Fragmenta ex commentariis in epistulam i ad Corinthios 1I Cor. i 2 [τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, κλητοῖς ἁγίο

 μαρτύρων εἰς Χριστὸν διὰ τοῦ θανάτου αὐτῶν ἐκεῖνος ὁ ἄρχων ἐστὶ τῶν μαρτύρων. τοῦτο μὲν τὸ μαρτύριον χριστοῦ παρ' οἷς μὲν βέβαιόν ἐστι, παρ' οἷς δὲ οὐ

 θαυμαστὸν εἰ, ὅλου τοῦ κόσμου λοιμώττοντος τῇ πλάνῃ, ὑπὲρ τοῦ λοιμοῦ τοῦ ἀληθινοῦ ἐχρῆν ἕνα ἀποθανεῖν ὑπὲρ τοῦ καταλύσαι τὸν τῆς ἀγνοίας καὶ τοῦ σκότο

 Σολομῶντος· τὴν δοκοῦσαν ἀπόλλυσι σοφίαν, οὐ τὴν ἀληθῆ. Πῶς δὲ καὶ Ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν θεόν; ἡ σοφία τοῦ θεοῦ ἐν

 τῶν καταργου μένων. ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν· ἣν οὐδεὶς τῶν ἀρχόν

 σοφίαι πᾶσαι τοῦ κόσμου τούτου λόγοι εἰσὶ διδακτοὶ ἀνθρώπων, ἃ μανθάνει τις καθ' ἕκαστον τῶν λογικῶν τεχνῶν· τὰ δὲ διδακτὰ τοῦ πνεύματος οὐ διδάσκει·

 πνευματικοῦ. καὶ ταῦτα τολμῶ λέγειν πειθόμενος ταῖς γραφαῖς· οὐ γὰρ εἶπεν πᾶσαν πνευματικὴν τροφὴν ἀληθῆ εἶναι βρῶιν, λέγων ἡ άρξ μου ἀληθή ἐτι βρῶι.

 τὴν ἄκαρπον υκῆν. πᾶν γὰρ δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰ πῦρ βάλλεται. ἐπέχωμεν μὴ λεχθῇ περὶ ἡμῶν ἔμεινα ἵνα ποιήσῃ ταφυλήν, ἐποίηε

 Ἰουδαίᾳ οἱ ἀπόστολοι ἔθηκαν, ἐν δὲ τοῖς ἔθνεσιν ὁ ἀπότολο τῶν ἐθνῶν καὶ ὁ συνεργὸς αὐτοῦ Βαρνάβας· δεξιὰ γὰρ ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνία, ἵνα ἡμε

 υναρμολογουμένη εἰ ναὸν ἅγιον ἐν κυρίῳ. ∆ύναται δὲ καὶ ἕκαστος ἡμῶν καθ' ἑαυτὸν εἶναι ναὸς ἑτέρῳ λόγῳ· εἰ γὰρ ναός ἐστιν ὁ ἔχων δόξαν θεοῦ, πᾶς ὁ ἔχων

 τὰ ἐνεστῶτα δὲ ἡμῶν ἐστιν· ὅτι συναγόμεθα ἐν τῷ ἐνεστῶτι αἰῶνι, ὅτι ἀκούομεν γραφῶν ἱερῶν, ὅτι εὐχόμεθα. τὰ δὲ μέλλοντα· ὅταν γὰρ ἔλθῃ τὸ τέλειον, τότ

 φησι Γέγονα ἄφρων· ὑμεῖ με ἠναγκάατε· τοιοῦ τόν τι καὶ ἐνθάδε νοήσας λέγει. ἔστι τις ἀνθρωπίνη ἡμέρα, καὶ ἔστι τις θεία ἡμέρα, περὶ ἧς γέγραπται μυρία

 κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. ∆ύο δὲ λεγομένων πραγμάτων ὀφείλει τις εἶναι τούτων διαφορά· ἃ μὲν γὰρ ὠνόμασε κρυπτὰ σκότους

 οὐκ ἔλαβες; ἐπὶ τίνι δὲ μέγα φρονεῖς; ἐπ' εὐγλωττίᾳ; ἀλλ' ὁ θεός σοι ταύτην κεχάρισται. ἀλλ' ἐπὶ γνώσει; καὶ τοῦτο θεῖον τὸ δῶρον. ἀλλ' ἐπὶ θαυματουργ

 πάντε μαρτυρηθέντε διὰ τῆ πίτεω οὐκ ἐκομίαντο τὴν ἐπαγγελίαν, τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶ ἡμῶν τελειωθῶιν. διὰ τοῦτο φησ

