Fragmenta ex commentariis in epistulam i ad Corinthios 1I Cor. i 2 [τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, κλητοῖς ἁγίο

 μαρτύρων εἰς Χριστὸν διὰ τοῦ θανάτου αὐτῶν ἐκεῖνος ὁ ἄρχων ἐστὶ τῶν μαρτύρων. τοῦτο μὲν τὸ μαρτύριον χριστοῦ παρ' οἷς μὲν βέβαιόν ἐστι, παρ' οἷς δὲ οὐ

 θαυμαστὸν εἰ, ὅλου τοῦ κόσμου λοιμώττοντος τῇ πλάνῃ, ὑπὲρ τοῦ λοιμοῦ τοῦ ἀληθινοῦ ἐχρῆν ἕνα ἀποθανεῖν ὑπὲρ τοῦ καταλύσαι τὸν τῆς ἀγνοίας καὶ τοῦ σκότο

 Σολομῶντος· τὴν δοκοῦσαν ἀπόλλυσι σοφίαν, οὐ τὴν ἀληθῆ. Πῶς δὲ καὶ Ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν θεόν; ἡ σοφία τοῦ θεοῦ ἐν

 τῶν καταργου μένων. ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν· ἣν οὐδεὶς τῶν ἀρχόν

 σοφίαι πᾶσαι τοῦ κόσμου τούτου λόγοι εἰσὶ διδακτοὶ ἀνθρώπων, ἃ μανθάνει τις καθ' ἕκαστον τῶν λογικῶν τεχνῶν· τὰ δὲ διδακτὰ τοῦ πνεύματος οὐ διδάσκει·

 πνευματικοῦ. καὶ ταῦτα τολμῶ λέγειν πειθόμενος ταῖς γραφαῖς· οὐ γὰρ εἶπεν πᾶσαν πνευματικὴν τροφὴν ἀληθῆ εἶναι βρῶιν, λέγων ἡ άρξ μου ἀληθή ἐτι βρῶι.

 τὴν ἄκαρπον υκῆν. πᾶν γὰρ δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰ πῦρ βάλλεται. ἐπέχωμεν μὴ λεχθῇ περὶ ἡμῶν ἔμεινα ἵνα ποιήσῃ ταφυλήν, ἐποίηε

 Ἰουδαίᾳ οἱ ἀπόστολοι ἔθηκαν, ἐν δὲ τοῖς ἔθνεσιν ὁ ἀπότολο τῶν ἐθνῶν καὶ ὁ συνεργὸς αὐτοῦ Βαρνάβας· δεξιὰ γὰρ ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνία, ἵνα ἡμε

 υναρμολογουμένη εἰ ναὸν ἅγιον ἐν κυρίῳ. ∆ύναται δὲ καὶ ἕκαστος ἡμῶν καθ' ἑαυτὸν εἶναι ναὸς ἑτέρῳ λόγῳ· εἰ γὰρ ναός ἐστιν ὁ ἔχων δόξαν θεοῦ, πᾶς ὁ ἔχων

 τὰ ἐνεστῶτα δὲ ἡμῶν ἐστιν· ὅτι συναγόμεθα ἐν τῷ ἐνεστῶτι αἰῶνι, ὅτι ἀκούομεν γραφῶν ἱερῶν, ὅτι εὐχόμεθα. τὰ δὲ μέλλοντα· ὅταν γὰρ ἔλθῃ τὸ τέλειον, τότ

 φησι Γέγονα ἄφρων· ὑμεῖ με ἠναγκάατε· τοιοῦ τόν τι καὶ ἐνθάδε νοήσας λέγει. ἔστι τις ἀνθρωπίνη ἡμέρα, καὶ ἔστι τις θεία ἡμέρα, περὶ ἧς γέγραπται μυρία

 κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. ∆ύο δὲ λεγομένων πραγμάτων ὀφείλει τις εἶναι τούτων διαφορά· ἃ μὲν γὰρ ὠνόμασε κρυπτὰ σκότους

 οὐκ ἔλαβες; ἐπὶ τίνι δὲ μέγα φρονεῖς; ἐπ' εὐγλωττίᾳ; ἀλλ' ὁ θεός σοι ταύτην κεχάρισται. ἀλλ' ἐπὶ γνώσει; καὶ τοῦτο θεῖον τὸ δῶρον. ἀλλ' ἐπὶ θαυματουργ

