοδομῶ ὁποῖόν ἐστι τὸ πῦρ αὐτὸ δοκιμάσει ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. φρον τίζω δὲ μήποτε ἐποικοδομῶν ξύλα χόρτον καλάμην ἐποικοδομήσω. ἐὰν γὰρ προσαγάγω ψυχὰς ἀκρίτως τῇ ἐκκλησίᾳ φαύλας, προσήγαγον τῷ καλῷ θεμελίῳ Χριστῷ Ἰησοῦ ξύλα, ἄλλους χόρτον, καὶ ἄλλους καλάμην· ὥσπερ πάλιν ἐάν τινες διαλάμψωσιν ἐκ τῆς οἰκοδομῆς, καὶ τοσοῦτον διαλάμ ψωσιν ὥστε εὑρεθῆναί τινας ἀνάλογον τοῖς γεγραμμένοις περὶ τῆς Ἱερου σαλὴμ καὶ τοῦ ναοῦ λίθου ἐκλεκτοὺ καὶ λίθου κρυτάλλου καὶ λίθους απφείρου καὶ λίθους ὅσους ὠνόμασεν ἐκεῖ, δῆλον ὅτι ἐπῳκοδόμησα τῷ θεμελίῳ λίθους τιμίους. καὶ ἐπειδὴ <δεῖ> τὸν ναὸν τοῦ θεοῦ καὶ τὴν οἰκοδομὴν καὶ χρυσίον ἔχειν ὥσπερ ὁ ναὸς ὃν Σολομὼν ᾠκοδόμησεν σύμβολον ναοῦ ἔχοντος χρυσὸν καὶ ἄργυρον πολύν, ἐὰν ἄλλος τις ἔλθῃ ἐποικοδομούμενος τιμιώτερος ἀργυρίου εὑρεθείη ἂν χρυσός. εὐλαβοῦμαι δὲ ἐγὼ μή ποτε δι' ἐμοῦ ξύλον εἰσέλθῃ καὶ χόρτος καὶ καλάμη, καὶ ὁ ταλαίπωρο ἐγὼ (κἂν ἄλλως κριθῶ ἄξιος σωτηρίας· ἐπεὶ γέγραπται αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός) οὕτως σωθῶ ὡς αἴτιος γενόμενος, τῷ μὴ κεχωρηκέναι τὴν χάριν μηδὲ καλῶς ᾠκοδομηκέναι, τοῦ τὴν οἰκοδομὴν πεπληρωκέναι ξύλων, χόρτου, καλάμης, ὅπερ οὐ βούλεται ὁ λόγος τοῦ θεοῦ· τὸ γὰρ ἔργον ὁποῖόν ἐστιν ἑκάστου τὸ πῦρ δοκιμάσει. Θέλω δὲ καὶ ἄλλως ἀπογράψασθαι τὸ Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός καὶ τὰ ἑξῆς. ἐξ οὗ ὁ κύριός μου Ἰησοὺς Χριστὸς ἐπεδήμησεν, οὗτος θεμέλιος εἰς τὸν κόσμον κεκή ρυκται· καὶ τοῦτον τὸν θεμέλιον ἐν μὲν τῇ