 ἀληθῶς φρόνιμοι ἐν Χριστῷ, ἀλλὰ ταῦτα λέγων εἰρωνικῶς προέτρεπεν αὐτοὺς γενέσθαι φρονίμους ἐν Χριστῷ. Ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι· οὐκέτι προσέθηκε

 ἐν τῷ τὴν ῥάβδον ἔχοντι, καὶ οὐ δείκνυσι τὴν ἀγάπην ἐν τῇ ἀποτομίᾳ τῆς ἐπιπλήξεως. εἶτα τὴν αἰτίαν τῆς τοιαύτης πεύσεως ἐπιφέρει λέγων Ὅλως ἀκούεται ἐ

 διτάλαντον τοῦ ἀργυρίου καὶ ἔλαβε τὰς τολὰ ἀπὸ Νεμὰν τοῦ Σύρου; ἆρ' οὖν Ἐλισσαῖος μὲν ταύτην τὴν χάριν εἶχεν, Παῦλος δὲ ὁ τοῦ Χριστοῦ ἀπό στολος ὁ ζηλ

 ἄφεσιν μὲν οὐκ ἔχει ἁμαρτη μάτων δύναται δὲ τὴν ἁμαρτίαν ἐπικαλύψαι. Μακάριοι γάρ φησιν ὧν ἀφέ θηαν αἱ ἁμαρτίαι, τῶν ἀπὸ τῶν ἐθνῶν προσελθόντων· καὶ ὧ

 ἐκκλησίᾳ· καὶ ἔσται ψόγος τῶν κρινομένων ὅτε δέονται καὶ τῶν ἐξουθενημένων μᾶλλον ἢ τῶν σοφῶν· ὁ μὲν γὰρ τῷ λόγῳ ἀκολουθῶν, εἰ καὶ δεῖται κριτοῦ, δεῖτ

 ὑπό τινος.] [Ὠριγένους] Ὑπεράνω δεῖ εἶναι ὧν ἔλαβον ἐξουσίαν· ἃ καὶ ποιήσαντες οὐχ ἁμαρτησόμεθα. οὕτω γὰρ <οἱ> φιλοτιμότερον πολιτευόμενοι πολιτεύοντα

 πνεύ ματός ἐστιν, οὗ ἔχετε ἀπὸ <τοῦ> θεοῦ; καὶ οὐκ ἐστὲ ἑαυτῶν, ἠγοράσθητε γὰρ τιμῆς. δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν.] [Ὠριγένους] Καλῶς ἀνθυπ

 ἐν τοῖς ἔργοις τοῦ γάμου ἢ τῇ προφάσει τοῦ ἑνὸς τὸν ἕτερον ἐκπεσεῖν τῆς ἐλπίδος τῆς ἐν Χριστῷ· πῶς γὰρ καὶ σωθήσεται ἔνοχος ὢν τῷ θανάτῳ τῆς γυναικός;

 6] καὶ πάλιν, φησίν, ἐπὶ τὸ αὐτὸ ἦτε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν. τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ' ἐπιταγήν. Πανταχοῦ ἀν

 αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ. τοῦτο δὲ δεύτερον καλόν ἐστιν· ἔστι γὰρ πρῶτον τούτου ἄλλο καλόν· καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι. ποῖον δεύτερον καλό

 χρόνον ζῇ ὁ ἀνήρ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐτὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν κυρίῳ. οὐκ ἀκούομεν τοῦ μόνον ἐν κυρίῳ, ἀλλὰ τὸ ἐλευθέρα ἐτὶν ᾧ θέλ

 σῶζον; Τήρησις ἐντολῶν θεοῦ. πᾶς γὰρ ὃ ἐὰν μίαν τῶν ἐντολῶν τούτων λύῃ τῶν ἐλαχίτων καὶ διδάξει οὕτω τοὺ ἀνθρώπου, οὐκ εἶπεν Οὐκ εἰσελεύσεται εἰς τὴν

 ἐπέταξεν, ἀλλ' αὐτεξούσιον εἴασεν. Γνώμην οὖν, φησὶν ὁ ἀπόστολος, δίδωμι, καὶ ἵνα παραστήσῃ ὅτι κύριος ἐν αὐτῷ λέγει εἶπεν ὡς ἠλεημένος ὑπὸ κυρίου πισ