 πάντε μαρτυρηθέντε διὰ τῆ πίτεω οὐκ ἐκομίαντο τὴν ἐπαγγελίαν, τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶ ἡμῶν τελειωθῶιν. διὰ τοῦτο φησ

 ἀληθῶς φρόνιμοι ἐν Χριστῷ, ἀλλὰ ταῦτα λέγων εἰρωνικῶς προέτρεπεν αὐτοὺς γενέσθαι φρονίμους ἐν Χριστῷ. Ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι· οὐκέτι προσέθηκε

 ἐν τῷ τὴν ῥάβδον ἔχοντι, καὶ οὐ δείκνυσι τὴν ἀγάπην ἐν τῇ ἀποτομίᾳ τῆς ἐπιπλήξεως. εἶτα τὴν αἰτίαν τῆς τοιαύτης πεύσεως ἐπιφέρει λέγων Ὅλως ἀκούεται ἐ

 διτάλαντον τοῦ ἀργυρίου καὶ ἔλαβε τὰς τολὰ ἀπὸ Νεμὰν τοῦ Σύρου; ἆρ' οὖν Ἐλισσαῖος μὲν ταύτην τὴν χάριν εἶχεν, Παῦλος δὲ ὁ τοῦ Χριστοῦ ἀπό στολος ὁ ζηλ

 ἄφεσιν μὲν οὐκ ἔχει ἁμαρτη μάτων δύναται δὲ τὴν ἁμαρτίαν ἐπικαλύψαι. Μακάριοι γάρ φησιν ὧν ἀφέ θηαν αἱ ἁμαρτίαι, τῶν ἀπὸ τῶν ἐθνῶν προσελθόντων· καὶ ὧ

 ἐκκλησίᾳ· καὶ ἔσται ψόγος τῶν κρινομένων ὅτε δέονται καὶ τῶν ἐξουθενημένων μᾶλλον ἢ τῶν σοφῶν· ὁ μὲν γὰρ τῷ λόγῳ ἀκολουθῶν, εἰ καὶ δεῖται κριτοῦ, δεῖτ

 ὑπό τινος.] [Ὠριγένους] Ὑπεράνω δεῖ εἶναι ὧν ἔλαβον ἐξουσίαν· ἃ καὶ ποιήσαντες οὐχ ἁμαρτησόμεθα. οὕτω γὰρ <οἱ> φιλοτιμότερον πολιτευόμενοι πολιτεύοντα

 πνεύ ματός ἐστιν, οὗ ἔχετε ἀπὸ <τοῦ> θεοῦ; καὶ οὐκ ἐστὲ ἑαυτῶν, ἠγοράσθητε γὰρ τιμῆς. δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν.] [Ὠριγένους] Καλῶς ἀνθυπ

 ἐν τοῖς ἔργοις τοῦ γάμου ἢ τῇ προφάσει τοῦ ἑνὸς τὸν ἕτερον ἐκπεσεῖν τῆς ἐλπίδος τῆς ἐν Χριστῷ· πῶς γὰρ καὶ σωθήσεται ἔνοχος ὢν τῷ θανάτῳ τῆς γυναικός;

 6] καὶ πάλιν, φησίν, ἐπὶ τὸ αὐτὸ ἦτε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν. τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ' ἐπιταγήν. Πανταχοῦ ἀν

 αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ. τοῦτο δὲ δεύτερον καλόν ἐστιν· ἔστι γὰρ πρῶτον τούτου ἄλλο καλόν· καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι. ποῖον δεύτερον καλό

 χρόνον ζῇ ὁ ἀνήρ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐτὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν κυρίῳ. οὐκ ἀκούομεν τοῦ μόνον ἐν κυρίῳ, ἀλλὰ τὸ ἐλευθέρα ἐτὶν ᾧ θέλ

 σῶζον; Τήρησις ἐντολῶν θεοῦ. πᾶς γὰρ ὃ ἐὰν μίαν τῶν ἐντολῶν τούτων λύῃ τῶν ἐλαχίτων καὶ διδάξει οὕτω τοὺ ἀνθρώπου, οὐκ εἶπεν Οὐκ εἰσελεύσεται εἰς τὴν

 ἐπέταξεν, ἀλλ' αὐτεξούσιον εἴασεν. Γνώμην οὖν, φησὶν ὁ ἀπόστολος, δίδωμι, καὶ ἵνα παραστήσῃ ὅτι κύριος ἐν αὐτῷ λέγει εἶπεν ὡς ἠλεημένος ὑπὸ κυρίου πισ