 ἵνα κἂν γνῶσίν τις ἐπαγ γελλόμενος φάσκῃ μὴ βλάπτεσθαι ἀπὸ τῆς τῶν εἰδωλοθύτων χρήσεως αἰτία δὲ ἑτέροις βλάβης γίνηται, ὀφείλει πεφροντικέναι τοῦ πέλα

 ἀκουόντων Ἐπείνων καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν καὶ τὰ ἑξῆς. οὗτος οὖν ἐστιν ὁ μισθός, ἵνα ὅπου ἐξουσίαν ἔχω μὴ ποιήσω. 43 ix 19-23 [Ἐλεύθερος γὰρ ὢν ἐκ

 τελείοι καὶ τὰ ἑξῆς. οὗτος δύναται εἰπεῖν Ἕλληί τε καὶ βαρβάροι, οφοῖ τε καὶ ἀνοήτοι ὀφειλέτη εἰμί. [Ὠριγένους] Μόνος ὁ τέλειος δύναται εἰπεῖν τὴν τοῦ

 ἐτιν· εἰ δέ τι ἀγνοεῖ, ἀγνοεῖται. οὐ μόνον οὖν εἴ τις ἀγνοεῖ τὰ τοῦ ἀποστόλου οὗτος ἀγνοεῖται ὑπὸ τοῦ θεοῦ, ἀλλ' εἴ τις ἀγνοεῖ λέγων πνεύματι θείῳ <κα

 προφητεύητε, εἰέλθῃ δὲ ἄπιτο ἢ ἰδιώτη, οὐχ ὡς ἀδυνάτου ἀλλ' ὡς δυνατοῦ ὄντος τοῦ πάντα οὕτως προφητεύειν. δύο οὖν σημαινόμενά ἐστιν ἀπὸ τοῦ τῆς προφητ

 ὥσπερ ὁ χαλκὸς ἠχῶν ἄσημον δίδωσι φωνήν, ὥσπερ τὸ κύμβαλον τὸ ἀλαλάζον οὐδὲν τρανόν, τὸν αὐτὸν τρόπον, χωρὶς μὲν ἀγάπης, γλῶσσα κἂν ἀγγέλων ἐν ἀνθρώπο

 διαλεχθῆναι. 53 xiii9-12 [Ἐκ μέρους δὲ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται. ὅτε ἤμην νήπι

 αὔξειν τὰ χαρίσματα, τῇ ὠφελείᾳ τῶν πλειόνων ἑαυτοὺς ἐπιδώσομεν. 61 xiv 13-14 [∆ιόπερ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ. ἐὰν γὰρ προσεύχωμαι γ

 εἰκὸς αὐτοὺς ὑπό τινος πονηροῦ πνεύματος ἠπατῆσθαι τοῦ μεταχηματιζομένου εἰ ἄγγελον φωτό, ὡς προφητικοῦ τυχόντας ἀξιώματος. 69 xiv 30-31 [Ἐὰν δὲ ἄλλῳ

 τῶν γυναικῶν μαθηταί, οἱ μαθητευθέντες Πρισκίλλῃ καὶ Μαξιμίλλῃ, οὐ Χριστοῦ τοῦ ἀνδρὸς τῆς νύμφης. ἀλλ' ὅμως εὐγνωμονῶμεν καὶ πρὸς τὰ πιθανὰ ἐκείνων ἀπ

 ἀλλ' ἰδίως αὐτὸ ἐκδεχόμενοι· οἱ ἁμαρτάνοντες οὐχ ἑστήκασι, μὴ βιοῦντες κατὰ τὸ εὐ αγγέλιον. τίνες οὖν ἑστήκασιν ἐν τῷ εὐαγγελίῳ ἢ οἱ παραλαβόντες αὐτὸ

 συγκατέθετο. εἰ ἀνέστη Χριστὸς ἐκ νεκρῶν, πρωτότοκο δὲ ἐκεῖνός ἐστιν ἐκ νεκρῶν, οὐδεὶς δὲ πρωτότοκό ἐστιν ἑτερογενῶς, ἀνάγκη ὁμογενῆ εἶναι τὴν ἀνάστασ

 ἐνεστῶσαν, τὸ Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἐν Χριτῷ ἠλπικότε ἐμὲν μόνον, ἐλεεινότεροι ἐμὲν πάντων ἀνθρώπων. καὶ ἐν τοῖς ἑξῆς δὲ ὡς κατὰ τοὺς λέγοντας μὴ εἶναι ἀ