 ἵνα κἂν γνῶσίν τις ἐπαγ γελλόμενος φάσκῃ μὴ βλάπτεσθαι ἀπὸ τῆς τῶν εἰδωλοθύτων χρήσεως αἰτία δὲ ἑτέροις βλάβης γίνηται, ὀφείλει πεφροντικέναι τοῦ πέλα

 ἀκουόντων Ἐπείνων καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν καὶ τὰ ἑξῆς. οὗτος οὖν ἐστιν ὁ μισθός, ἵνα ὅπου ἐξουσίαν ἔχω μὴ ποιήσω. 43 ix 19-23 [Ἐλεύθερος γὰρ ὢν ἐκ

 τελείοι καὶ τὰ ἑξῆς. οὗτος δύναται εἰπεῖν Ἕλληί τε καὶ βαρβάροι, οφοῖ τε καὶ ἀνοήτοι ὀφειλέτη εἰμί. [Ὠριγένους] Μόνος ὁ τέλειος δύναται εἰπεῖν τὴν τοῦ

 ἐτιν· εἰ δέ τι ἀγνοεῖ, ἀγνοεῖται. οὐ μόνον οὖν εἴ τις ἀγνοεῖ τὰ τοῦ ἀποστόλου οὗτος ἀγνοεῖται ὑπὸ τοῦ θεοῦ, ἀλλ' εἴ τις ἀγνοεῖ λέγων πνεύματι θείῳ <κα

 προφητεύητε, εἰέλθῃ δὲ ἄπιτο ἢ ἰδιώτη, οὐχ ὡς ἀδυνάτου ἀλλ' ὡς δυνατοῦ ὄντος τοῦ πάντα οὕτως προφητεύειν. δύο οὖν σημαινόμενά ἐστιν ἀπὸ τοῦ τῆς προφητ

 ὥσπερ ὁ χαλκὸς ἠχῶν ἄσημον δίδωσι φωνήν, ὥσπερ τὸ κύμβαλον τὸ ἀλαλάζον οὐδὲν τρανόν, τὸν αὐτὸν τρόπον, χωρὶς μὲν ἀγάπης, γλῶσσα κἂν ἀγγέλων ἐν ἀνθρώπο

 διαλεχθῆναι. 53 xiii9-12 [Ἐκ μέρους δὲ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται. ὅτε ἤμην νήπι

 αὔξειν τὰ χαρίσματα, τῇ ὠφελείᾳ τῶν πλειόνων ἑαυτοὺς ἐπιδώσομεν. 61 xiv 13-14 [∆ιόπερ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ. ἐὰν γὰρ προσεύχωμαι γ

 εἰκὸς αὐτοὺς ὑπό τινος πονηροῦ πνεύματος ἠπατῆσθαι τοῦ μεταχηματιζομένου εἰ ἄγγελον φωτό, ὡς προφητικοῦ τυχόντας ἀξιώματος. 69 xiv 30-31 [Ἐὰν δὲ ἄλλῳ

 τῶν γυναικῶν μαθηταί, οἱ μαθητευθέντες Πρισκίλλῃ καὶ Μαξιμίλλῃ, οὐ Χριστοῦ τοῦ ἀνδρὸς τῆς νύμφης. ἀλλ' ὅμως εὐγνωμονῶμεν καὶ πρὸς τὰ πιθανὰ ἐκείνων ἀπ

 ἀλλ' ἰδίως αὐτὸ ἐκδεχόμενοι· οἱ ἁμαρτάνοντες οὐχ ἑστήκασι, μὴ βιοῦντες κατὰ τὸ εὐ αγγέλιον. τίνες οὖν ἑστήκασιν ἐν τῷ εὐαγγελίῳ ἢ οἱ παραλαβόντες αὐτὸ

 συγκατέθετο. εἰ ἀνέστη Χριστὸς ἐκ νεκρῶν, πρωτότοκο δὲ ἐκεῖνός ἐστιν ἐκ νεκρῶν, οὐδεὶς δὲ πρωτότοκό ἐστιν ἑτερογενῶς, ἀνάγκη ὁμογενῆ εἶναι τὴν ἀνάστασ

 ἐνεστῶσαν, τὸ Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἐν Χριτῷ ἠλπικότε ἐμὲν μόνον, ἐλεεινότεροι ἐμὲν πάντων ἀνθρώπων. καὶ ἐν τοῖς ἑξῆς δὲ ὡς κατὰ τοὺς λέγοντας μὴ εἶναι ἀ

 ὁ καιρὸς τοῦ ἀνατεῖλαι ἀπὸ τοῦ ἀνθρωπείου σώματος κατὰ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν τὸ ἀναστησόμενον, οὐ θέλεις περιμένειν, ἵνα καὶ τοῦτο ἴδῃς; ἢ οὐκ ο

 τοῦτό που ἀλλὰ παρεχώρησεν. εἶτα παρακαλεῖ αὐτὸν ὁ ἀπόστολος μακροθυμήσαντα ἐπανελθεῖν εἰς τὴν παροικίαν αὐτοῦ. οὗτος δὲ οὐδὲ ὅλως ἑώρακεν τὴν Κόρινθο

Ἰουδαίᾳ οἱ ἀπόστολοι ἔθηκαν, ἐν δὲ τοῖς ἔθνεσιν ὁ ἀπότολο τῶν ἐθνῶν καὶ ὁ συνεργὸς αὐτοῦ Βαρνάβας· δεξιὰ γὰρ ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνία, ἵνα ἡμεῖ εἰ τὰ ἔθνη αὐτοὶ δὲ εἰ τὴν περιτομήν. κηρυχθέντος τοίνυν Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ λόγου, καὶ τοῦ θεμελίου τούτου καταβληθέντος, οὐδεὶς δύναται ἄλλον θεμέλιον θεῖναι παρὰ Ἰησοῦν Χριστόν· οἱ δὲ ἐποικοδομοῦντες, εἰ μὲν ὀρθοδοξοῦσι διὰ τῶν ἀϊδίων δογμάτων καὶ τῶν θείων νοημάτων καὶ τῶν καλῶν λόγων καὶ τῶν ἱερῶν πρά ξεων, ἐποικοδομοῦσι τῷ θεμελίῳ χρυσὸν ἄργυρον λίθον τίμιον. χρυσὸς γὰρ πολλάκις τετήρηται, ἀντὶ νοῦ λαμβανόμενος καὶ νοημάτων· εἰ λέγω καλῶς, ἐποικοδομῶ ἄργυρον· εἰ διηγοῦμαι δεόντως καὶ εἰς πολιτείαν προτρέπω καλῶς τοὺς ἀκροατάς, λίθους τιμίους ἐποικοδομῶ. ὅσοι μέντοι γε τῶν διδασκόντων Ἰησοῦν Χριστὸν ἐσφάλησαν τῆς ἀληθείας, ἐπῳκοδόμησαν τῷ θεμελίῳ ξύλα χόρτον καλάμην· καὶ εἴποιμι ἂν ὅτι οἱ ἀπὸ τῶν αἱρέσεων πάντες οἱ μὲν βλασφημότεροι ξύλα, οἱ δὲ ἔλαττον ἁμαρτήσαντες ἐν τῇ διδασκαλίᾳ χόρτον, οἱ δὲ ἰσχνά τινα καὶ ἵν' οὕτως ὀνομάσω ἐλάττονα καλάμην. Φέρε δὲ καὶ κατὰ τὸ ῥητὸν ἴδωμεν. τοῦτο τὸ λεχθησόμενον ἑνὸς ἑκάστου ἡμῶν ἅπτεται· ἕκαστος ἡμῶν παραδεξάμενος τὸν λόγον τοῦ εὐαγγελίου, παρε δέξατο Ἰησοῦν Χριστὸν θεμέλιον, ἵν' ἐν πᾶσιν οἷς πράττει καὶ λέγει καὶ διανοεῖται ἐποικοδομῇ τούτῳ τῷ θεμελίῳ. εἰ μὲν οὖν καλὰ νοοῦμεν καὶ διανοούμεθα, ἐποικοδομοῦμεν χρυσόν· εἰ ἁγνῶς λέγοντες πάντα λόγον λεγό μενον ἁγίως λέγομεν, ἐποικοδομοῦμεν ὡς ἀργύριον· εἰ πᾶσα πρᾶξις ἣν πράτ τομεν καλή ἐστιν, ἐποικοδομοῦμεν ὡς λίθον τίμιον, τὴν δὲ τιμὴν τῶν λίθων καὶ τὴν ποιότητα ὁ θεὸς κρίνει. εἰ μέντοιγε ἁμαρτάνω μετὰ τὸν θεμέλιον, τὰ μὲν μεγάλα μοι τῶν