 ὁ καιρὸς τοῦ ἀνατεῖλαι ἀπὸ τοῦ ἀνθρωπείου σώματος κατὰ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν τὸ ἀναστησόμενον, οὐ θέλεις περιμένειν, ἵνα καὶ τοῦτο ἴδῃς; ἢ οὐκ ο

 τοῦτό που ἀλλὰ παρεχώρησεν. εἶτα παρακαλεῖ αὐτὸν ὁ ἀπόστολος μακροθυμήσαντα ἐπανελθεῖν εἰς τὴν παροικίαν αὐτοῦ. οὗτος δὲ οὐδὲ ὅλως ἑώρακεν τὴν Κόρινθο

ἵνα κἂν γνῶσίν τις ἐπαγ γελλόμενος φάσκῃ μὴ βλάπτεσθαι ἀπὸ τῆς τῶν εἰδωλοθύτων χρήσεως αἰτία δὲ ἑτέροις βλάβης γίνηται, ὀφείλει πεφροντικέναι τοῦ πέλας, ἵνα μὴ τῇ προφάσει αὐτοῦ ἄλλοι ἀπολλύωνται. εἰς τοῦτο παραλαμβάνει τὰ παρα δείγματα καὶ λέγει Οὐ πάντως ἐάν τινος ἐξουσίαν ἔχωμεν, ὀφείλομεν κατα χρᾶθαι τῇ ἐξουίᾳ. εἴτε γὰρ στρατιώτης ἐστίν, οὐ στρατεύεται ὥστε μηδὲν τοῖς ὀψωνίοις περιποιεῖν ἑαυτῷ· εἴτε γεωργός, οὐκ ἀρκεῖται τῷ μισθῷ ἀλλ' ἐσθίει ἀπὸ τῆς σταφυλῆς· εἴτε ποιμήν, πρὸς τῷ μισθῷ μεταλαμβάνει τοῦ γάλακτος. οὕτως κἀγὼ ὀφείλω, πρὸς ταῖς ἀποκειμέναις μοι ἐπαγγελίαις ἐκ τοῦ καλῶς ἐστρατεῦσθαι ἢ γεωργεῖν ἢ ποιμαίνειν, μεταλαμβάνειν ἐν τῷ κόσμῳ τούτῳ τῶν πρὸς τὰς χρείας ἀπὸ τῶν ὑπ' ἐμοὶ στρατιωτῶν, τῶν γεωργουμένων, τῶν ποιμαινομένων. ἀλλ' ὅμως, εἰ καὶ ἐξουσίαν ἔχω τῶν πρὸς τὰς χρείας, σκοπῶν τὸ τῆς οἰκοδομῆς τῶν ἀνθρώπων οὐ καταχρῶμαι τῇ ἐξουσίᾳ, εὐλαβού μενος ἐκκοπήν τινα δοῦναι τῷ εὐαγγελίῳ τοῦ χριτοῦ, ἢ καὶ διδόναι πρόφασιν τοῖς περιπατοῦιν ἀτάκτω καὶ μηδὲν ἐργαζομένοι ἀλλὰ καὶ περιεργαζομένοι. ὥσπερ οὖν ἐγὼ οὐ χρῶμαι τῇ ἐξουσίᾳ ᾗ ἔλαβον ἀπὸ τοῦ λόγου, τὸν αὐτὸν τρόπον καὶ ὑμεῖς οἱ φάσκοντες εἶναι σοφοὶ ὀφείλετε μὴ χρ<ῆ>σθαι τῇ ἐξουσίᾳ ἀλλὰ προνο εῖσθαι τῆς τῶν πέλας οἰκοδομῆς. Εἰ δὲ ἀμάρτυρός τισιν ὁ λόγος εἶναι νομί ζεται καὶ κατὰ λογισμὸν ἀνθρώπινον λέγεσθαι, ἀκουέτω τοῦ νόμου λέγοντος Οὐ φιμώει βοῦν ἀλοῶντα καὶ τὰ ἑξῆς. 41 ix 9-11 [Μὴ τῶν βοῶν μέλει τῷ θεῷ; ἢ δι' ἡμᾶς πάντως λέγει; δι' ἡμᾶς γὰρ ἐγράφη, ὅτι ὀφείλει ἐπ' ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾶν καὶ ὁ ἀλοῶν ἐπ' ἐλπίδι μετέχειν. Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν;] [Ὠριγένους] Οὐκοῦν δι' ἡμᾶς τοὺς τὴν καινὴν διαθήκην παρειληφότας εἴρηται ταῦτα, καὶ περὶ ἀνθρώπων γέγραπται, πνευματικῶς τοῦ ῥητοῦ νοουμένου κατὰ τὸν θεῖον ἀπόστολον. τίς δὲ ὁ νοῦς; Ὅτι ὀφείλει ἐπ' ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾶν καὶ ὁ ἀλοῶν ἐπ' ἐλπίδι μετέχειν. ἀροτριᾷ Παῦλος ὁ γεωργὸς κατηχουμένου ψυχήν, νεώματα ποιῶν ἐν τῇ ψυχῇ αὐτοῦ κατὰ τὸν θεῖον Ἱερεμίαν τὸν φάσκοντα αὐτοῖς Νεώατε ἑαυτοῖ νεώματα, πρὸς ὑποδοχὴν δηλονότι σπερμάτων, περὶ ὧν γέγραπται Ἐξῆλθεν ὁ πείρων τοῦ πεῖραι. καὶ μετὰ τοῦ σπεῖραι τὰ νεωθέντα Ἐπιτηρῶ, φησί, τὰ σπέρματα, μήποτε ἐλθόντα τὰ πετεινὰ τοῦ οὐρανοῦ ἄρῃ τὸν σπόρον· καὶ ὅταν καρποφορήσῃ καὶ ποιήσῃ καρποὺς δικαιοσύνης καὶ ὅτ<ε> λευκή ἐστιν ἤδη πρὸ θεριμόν, ἔξεστί μοι λοιπὸν λαβεῖν. οὐ γὰρ σκανδαλισθή σεται ἐπὰν μνησθῇ ὅσα κέκμηκα, ἵνα αὐτοῦ τὴν ψυχὴν ἀροτριάσω, ἵνα σπείρω, πῶς ἐπέμεινα μέχρις οὗ ἔλθῃ ὁ σπόρος αὐτοῦ τελειωθεὶς ἐπὶ τὴν ἅλω. καὶ διὰ τοῦτο λαμβάνειν μοι ἔξεστιν ἀπ' αὐτοῦ τροφάς. ἀλλ' οὐ πάντως κέχρημαι τῇ ἐξουσίᾳ, ἀλλ' ἐπ' ἐλπίδι τοῦτο ποιῶ, παραστῆσαι τὸ γέννημα τῷ οἰκοδεσπότῃ· γεωργὸς γάρ εἰμι· οὐχ ἵνα τὰ ὀφειλόμενα ἀποδοθῆναι τῷ θεῷ εἰς τὰς ἐμὰς λάβω ἀποθήκας. εἶτά τι περὶ τοῦ αὐτοῦ ὁ ἀπόστολος διδάσκων φησὶν Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα; καὶ τὰ ἑξῆς. 42 ix 16 [Ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστι μοι καύχημα· ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ δέ μοι ἐστὶν ἐὰν μὴ εὐαγγελίζωμαι. εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι.] [Ὠριγένους] ∆ιδασκόμεθα ὅτι ὅσα ἐξ ἀνάγκης ποιοῦμεν, ταῦτα οὐκ ἔχει καύχημα· ὅσα δὲ προαιρέσει ποιοῦμεν, οὐκ ἐπικειμένης ἀνάγκης, ταῦτα ἔχει καύχημα. οἷον· ὁ μὴ μοixεύων ἢ φονεύων <οὐκ> ἔχει καύχημα, ἀλλ' ὁ παρθενεύων· οὐ γὰρ ἐξ ἀνάγκης ἦλθεν εἰς τὸ παρθενεύειν ἀλλ' ἐκ προαιρέσεως. ὅπου δὲ τὸ Οὐαὶ παράκειται ἐὰν μὴ ποιῶ, οὐκ ἔχω καύχημα. διὰ τοῦτο φησὶν Εἰ μὲν ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι. Πάλιν καθολικὸν διδασκόμεθα. τινὰ ποιοῦμεν ἑκόντες ὅλῃ ψυχῇ, τινὰ δὲ ποιοῦμεν μέν, οὐχ ἑκόντες δὲ ἀλλ' οὐδὲ ἐν ὅλῃ ψυχῇ, ἀλλ' ἐκ λύπης ἢ ἐξ ἀνάγκης. τῶν μὲν γὰρ ἑκουσίως ὑφ' ἡμῶν γινομένων ἐστὶ μισθός· τῶν δὲ γινομένων μέν, ὡς ἐκ λύπης δέ, οὐδὲ μισθὸς οὐδὲ κόλασις. οἷον· Ἐλεημοσύνην ποιῶ· εἰ ἑκών, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οὐκ ἐγκαλοῦμαι μετὰ τῶν