ἁμαρτημάτων ξύλα ἔσται, τὰ δὲ ὑποδεέστερα χόρτος, τὰ δὲ ἔτι ὑποδεέστερα καλάμη. καὶ ζητῶ μήποτε † αἱ μὲν ῥίζαι † καὶ τὰ νοήματα, ὅτ' ἂν ᾖ ἐσφαλμένα, ξύλα ἐστί· πηγὴ γάρ ἐστι τῶν κακῶν τὰ νοήματα· οἱ δὲ λόγοι χόρτος, ἡ δὲ πρᾶξις καλάμη· ὑποδεεστέρα γάρ ἐστιν ἡ ἀξία τῆς πράξεως παρὰ τὸν λογισμόν· ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν. 16 iii 16-20 [οὐκ οἴδατε ὅτι ναὸς θεοῦ ἐστὲ καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν; εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός· ὁ γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστιν· οἵτινές ἐστε ὑμεῖς. μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ θεῷ ἐστί· γέγραπται γάρ Ὁ δραόμενο τοὺ οφοὺ ἐν τῇ πανουργίᾳ αὐτῶν· καὶ πάλιν Κύριο γινώκει τοὺ διαλογιμοὺ τῶν σοφῶν ὅτι εἰὶ μάταιοι.] [Ὠριγένους] Εἰ θέλεις ἀληθινὸν ναὸν τοῦ θεοῦ μαθεῖν, ζήτει λίθου ζῶντα καὶ καθαροὺς λελατομημένους, ὑπὸ τοῦ λόγου βεβληκότας, καὶ ἑστῶτας τετραγώνους, μηδὲν ἔχοντας ἄστατον μηδὲ κυλιόμενον· εἰ γὰρ καὶ λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆ γῆ, ἀλλ' οἱ λατόμοι οὐκ ἐῶσιν αὐτοὺς μέχρι τέλους κυλίεσθαι. ὑμεῖς οὖν ὡ λίθοι ζῶντε οἰκοδομεῖθε οἶκο πνευματικὸ εἰ ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰ θυία εὐπροδέκτου θεῷ διὰ Ἰησοῦ Χριστοῦ. καὶ παρὰ τῷ ἀποστόλῳ δὲ λέγεται ὅτι ἐμὲν ναὸ οἱ πάντες εἷς, ἑκάστου ἡμῶν λίθου τινὸς ὄντος ἀπὸ τοῦ ναοῦ. φησὶ δὲ οὕτως ἐν τῇ πρὸς Ἐφεσίους Ἄρα οὐκ ἐτὲ ξένοι καὶ πάροικοι ἀλλὰ υμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ θεοῦ· ἐποικοδομηθέντε ἐπὶ τῷ θεμελίῳ τῶν ἀποτόλων καὶ τῶν προφητῶν, ὄντο ἀκρογωνιαίου αὐτοῦ Ἰηοῦ Χριτοῦ· ἐν ᾧ πᾶα οἰκοδομὴ υναρμολογουμένη αὔξει εἰ ναὸν ἅγιον ἐν κυρίῳ· ἐν ᾧ καὶ ὑμεῖ υνοικοδομεῖθε εἰ κατοικητήριον τοῦ θεοῦ ἐν πνεύματι. ∆εῖ οὖν μηδένα λίθον ἀνάρμοστον εἶναι τῇ οἰκοδομῇ· ἐὰν γὰρ δύο φησὶ υμφωνήωιν ἐξ ὑμῶν ἐπὶ τῆ γῆ περὶ παντὸ πράγματο οὗ ἐὰν αἰτήωνται, γενήεται αὐτοῖ παρὰ τοῦ πατρό μου τοῦ ἐν τοῖ οὐρανοῖ. πόσῳ οὖν πλέον, ἐὰν πάντες οἱ λίθοι συμφωνήσωσιν εἰς μίαν ἁρμονίαν καὶ γένηται πάντων ἡ καρδία καὶ ἡ ψυχὴ μία, ἡ εὐχὴ αὐτῶν δυνήσεται καὶ ἰσχύσει; καλὸν οὖν ἐστὶ τὸ αὐτὸ λέγειν πάντα ἡμᾶς ἵνα ὦμεν κατηρτιμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ· οὕτως γάρ ἐστε οἰκοδομὴ